- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:188-189
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,仅凭浴场与建筑等现存的宏伟设施,雅典便足以力压群雄;随后他逐一论证,雅典在古老渊源、土著血统、军事、神话、诸邦竞技会及艺术等一切领域均远超希腊其他诸邦。
φανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια· ὥστʼ εἴ τις τῆς πόλεως περιέλοι τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα διʼ ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δʼ αὐτὴν, ὥσπερ τὰς νῦν φρονούσας ἐφʼ αὑταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν.1 καὶ μὴν τὰ μὲν ἔσχηκε, τὰ δὲ ἔχει, καὶ οὔτε οἷς ὑπερεῖχεν ἀφῄρηται τὴν μνήμην οὔτʼ αὖ τῆς παρούσης εὐδαιμονίας ἀπολέλειπται, εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι, ἀλλὰ μόνη δὴ πόλεων τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς, εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων.2 κατίδοι δʼ ἄν τις κἀκεῖθεν τὰς ὑπερβολὰς αὐτῆς· ὅσοι γὰρ καὶ μικροῦ τινος μέρους τῇ πόλει κεκοινωνήκασιν, ὡς ἄριστοι τῶν ἄλλων ἀγάλλονται· ἡ δʼ οὐδεμιᾶς μὲν φιλοτιμίας ὑστερεῖ τῶν οἱστισινοῦν ὑπαρχόντων, τῶν δʼ ἑαυτῆς οὐδένα κοινωνὸν ἔχει διὰ τέλους· οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι, οὐκοῦν καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ ὅλως οὐχ ὅμοια τὰ τῶν Ἀργείων παλαιὰ τοῖς τῶν Ἀθηναίων οὐδʼ ἂν εἷς φήσαι δικαστὴς κοινός. Ἀρκάδες αὐτόχθονες, μετά γε Ἀθηναίους, καὶ τοῖς δευτέροις αὖ νικῶνται τῇ τῶν καρπῶν εὑρέσει καὶ δόσει. δῆλον δʼ ἐκ τῶν ἐνταῦθα φερόντων Ἑλλήνων τὰς ἀπαρχὰς, ἀλλʼ οὐκ ἐκεῖσε. ἄριστοι Λακεδαιμόνιοι τὰ πρὸς τὸν πόλεμον, ἀλλὰ καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ τά γε δεύτερα ἐκείνοις ἐν φιλοτιμίᾳ καθέστηκεν. ἔχει ταῖς Θήβαις χάριν καὶ τιμὴν ἡ τῶν θεῶν γένεσις· τούτων τοίνυν ὁ μὲν ἐν τῇ Ἀττικῇ τὴν δωρεὰν ἔφηνε, τὸν δὲ πρῶτοι τῶν Ἑλλήνων Ἀθηναῖοι θεὸν ἤγαγον, χωρὶς τῶν διὰ Θησέως πρὸς αὐτὸν κοινωνιῶν. ἀλλὰ καὶ τῆς τελευταίας Θηβαίων ῥώμης ἅπαντες μέμνηνται, ταύτης ἡ πόλις αἰτία, καὶ ὅτε ἔδει τἀναντία πράττειν, οὐκ ἔδεισεν. ἐπαινεῖν ἄν τις ἔχοι Κορινθίους δικαιοσύνης ἕνεκα· ἡ τοίνυν πόλις οὐ βεβούληται μόνον τὰ δίκαια, ἀλλὰ καὶ βραβεύουσα τοῖς ἄλλοις διαγέγονεν. ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες· καὶ μὴν τούτων πρεσβύτατος ὁ τῶν Παναθηναίων, εἰ δὲ βούλει, ὁ τῶν Ἐλευσινίων. ἔπειτα καὶ πάντας αὐτοὺς ἡ τῆς πόλεως δωρεὰ συγκροτεῖ, λέγω γὰρ οὖν τῆς πόλεως τὴν παρὰ τῆς Ἀθηνᾶς. Σαμοθρᾷκες ἀγάλλονται τοῖς ἱεροῖς, καὶ ταῦτα πάντων ὀνομαστότατά ἐστι, πλὴν τῶν Ἐλευσινίων· ἀλλὰ καὶ Δῆλος ἀνεῖται τοῖς θεοῖς· ἡ δέ ἐστι τῆς πόλεως. τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως3 καὶ τὴν θεωρίαν τὴν Πυθιάδα Ἀθηναίων μόνον πάτριον τί ἂν εἴποις ἢ τῶν θεῶν ἅπαντα ταῦτʼ εἶναι, βουλομένων πανταχῆ τὰς Ἀθήνας πρεσβεύειν καὶ πᾶσιν ὥσπερ χεῖρα τοῖς καλοῖς ἐπιβάλλειν τὴν πόλιν; ἔτι τοίνυν εἰσὶν αἳ τῶν κατὰ τὴν Ἀσίαν πόλεων μεγέθει νεῶν φιλοτιμοῦνται, αἱ δὲ κατασκευῇ λουτρῶν τῆς χρείας κρείττονι· καὶ ταῦτʼ ἐστὶ τῇ πόλει πρὸς ὑπερβολὴν, καθάπερ πρώην συνῳκισμένῃ. καὶ τὸ κάλλιστον· ἃ γὰρ τοῖς ἄλλοις ἐν ἀγάλμασι δεῖξαι σπουδὴν ἔχει, τούτων ὑμεῖς τοὺς νεὼς καὶ τὰ θέατρα κέκτησθε. ἀγάλματα θαυμάζεται καὶ τούτων πρῶτον εἶναι κρατεῖ τὸ παρʼ ὑμῖν ἐν τῇ πόλει, χωρὶς τοῦ καὶ τἄλλα πανταχοῦ κάλλιστα προσήκειν τρόπον δή τινα τῇ πόλει. ἁπάντων γὰρ, ὡς ἔοικε, τῶν ἀρίστων αὕτη πατρὶς καὶ σοφίας πάσης καὶ τέχνης ἡγεμὼν, ὥστʼ οὐ μόνον τοῖς ἀγάλμασιν, ἀλλὰ καὶ τοῖς ἀγαλματοποιοῖς αὐτοῖς περίεστιν. ἀλλὰ μὴν ἑπτά γε ἀνδρῶν, ἵνα μηδὲ τοῦτο παρῶμεν, ἐνδόξων ἐπὶ σοφίᾳ γενομένων, εἷς ἀπὸ τῆς πόλεως γέγονε, καὶ δυοῖν ἀρίστοιν νομοθέταιν ἅτερος αὐτὸς οὗτος. δύο τοίνυν ἀνδράσι τῶν πρόσθεν ἐκ θεῶν ψῆφον δεδόσθαι παρειλήφαμεν, Λυκούργῳ τε τῷ Λακεδαιμονίῳ καὶ
