- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:182-183
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者称颂雅典言辞的普遍美德与至高地位,阐明雅典作为全人类共同的故乡,历来受到包括马其顿与罗马帝国在内的历代统治者的非凡尊崇。
Ἀθηναίων δυνάμει νενικήκασιν. εἰ δὲ δή τι καὶ τὸ καθʼ ἡμᾶς—τοῦτο νῦν ἐστι θεῶν ἵλεων ὄντων—καὶ τοῦτʼ εἰς ὑμᾶς ἀναφέρει, οὔκουν ξενίαν γʼ ἔστι τῶν λόγων καταγνῶναι·1 ὥσπερ γὰρ προειδυῖα ἐξ ἀρχῆς ἡ φύσις περὶ τῆς πόλεως ὅσον τοῖς ἔργοις προέξει τῶν ἄλλων, κατεσκευάσατο αὐτῇ πρὸς ἀξίαν τοὺς λόγους, ἵνα αὐτή τε κοσμοῖτο ὑπὸ τῶν ἑαυτῆς ἀγαθῶν κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτʼ ἔχοι μετὰ τῶν ἄλλων χαρίζεσθαι. πρότερον μὲν οὖν τοὺς καταφεύγοντας ἐφʼ ὑμᾶς τῶν Ἑλλήνων διεσώζετε, νυνὶ δʼ ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλλίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε, ἡγεμόνες παιδείας καὶ σοφίας ἁπάσης γιγνόμενοι καὶ πάντας ἁπανταχοῦ καθαίροντες. τῇ μὲν γὰρ τῶν Ἐλευσινίων τελετῇ τοῖς εἰσαφικνουμένοις ἐξηγηταὶ τῶν ἱερῶν καὶ μυσταγωγοὶ κέκλησθε, διὰ παντὸς δὲ τοῦ χρόνου πᾶσιν ἀνθρώποις τῶν εἰς τὸ μέσον εἰσφορῶν ἱερῶν ἐξηγηταὶ καὶ διδάσκαλοι καθεστήκατε· ἀνθʼ ὧν ἅπαντας ταῖς πρεπούσαις ἐπῳδαῖς ἐφέλκεσθε, οὐκ ἴυγγι ὑποκινοῦντες, ἀλλὰ τῷ καλλίστῳ τῶν φαρμάκων, τῷ λόγῳ, ὅπερ οἱ θεοὶ πάντων ἀντάξιον ἀνθρώπῳ μόνῳ τῶν ἄλλων ἐδωρήσαντο. ὥστε τὰς μὲν ἄλλας πόλεις, ἃς ἕκαστοι τιμῶσι, μετὰ τὴν ἑαυτῶν φαῖεν ἂν οἶμαι πατρίδα, ἐπὶ δὲ τῆς Ἀθηναίων ἀντέστραπται, καὶ πάντες οὐ τὴν ὑμετέραν εἴποιεν ἂν τιμᾶν μετὰ τὴν ἑαυτῶν, ἀλλὰ τὴν ἑαυτῶν μετὰ τὴν ὑμετέραν, ὡς ταύτην οὖσαν τὴν ὡς ἀληθῶς οἰκείαν καὶ προτέραν, καὶ οὐδʼ ἂν εἷς νεμεσήσαι. ὥσπερ γὰρ τοὺς θεοὺς καὶ πρὸ τῶν γονέων τιμᾶν νενόμισται, ὡς κοινοὺς ὄντας ἁπάντων γονέας τε καὶ εὐεργέτας, οὕτω τὴν κοινὴν πατρίδα τοῦ γένους πρὸ τῆς ἰδίας εὐσεβὲς τιμᾶν. ἄξιον τοίνυν καὶ τὸ τῆς αἰδοῦς εἰπεῖν ὅσον παρὰ πάντων ἐστί τε καὶ γέγονε τῇδε τῇ πόλει καὶ κατὰ πάντας ἀεὶ τοὺς χρόνους. οὐ γὰρ μόνον εὐθενούσης τῆς Ἑλλάδος ἠξιοῦτο τῶν πρωτείων, ἀλλὰ κἀν ταῖς μεταβολαῖς οὐδεμία ἐστὶν ἥτις ἐξ ἴσου ταύτῃ γεγένηται. φίλιππός τε γὰρ εὐτυχήσας τῇ περὶ Χαιρώνειαν μάχῃ τὴν