← 阿里斯·台德斯

泛雅典娜节演说

§184-185

帝国统治下的首位与雅典的多重卓越

演说者阐述了雅典在当下罗马帝国统治下的超然地位,提出了将雅典诸般恩赐分别赋予各邦并设辞竞赛的假想,进而赞颂了雅典蒙受的神眷、在法律与言辞智慧上的成就,以及战争中的勇武与仁爱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§184

τῶν ἄλλων.1 ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης τῆς νυνὶ καθεστηκυίας τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι.2 γνοίη δʼ ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος, εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατὸν, μᾶλλον δὲ σαφῶς ἀδύνατον, ἀλλʼ ὅσα γε ἐγχωρεῖ μερίσας ἄλλο ἄλλῃ χώρᾳ καὶ πόλει προσθεὶς, εἶτα ἀγῶνα τῷ λόγῳ ποιήσειε, καθάπερ ποιητῶν ἢ χορῶν· οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν ἂν ῥᾳδίως· οἷον εἰ φιλοτιμοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δʼ ὡς πρώτη δείξασα τοὺς καρποὺς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, ἡ δὲ πανηγύρεις, ἡ δʼ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάττης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλλοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποικίας ἃς ἀπέστειλεν, ἡ δʼ ὅ τι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει, φήμʼ ἔγωγε μάλιστʼ ἂν οὕτω γενέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ὑμῖν τὰς ἄλλας παρελήλυθεν. ἃ γὰρ ἐξαρκεῖ νειμαμένῃ τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει. καὶ τοίνυν ὥσπερ τοῖς ἅπασι τοσοῦτον περίεστιν, οὕτω καὶ καθʼ ἕκαστον αὖ πολλοῖς τοῖς εἰς ταυτὸν φέρουσιν ἀγάλλεται. οἷον τῶν μὲν θείων εὐθέως δύο μὲν τὰ πρῶτα καὶ μέγιστα, ἥ τε ἐκ τῶν θεῶν τιμὴ καὶ ἡ περὶ τοὺς θεοὺς σπουδή. τούτων δʼ αὖ τῆς μὲν παρὰ τῶν θεῶν τιμῆς πότερον τὰς ἐπιδημίας εἴποι τις, αἷς τὸ κοινὸν ἐτίμησαν, ἢ τὰς τροφὰς αἷς ἔθρεψαν τοὺς ἐν τέλει καθάπερ παῖδας ἑαυτῶν; ἢ τὰς δίκας ἃς ἐποιήσαντο; καὶ τῶν γε δικῶν αὖ πότερον ἃς πρὸς ἀλλήλους περὶ τῆς πόλεως ἐποιήσαντο, ἢ τὰς ἐν τῇ πόλει πρὸς ἀλλήλους ὑπὲρ τῶν διαφόρων, ἢ τὰς ἀναμὶξ ἥρωσι καὶ θεοῖς ἐν θεοῖς δικασταῖς ἐνταυθοῖ γενομένας; καὶ μὴν τῶν γε δωρεῶν ὡσαύτως οὐ ῥᾴδιον τὴν μεγίστην εὑρεῖν. ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεὰν, καὶ ταύτην διπλῆν, ἆρʼ οὐ πολλαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς, τοῦτο μὲν οἱ νεῲ, τοῦτο δὲ αἱ διʼ ἔτους θυσίαι καὶ πρόσοδοι· ὧν τὰ μὲν παρʼ ὑμῖν πρώτοις γεγένηται, τὰ δʼ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται· τὰς δʼ ἀρρήτους τελετὰς, ὧν τοῖς μετασχοῦσι καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν βελτίω τὰ πράγματα γίγνεσθαι δοκεῖ, τίς οὐκ ἂν ἐξαρκεῖν φαίη πᾶσιν ἓν ἀντιθεῖναι; ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία τίνʼ ἐκπέφευγε τρόπον εὐεργεσίας; πρῶτον μέν γε ἡ τῶν καρπῶν μετάδοσις, ἔπειθʼ ἡ τῶν τελετῶν ἑτέρα, τρίτον ἡ κατὰ τοὺς πολέμους προστασία, τέταρτον ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη καὶ εἰς τοὺς ἰδίους οἴκους καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπικουρία. τῆς τοίνυν σοφίας αὐτῆς πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις, ἢ τοὺς λόγους; καὶ τῶν λόγων πότερον τοὺς περὶ τὴν ῥητορείαν, ἢ τοὺς διαλεκτικοὺς, ἢ τὴν ποίησιν, ἢ τὴν ἄλλην συγγραφὴν, εἰ δὲ βούλει, τί τῆς ποιήσεως εἶδος; ὅ τι γὰρ πρῶτον ἢ τελευταῖον εἴποις τῆς πρώτης ἐστὶ τῇ πόλει.3 σκόπει δὴ καὶ τὰ τῶν πολέμων, τοῦτο μὲν τοὺς ἰδίους ἀγῶνας, τοῦτο δὲ τοὺς ὑπὲρ τῶν ἄλλων, αὖθις αὖ τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα, καὶ πάλιν γε τὰ ἐν τῇ ὑπερορίᾳ ὁμοίως Ἑλλάδι καὶ βαρβάρῳ· καὶ πότερον τὴν ἀνδρείαν, ἢ τὴν φιλανθρωπίαν ἐρεῖς τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν; ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθʼ ὅσα ἂν μερίσῃς πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται, εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι τῇ χρείᾳ τῶν δεηθέντων καὶ