显而易见,作为雅典真正本色的点缀,并且确乎适合当下的权柄与生活方式,这里有在庄严与奢华上超群绝伦的浴场,以及跑道和体育馆。以至于倘若有人从这座城邦中剥离厄里克托尼俄斯们、刻克洛普斯们、神话传说、农作物的恩泽、陆地与海上的战利纪念碑、演说、伟人,以及她据以度过历朝历代的一切,而仅仅如同审视当今那些自命不凡的城邦一样来审视她,她单凭眼见之物便足以胜出。诚然,某些事物她曾经拥有,另一些事物她如今正握有;她既未曾失去往昔卓绝之事的记忆,又未曾从当下的富足中落伍——倘若有人亦乐于提及这些的话。相反,她是唯独能够以古击古、以新胜新的城邦;或者如果你愿意,亦能以新胜古、以古胜新——我指的是以自身之物战胜他人之物。 人们亦可从另一面洞察她的超卓绝伦。凡是哪怕与这座城邦仅有一星半点渊源的人,皆自夸为其他人中最优秀者;而她自身在任何归属于任何人的荣耀上皆不落于人后,在自身的一切上却始终不曾与任何人共有。例如,阿尔戈斯人自诩为希腊人中最古老者,雅典人的城邦亦复如是;且大体而言,绝无任何公允的裁判者会断言阿尔戈斯人的古史能与雅典人同日而语。阿卡迪亚人固为土著之民,然仅次于雅典人;而在第二点上他们又复落败,即在作物的发现与赐予上。希腊人将初熟之果运至此地而非送往彼处,便足以昭明此点。拉刻代蒙人在战事上最为优异,但雅典人的城邦亦然,且对他们而言第二位已然成为一种荣耀。神明的诞生为忒拜带来了恩宠与尊荣;然而在这些神明中,一位在阿提卡彰显了其恩赐,另一位则是希腊人中由雅典人最先尊奉为神的,且这尚未计及通过忒修斯与其建立的关联。此外,所有人都记得忒拜人最后的盛极一时;这座城邦正是其根由,且当需要采取相反举措时,她亦毫不畏惧。人们或许因公正之故而赞美科林斯人;然而这座城邦不仅向往正义,更始终作为裁判者为他人裁决纷争。全希腊各地的竞技会为全天下最负盛名;而其中最古老者诚为泛雅典人节竞技,或者若你愿意,当属厄琉息斯的秘仪祭典。况且,这座城邦的恩赐使所有这些盛会得以维系——盖因我所指的正是城邦从雅典娜那里领受的恩赐。萨摩色雷斯人以其秘仪自傲,而这些秘仪除了厄琉息斯之外乃是全天下最著称者;然而提洛岛亦奉献给诸神,而提洛岛属于这座城邦。至于通往德尔斐的道路乃是城邦的勋劳,以及庇提亚使团乃唯独雅典人的祖传特权,除了归结为这一切皆出于诸神之意愿——诸神意欲雅典处处居于首位,并让这座城邦宛如将手覆于一切美善事物之上——之外,人们还能说什么呢?再者,亚细亚诸邦中有些以神殿之宏大自竞,有些则以超越实际所需的奢华浴场建制夸胜;而这些事物在我们城邦亦达于极点,恰似一座昨日方始建成的崭新之城。最绝妙者在于:凡他人竭力在雕像中展现的事物,你们却在神殿与剧场中已然坐拥。雕像备受惊叹,而其中首屈一指者公认乃是你们城邦中所藏之作,且尚未计及各地所有最精美的作品在某种意义上亦归属于这座城邦。盖因她看来乃是一切最良善事物的祖国,亦是一切智慧与技艺的向导,以至于她不仅在雕像上,更在雕塑家本身上独占鳌头。 再者,为了我们亦不遗漏此点,在以智慧闻名的七位贤人之中,有一位便出自这座城邦,且在两位最伟大的立法者中他自身正是其一。因此,据我们所知,昔日之人中唯独两位曾获诸神赞许的投票:其一是拉刻代蒙人吕库尔戈斯,其二则是……
- 188ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν
由表示结果的连词 ὥστε 所引导的不定式结构(ἐξαρκεῖν),其内部嵌套了一个带希求法的条件从句(εἴ τις περιέλοι ... σκοποῖτο δʼ αὐτὴν)。宾格 αὐτήν 充当下属不定式 νικᾶν 的逻辑主语,意为“城邦自身单凭眼见之物便足以获胜”。
- 188τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων
用以澄清并限制前文悖论式表述(“以新胜古、以古胜新”)的插入语。承袭前文动词 νικᾷ 的格支配规则(表示工具的与格“以……”+宾格“胜过……”),补出省略的不定式 νικᾶν,意为“我指的是以自身之物战胜他人之物”。
- 189τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως
由中性定冠词 τὸ 引导的带不定式短语在句首构成提题性宾格(悬置宾格)。后文的疑问主句 τί ἂν εἴποις ἢ τῶν θεῶν ἅπαντα ταῦτʼ εἶναι(“除了这一切皆属于诸神之外,人们还能说什么呢?”)将其作为话题承接并展开论述。
