← 阿里斯·台德斯

泛雅典娜节演说

§186-187

雅典的军事优势与城邦景观的壮美

作者论述了雅典在战争各领域的军事优势,以及在生活必需品、文化教养与军备这三大人生成就上的全面卓越,继而赞美城邦的宏大规模、城墙、村社的繁华、清澈的空气及名胜建筑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§186

τὰ ἀπὸ τῆς σοφίας ἀγαθὰ, εἰς δʼ αὖ τοὺς πολέμους τά τε οἰκεῖα καὶ τὰ ὑπὲρ τῶν δεηθέντων. πάλιν τοίνυν τῶν ἢ ὑπὲρ αὑτῶν ἢ ὑπὲρ τῶν ἄλλων πολέμων πότερον τὰς ναυμαχίας χρὴ λέγειν, ἢ τὰς πεζομαχίας, ἢ τὰς ἱππομαχίας, ἢ τὰς τειχομαχίας; πάντα γὰρ ταῦτα κρατίστη ἡ πόλις. εἰ δʼ αὖ βούλει, τί τῶν ἐν τῇ θαλάττῃ μέγιστον αὐτῆς, ἢ τί τῶν κατʼ ἤπειρον; τρεῖς δʼ οὖν ὅροι ταύτῃ κείσθων, οἷς εἰ μὴ ἑαυτὴν, ἀλλὰ τούς γε ἄλλους ἀναμφισβητήτως ὑπερβέβληκε· πεζομαχία μὲν ἡ Μαραθῶνι, ναυμαχία δʼ ἡ ἐν Σαλαμῖνι, ἱππομαχία δὲ, ἀπορῶ μὲν ἥντινα κρίνω, ἔστω δὲ ἡ ἐν Μαντινείᾳ· τειχομαχίας μὲν γὰρ οὐδʼ ἠμφισβήτησεν οὐδεὶς πώποτε. καὶ τοίνυν πότερον τῷ πλήθει τῶν τροπαίων, ἢ τῷ μεγέθει τῶν ἔργων θησόμεθα; ἢ πῶς τὴν ἀξίαν ἀποδώσομεν; οὕτω καὶ διὰ πάντων καὶ διʼ ἑκάστου πολλαχῶς νικᾷ. καὶ γὰρ ἀγῶνας πλείστους καὶ μεγίστους καὶ ὑπὲρ καλλίστων ἐποιήσατο, καὶ τρόπαια πλεῖστα καὶ κάλλιστα ἐκ τῶν Ἀθηνῶν, καὶ λόγοι πλεῖστοι καὶ κάλλιστοι καὶ διὰ πάντων ὑπερέχοντες οἱ τῆσδε τῆς πόλεως· προσθήσω δὲ καὶ παρὰ τῆσδε καὶ στρατηγοὶ1 σοφώτατοι καὶ ὀξύτατοι καὶ ἀσφαλέστατοι καὶ δικαιότατοι καὶ πλείους ἢ σύμπαντες οἱ τῶν Ἑλλήνων. ἵνα δʼ εἴπω κεφάλαιον, τρισὶ τούτοις ὁ τῶν ἀνθρώπων βίος πληροῦται, τῇ τῶν ἀναγκαίων εὐπορίᾳ, τοῖς τῆς παιδείας καλοῖς, τῇ τῶν πρὸς τὸν πόλεμον κατασκευῇ· δυοῖν γὰρ ὄντοιν καιροῖν, εἰρήνης καὶ πολέμου, τὸ μὲν ἀμφοῖν κοινόν ἐστι, τὸ δὲ τῷ τῆς εἰρήνης ἀνεῖται καιρῷ, τὸ δὲ ἀμύνεσθαι δυνατοὺς εἶναι ποιεῖ περὶ τῶν ὑπαρχόντων. τούτων τοίνυν ἔστω μὲν ὅ τί τις βούλεται μέγιστον· τριῶν δʼ εἶναι πόλεων δεδόσθω ταῦτα, ἑκάστῃ ἕκαστον· φημὶ τοίνυν ἐγὼ καθʼ ἣν ἄν τις αὐτῶν κρίνῃ, τῆς πόλεως εἶναι τὸ νικᾶν. πάντα γὰρ αὕτη δείξασα καὶ πάντων ἐπὶ πλεῖστον προελθοῦσα φανήσεται· οὕτω πᾶσι τοῖς κριταῖς νικᾷ καὶ πρός γε ἔτι ταῖς χώραις ἁπάσαις· ὥστʼ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν ὅτι χρὴ καὶ πρώτην καὶ δευτέραν καὶ τρίτην αὐτὴν ἐν τοῖς Ἕλλησι κηρύττειν, ὥσπερ ἐν ἅρμασιν, εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρχαῖον, οὐκ ἀπὸ τῆς Σικελίας. εἶεν. ἀλλὰ ταῦτα μὲν τοιαῦτα. τὰ δʼ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς οὐκ ἂν ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεος, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν, ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα, καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. τῶν μὲν αὐτοφυῶν, ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν. ἔτι δʼ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι, ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ,2 τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε, τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. γνοίης δʼ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι. καὶ τὰ μὲν παρὰ τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων ἀφελόντι.3 τῶν δʼ αὖ τῆς τέχνης τί χρὴ μέγιστον θεῖναι ἢ τί πρῶτον εἰπεῖν; νεῴ τε γὰρ ἐνταῦθα οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα ἄνευ τῶν οὐρανίων τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά· πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς

源于智慧的善物亦归入恩德之中;反之,自身的战事与为求援者所作的征战,又复归入战争之中。那么,再看无论是为自身还是为他人所进行的战争,究竟当称述海战,还是陆战,抑或骑兵战,还是攻城战?盖因在所有这些方面,这座城邦皆为最强。或者你若愿意,在海上何者为其最伟大的事迹,抑或在陆上何者为最?无论如何,且就此确立三个界标,即便借此她未曾超越自身,却无疑已超越了其余所有人:陆战乃马拉松之战,海战乃萨拉米斯之战,而骑兵战——我虽不知当断定哪一场——且定为曼提尼亚之战;盖因就攻城战而言,向来无人对此提出质疑。那么,我们究竟当以战利纪念碑之多寡来评判,还是以事迹之浩大来定夺?抑或当如何赋予其应得的价值?如此,无论通贯全盘抑或就每一单项而言,她皆以多种方式获胜。盖因她进行了最多、最伟大且为了最崇高目标的斗争,最多数且最辉煌的战利纪念碑出于雅典,而属于这座城邦的言论数量最多、文辞最美且在所有方面皆出类拔萃;我还要加上:出自这里的将领亦是最智慧、最敏锐、最沉稳、最公正,且人数多过希腊人的所有〔将领〕相加。总括而言,人生由这三事充实完满:生活必需品之富足、教养之善美,以及战备之完备;盖因既有和平与战争这两个时期,第一者为两者所共有,第二者专属和平时期,第三者则使人能够为守护已有之物而御敌。那么,在这些之中,任由人们将所愿的任何一项定为最伟大;并假定这三者分属三个城邦,每邦各占其一;我敢断言,无论依其中哪一〔城邦〕来评判,胜利皆归于我们这座城邦。因为显而易见,她展示了所有这一切,并且在每一项中都走得最远;因此她在所有的裁判面前皆获胜,且在所有的领域中亦复如是;以至于人们毫不迟疑地可以说,应当在希腊人中宣告她荣获第一名、第二名和第三名,正如战车竞赛中那样——如果说战车在古代确实亦源自雅典而非西西里的话。好罢,这些事情就谈到这里。 再看其规模与其他建筑构造,谁又不会说它们配得上这整个城邦的气运与雅典人的伟大威名?一方面是城邑本身的城周,在全希腊城邦中最大,在各处当中亦最为宏丽。我且不论昔日延绵至大海的长墙,其全长达一日行程之遥,并在海滨还有与环城城墙相对应的另一道城周。然而人们尽可审视诸村社,其中有些甚至比别处的城邦营建得还要华美;而无论是自然的修饰还是人工的造诣,在城中与乡村皆争奇斗艳。在天赋之物中,有这迥异于凡俗之地的清朗空气,以及如此众多的港口,其中每一个皆抵得上许多港湾。更有卫城本身的地理位置,以及宛如和风般拂向各处的宜人恩泽。而在这些事物中尤为值得指出的乃是:其他城邦无论气候如何,其城内空气大抵皆逊色于其本邦境内的原野;而在全阿提卡的大气皆如此澄澈的背景下,覆于城邑之上的空气反倒最为优异、最为纯净。单凭头顶的空气,你便能从远处如睹光辉般认出这座城邦。 自然所赋予者,即便略去诸多实有之物,亦即如此。至于技艺之作,又当将何者视为最巨,或先言何者?盖因这里同一些神殿即是全天下最宏大且最崇美者;至于雕像——除了属于上天者——皆为至高技艺的绝顶之作,无论古老抑或新建;此外更有地上别处无与伦比的典籍藏库……

语法注3 条
  1. 186προσθήσω δὲ καὶ παρὰ τῆσδε καὶ στρατηγοὶ

    及物动词 προσθήσω(“我且加上”)之后并未接支配的宾格成分,而是承接了主格短语(καὶ στρατηγοὶ σοφώτατοι...),仿佛开启了独立分句。此处为轻微的破格结构(anacoluthon),προσθήσω 实质上起到了插入式过渡语的作用。

  2. 187ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ

    此为副词(ὅπως ἄν)+动词 ἔχω +方面属格(τοῦ οὐρανοῦ)构成的句式,意为“无论其在气候/天空方面处于何种状况”。表示状态的不及物动词 ἔχω 与副词连用时,常支配属格以限定所涉的范围或方面(参 εὖ ἔχειν τινός)。

  3. 187πολλὰ τῶν ὄντων ἀφελόντι

    过去不定时分词阳性与格单数 ἀφελόντι(源自 ἀφαιρέω)在此用作“判断者与格”(dativus iudicantis)或指涉与格,具有条件或让步的含义,即“即便对舍去诸多实有事物的人而言”或“纵使略去许多实情”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:186-187