μὲν Θηβαίων πόλιν εὐθὺς φρουρᾷ κατέλαβε, τὴν δὲ τῶν Ἀθηναίων οὐδʼ ἰδεῖν ὑπέμεινεν, ἀλλʼ ἔστη κατὰ χώραν αἰδοῖ τοῦ κρείττονος. καὶ σιωπῶ τὸν Ἀλέξανδρον, ὡς ἀεὶ πρὸς αὐτὴν ἔσχε θεραπευτικῶς. ἥ τε νῦν ἀρχὴ γῆς τε καὶ θαλάττης, εἴη δὲ ἀθάνατος, οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν,2 ἀλλὰ τοσαύτη τῶν τιμῶν ἐστιν ἡ περιουσία ὥστε τοσοῦτον ἑτέρως ἡ πόλις πράττει τὰ νῦν ὅσον οὐ πραγματεύεται.3 τὰ δὲ τῆς ἄλλης εὐδαιμονίας μικροῦ δεῖν παραπλήσιά ἐστιν αὐτῇ τοῖς ἐπʼ ἐκείνων τῶν χρόνων, ὅτʼ εἶχε τῆς Ἑλλάδος τὴν ἀρχὴν, καὶ προσόδων ἕνεκα καὶ προεδρίας καὶ τοῦ παρὰ πάντων συγκεχωρηκότος. ὃ δὲ πάντων θεοφιλέστατον, ὅτε μὲν γὰρ ἤνθει τὰ τῶν Ἑλλήνων, διετέλει καὶ Ἕλληνας καὶ βαρβάρους νικῶσα, ὧν δὲ μόνων ἔδοξεν ἔλαττον ἔχειν ἐν τοῖς ὕστερον, τούτων τοσούτῳ κάλλιον ἀπήλλαξε καὶ εὐτυχέστερον εἰς τέλος, ὥστε τῶν μὲν αἱ πόλεις ἀπολώλασιν, ὅσαι δὲ καὶ λοιπαὶ, τῷ τῆς ἀρχῆς ἄγονται νόμῳ καὶ φόροις καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὑποκείμεναι ὑποτελεῖς· ἡ δʼ οὐ τοσοῦτον ἠλαττώθη τότʼ οὐδʼ εἰς τοσοῦτον τοῦ χρόνου ἐξ ὅσου καὶ ὅσῳ μέχρι τοῦδε οὐ μόνον πρὸ ἐκείνων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων τετίμηται. δῆλον δέ· Πέλλῃ μὲν γὰρ οὐδεὶς ἂν φιλοτιμοῖτο πατρίδι οὐδὲ Αἰγαῖς, Ἀθηναῖος δὲ οὐδείς ἐστιν Ἑλλήνων ὅστις οὐκ ἂν εὔξαιτο μᾶλλον ἢ τῆς ὑπαρχούσης πόλεως πολίτης γεγονέναι. οὐ μόνον δὲ τὰ τῶν ἰδιωτῶν οὕτω πρεσβεύουσι τὰς Ἀθήνας, ἀλλὰ καὶ πόλεις αἱ μὲν ὡς ἀληθῶς ἐνθένδε καὶ παρʼ ὑμῶν οἰκισθεῖσαι ἥδιον ἂν ὡς ἀφʼ ὑμῶν εἰσιν εἴποιεν ἢ τὴν ἴσην ὑμῖν κτήσαιντο δύναμιν, αἱ δὲ κύκλῳ περιέρχονται ζητοῦσαι τρόπον τινὰ εἰς ὑμᾶς ἀνενεγκεῖν. ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν, μὴ γένοιτο δὲ πλειόνων· τούτων δʼ ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων, εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον· ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πόλις· τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν· ἐν δὲ τῇ τετάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δὲ ἀπήλλαξε