较之所有其余城邦都取得了最为辉煌的结局。而在如今确立的、各方面皆最为优异且最为庞大的帝国统治之下,她保有全希腊世界的首位,其境遇之美满,以至于任何人都不会轻易企盼以古时的处境来取代她当下的状态。假若有人将这座城邦所拥有的善物分划——尽管要分尽所有或许不可能,更确切地说是断无可能——但若将力所能及之物分割开来,将各项善物分别赋予各个地方与城邦,随后在言辞中设立一场竞赛,犹如诗人们或歌队的竞赛一般,便可明了这座城邦从古至今所拥有的优越是何等巨大;因为在我看来,人们绝无法轻易寻得获胜之邦。例如,若一邦以率先孕育人类而自豪,另一邦以率先揭示农作物而自豪,又一邦以将其分赐给最多之人而自豪,又有一邦以订立法律而自豪,另一邦以创设节庆而自豪,又一邦以位居大地与海洋最美之处而自豪,另一邦以智慧的善果夸耀,另一邦列举战阵中的功绩,另一邦称引自己接纳了多少希腊难民,另一邦称述自己派出的殖民队,又有一邦称引人们从属于这座城邦的善物中分给它的任何事物,我敢断言,唯有如此,方能最清晰地展现出你们的城邦究竟是以何其众多的绝对优势凌驾于其他城邦之上。盖因足以分赐给全希腊的诸多恩赐,唯独她一人兼收并蓄。因此,正如她在万事总和上如此卓越一般,在每一个个别领域,她同样以归于同一荣光的诸多成就而自豪。 例如在神圣事物方面,立即可列出首要且最伟大的两端:即源于诸神的尊荣,以及对诸神的虔敬侍奉。而在源自诸神的尊荣中,人们当提及神明用以荣耀城邦共同体的亲临降世,抑或当提及神明抚育首领官员如同抚育自己儿女的哺育之恩?还是应当提及神明所举行的裁判?而在裁判之中,又当提及神明彼此之间就这座城邦所举行的裁决,抑或在城邦之内就各自纷争所举行的裁判,抑或英雄与神明杂处并在神圣法官面前于此地举行的审判?再者,就神赐而言,同样不易断定何者最大。且让城邦彼此就此一争高下:一邦呈出德墨忒尔的作物,另一邦呈出狄奥尼索斯的赐物——且这不仅限于葡萄藤之产物,亦包括其余栽培植物之产物;第三邦且称述雅典娜的双重赐物;这些源自神明的赐物若分散给众多城邦,难道不足以令每一城邦皆自诩拥有至美之物吗?再看对待神明之举:一方面是神殿,另一方面是岁时的祭礼与行列;其中有些首创于你们之中,有些至今仍以无以复加的规模举行。至于那不可言传的秘仪——据信参与其间之人即便在生命终结之后境遇亦将更为美好——又有谁会说仅仅以此单单一事来匹敌所有其他事物尚且不足呢?此外,在与人类的交游中,又有哪一种恩惠的方式为她所遗漏?首先是作物的分享,其次是秘仪的赐予这另一大恩惠,第三是战乱中的护佑,第四是始终通过智慧向万人施予的援助,既施于私家门第,亦施于各邦之公政。至于智慧本身,我们当提及至今大众仍在使用且源自你们的法律,还是当提及言辞?而在言辞之中,当论及修辞学、辩证法、诗歌还是其他著作?若你愿意,又当论及诗歌的何种体裁?因为无论你将何者列于首位抑或末位,对于这座城邦而言皆属第一流。 且再看战事之功:一方面是自身的争战,另一方面是为他人的拼搏;其后是本土的战绩,继之又是域外的战绩,无论是在希腊之地还是蛮族之地;而在这些战争本身之中所蕴含的,你当称赞其勇敢还是仁爱?盖因正如在同一源泉之中,无论你如何分划,万物流转终究再度汇聚交融,战争因求助者之急需而转化为恩德,并且

语法注3 条
  1. 184τῶν ἄλλων

    接续前一段落末尾“ἄριστα δὲ ἀπήλλαξε”(结局最好)的比较属格。此语补足并结束了前一句(“较之其余所有城邦结局最为优异”),随后以“ἐπὶ δὲ τῆς...”开启新句,论述雅典在第五帝国(罗马帝国)之下的首要地位。

  2. 184ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι

    在由 ὥστε 引导的结果从句中,ἄν 与不定词(συνεύξασθαι)搭配,表示潜势含义(相当于独立句中的希求法加 ἄν,即 οὐκ ἄν τις συνεύξαιτο,“以至于任何人都不易企求……”)。因属于不定词结构,否定词按规则采用 μή。

  3. 185ὅ τι γὰρ πρῶτον ἢ τελευταῖον εἴποις τῆς πρώτης ἐστὶ τῇ πόλει

    “τῆς πρώτης”为阴性单数属格,作表语属格(表示归属或等级,省略了如 τάξεως 等名词):“无论你先提还是后提何者,对这座城邦而言皆属第一流/最高等级”。上下文意指无论论及智慧与文学的哪一分支(修辞、辩证法、诗歌),在雅典都堪称翘楚。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:184-185