乃是凭借雅典人的力量赢得了胜利。如果我们的努力确实也有某种价值——而这如今也是承蒙神恩眷顾——且将此归功于你们,那么绝不能指控这些言辞具有外邦血统。盖因仿佛造化从一开始便预知了这座城邦在事迹上将如何超越其他城邦,便为她预备了相称的言辞,以便她既能以自身的善物来装饰自己,又能在其他任何人有所需求时,得以将此物与其余的善物一同施予他人。往昔,你们护佑那些投奔你们的希腊人;而如今,你们全然以最美好的恩惠托举起全人类与所有的部族,成为全般教化与智慧的引导者,并净化各处的每一个人。因为在厄琉息斯的秘仪中,你们被称为到来之人的圣事解说者与引秘人,而在所有时代中,你们对全人类而言更是为了公共利益所奉献的神圣教诲的解说者与导师。为此,你们用恰如其分的咒语吸引众人,并非用魔鸟转轮来摇动人心,而是凭借最美好的良药,即言辞;这是诸神在一切受造物中单单赐予人类的、足以抵偿万物的恩典。因此,对于人们各自尊崇的其他城邦,我想他们会说仅次于自己的祖国;但面对雅典人的城邦,这一顺序却颠倒了过来,所有人都不会说把你们的城邦置于自己城邦之后,而是说把自己的城邦置于你们的城邦之后,仿佛此邦才是真正亲近而首要的故乡,对此绝无一人会心生愤懑。因为正如人们习惯于将诸神尊崇于父母之前一样——因神明乃是万民共同的父母与恩人——同样地,将人类共同的祖国尊崇于私人的祖国之前,方合虔敬之道。 因此,亦值得谈及所有人自古以来在所有时代对这座城邦所怀有的敬意是何等巨大。盖因不仅在希腊繁盛之时她被认为配享首位,即便在世局变迁之中,亦无任何城邦能与她平起平坐。腓力在喀罗尼亚战役中得势之后,立即以守备军占领了忒拜人的城邦,但对雅典人的城邦却甚至不敢正视,反而出于对崇高者的敬畏而止步不前。至于亚历山大,他始终对她表现得何等尊奉,我且略去不谈。而如今统领大地与海洋的帝国——愿其永恒不灭——亦不拒绝以导师与抚育者的身份来尊崇雅典;相反,所赋予的荣宠是如此丰厚,以至于城邦当下的境况相较于往昔,唯一的差别仅在于不再承担繁杂的纷扰政务。至于在其余的幸福福分方面,她几乎与当年执掌全希腊霸权之时相差无几,无论在岁入、首席之位,还是在万人公认的尊荣方面皆是如此。而最蒙神眷顾之事在于:当希腊诸邦昌盛之时,她不断战胜希腊人与蛮族;而唯独在后世之中她似乎稍处下风的那些对象,她最终却比他们结局更为体面且更为幸运,以至于那些对手的城邦有些已然消亡,其余尚存者亦受制于帝国的法令,作为纳贡者承担租税及其他强制义务;而雅典当时既未曾衰落至何等程度,其沦落的时间与迄今为止不仅超越他们、更超越所有其他城邦而备受尊崇的岁月和程度相比,亦微不足道。这是显而易见的:因为绝无任何人会以佩拉或埃盖为祖国而自豪,而在希腊人中,绝无一人不宁愿自己生为雅典公民,而非生为自己现有城邦的公民。不仅私人如此尊奉雅典,各城邦亦然:那些真正由当地源出并由你们建立的殖民城邦,宁可宣称自己源于你们,也不愿获得与你们对等的权力;而其余城邦则四处奔走,极力寻求某种方式将自身世系归溯于你们。再者,记载中有五大帝国——但愿不要更多了!在其中最古老的亚述帝国统治时期,便有了这座城邦最早的事迹,凡神圣的传说皆落于这一时期;在第二帝国时期,城邦崛起;第三帝国则自始至终被她战胜;而在第四帝国统治下,唯独她坚守了下来,并取得了最好的结局。
- 182οὔκουν ξενίαν γʼ ἔστι τῶν λόγων καταγνῶναι
动词 καταγιγνώσκω 遵循“判处/宣告(属格的人或事物)具有(宾格的罪名)”的句式。此处 τῶν λόγων 为属格对象,ξενίαν 为宾格罪名,意为“不能判处这些言辞犯有外邦人身份(ξενία)之罪”。这是一个法庭隐喻:尽管演说者本人非雅典本土出身(来自小亚细亚),但他所操的雅典式言辞完全归属于雅典,因而不可被控以外邦籍贯之罪。
- 183οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν
表示拒绝的动词 ἀναίνομαι 处于否定形式(οὐκ ἀναίνεται)之下,随后引出加强型双重否定连词 μὴ οὐ(μὴ οὐκ)加不定式 κοσμεῖν。在古典希腊语中,当表达妨碍、拒绝或否认的动词被否定时,其补足语常使用 μὴ οὐ + 不定式,从而强化肯定意义(“绝不拒绝以导师和抚育者的身份来尊崇雅典”)。短语 ἐν ... μέρει 为“以……的身分/资格”之习用表达。
- 183τοσοῦτον ἑτέρως ἡ πόλις πράττει τὰ νῦν ὅσον οὐ πραγματεύεται
由相关词 τοσοῦτον ... ὅσον(“仅在如此程度上……正如”)构成的限制性比较结构。短语 ἑτέρως πράττει 意为“处境有所不同”(与过去相比)。它与带有否定的从句 ὅσον οὐ πραγματεύεται 相结合,表明雅典如今与往昔唯一的不同,仅仅在于不再需要操心繁忙政务(帝国治理与战争琐务)。
