← 阿里斯·台德斯

泛雅典娜节演说

§180-181

雅典语言与文明赢得的不流血胜利

演说者论述道,雅典真正的伟大之处不在于军事征服或领土统治,而在于其语言、文化与教养所赢得的不流血的胜利,希腊人与外邦人皆自愿归顺于这一文明霸权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§180

καὶ περὶ μὲν τούτων ἱκανά. ὧν δʼ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γʼ ἡμεῖς σύνισμεν, ἐν ταῖς κοιναῖς εὐφημίαις ἐμνήσθη, ταῦτʼ οὐ πρὶν εἰπεῖν παύσομαι.1 καὶ γὰρ ὥσπερ οὐ θεμιτόν μοι φαίνεται λόγοις τὰς πράξεις κοσμοῦντα τοῦ κατʼ αὐτοὺς τοὺς λόγους μέρους παρελθεῖν τὴν μνείαν.2 μόνοι γὰρ ἁπάντων ἀνθρώπων, τὸ λεγόμενον δὴ τοῦτο, ἀναίμακτον τρόπαιον ἐστήσατε, οὐκ ἀπὸ Βοιωτῶν οὐδʼ ἀπὸ Λακεδαιμονίων οὐδὲ Κορινθίων, ἀλλʼ ἀπὸ τῶν ὁμοφύλων ἁπάντων, —λέγω δὲ οὐχ ὡς ἄν τις Ἕλληνας προσείποι πρὸς βαρβάρους ἀντιδιαιρούμενος, ἀλλʼ ἀπὸ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων—καὶ νίκην ἀνείλεσθε ἔντιμον καὶ μεγάλην κατὰ παντὸς τοῦ χρόνου, οὐ κατὰ τὴν ἐν Τανάγρᾳ μάχην τὴν ἀμφισβητήσιμον οὐδὲ μὰ Δία κατὰ τὴν ἐν Μαραθῶνι τὴν τοσοῦτον νικῶσαν, ἀλλʼ ὡς ἀληθῶς τὴν πρέπουσαν ἀνθρώπῳ καὶ διηνεκῆ καὶ ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβές. ἅπασαι γὰρ αἱ πόλεις καὶ πάντα τὰ τῶν ἀνθρώπων γένη πρὸς ὑμᾶς καὶ τὴν ὑμετέραν δίαιταν καὶ φωνὴν ἀπέκλινε. καὶ οὐ φρουραῖς ἐγκαθεστηκυίαις ἡ δύναμις τῆς πόλεως συνέχεται, ἀλλὰ πάντων ἐξεπίτηδες τὰ ὑμέτερα ᾑρημένων καὶ εἰσποιούντων ἑαυτοὺς, ὡς δυνατὸν, τῇ πόλει, συνευχομένων καὶ παισὶ καὶ ἑαυτοῖς τοῦ παρʼ ὑμῖν καλοῦ μεταλαβεῖν· καὶ οὔτε Ἡρακλέους στῆλαι κωλύουσιν οὔτε Λιβύης κολωνοῖς ταῦτα ὁρίζεται, οὐδʼ αὖ Βοσπόρῳ ὁποτέρῳ βούλει, οὐδὲ στενοῖς Συρίας καὶ Κιλικίας, ἀλλὰ πᾶσαν τὴν γῆν τύχῃ τινὶ θείᾳ ζῆλος ἐπέρχεται τῆς ὑμετέρας σοφίας καὶ συνηθείας, καὶ ταύτην μίαν φωνὴν κοινὴν ἅπαντες τοῦ γένους ἐνόμισαν, καὶ διʼ ὑμῶν ὁμόφωνος μὲν πᾶσα γέγονεν ἡ οἰκουμένη, ἴδοις δʼ ἂν καὶ τοὺς ἡνιόχους καὶ τοὺς νομέας καὶ τοὺς ἀπὸ τῆς θαλάττης ζῶντας καὶ πάντα ὅσα ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ χώρας τῆς παρʼ ὑμῶν φωνῆς ἐχομένους καὶ πειρωμένους τῆς γῆς ἀνθάπτεσθαι, καθάπερ τοὺς νεῖν ἀδυνάτους. ταύτην ἐγώ φημι τὴν μαρτυρίαν, ὦ Λακεδαιμόνιοι καὶ πάντες Ἕλληνες, καὶ παρʼ ὑμῶν αὐτῶν καὶ τῶν παρʼ ὑμῖν πρώτων διαφερόντως εἰσέτι νῦν ἐφʼ ἑκάστῃ ἡμέρᾳ τελεῖσθαι τῇ πόλει τῆς νίκης· οἳ τὰς μὲν πατρίους φωνὰς ἐκλελοίπασι καὶ καταισχυνθεῖεν ἂν καὶ ἐν σφίσιν αὐτοῖς διαλεχθῆναι τὰ ἀρχαῖα παρόντων μαρτύρων· πάντες δὲ ἐπὶ τήνδε ἐληλύθασιν ὥσπερ ὅρον τινὰ παιδείας νομίζοντες. ταύτην ἐγὼ τὴν μεγάλην ἀρχὴν καλῶ τὴν Ἀθηναίων, οὐ τριήρεις διακοσίας, ἢ πλείους, οὐδʼ Ἰωνίαν, οὐδʼ Ἑλλήσποντον, οὐδὲ τὰ ἐπὶ Θρᾴκης, ἃ μυρίους μεταβέβληκεν ἄρχοντας. τοσοῦτον γὰρ τὸ διάφορον τῶνδε τῶν λόγων πρὸς ἅπαντας τοὺς ἄλλους ἐξ ἀρχῆς τε ἦν καὶ ἔτι μᾶλλον ἐξεφάνη τῷ χρόνῳ, ὥστʼ οὐ μόνον ἐκλελοιπότων σχεδὸν ἤδη τῶν ἄλλων οἵδε τοσοῦτον ἀνθοῦσιν, ἀλλὰ καὶ φήσειεν ἄν τις ἁπάσας τὰς τῶν ἄλλων φωνὰς καὶ μὴ ὅτι βαρβάρων, ἀλλʼ αὐτῶν τῶν Ἑλλήνων3 τοῖς τῶν ψελλιζομένων παίδων ῥήμασι προσεοικέναι ὡς τῇ παρʼ ὑμῶν παραβαλεῖν.4 μέχρι μὲν γὰρ δυοῖν καὶ τριῶν ῥημάτων κἂν ἀκούοι τις κἂν τέρποιτο ὥσπερ ἐν παιδιᾷ, τὸ δὲ λοιπὸν κόρος ἤδη καὶ πάντα ἐλέγχεται· μόνη δὲ ἥδε πάσαις μὲν πανηγύρεσι, πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος, ἔτι δὲ ἅπασι καὶ καιροῖς καὶ τόποις ἀρκεῖ καὶ διʼ ἴσου πρέπει· δύο γὰρ τὰ πρῶτα σχεδὸν ὡς εἰπεῖν κέκτηται μόνη, σεμνότητα λέγω καὶ χάριν. ἀλλὰ μὴν τοῦ γε διὰ πάντων ἀγῶνος καὶ τόνου καὶ δρόμου καὶ κράτους τίς ἂν οἷός τʼ εἴη πλησίον ἐλθεῖν, ἑτέραν κομίζων γλῶτταν, καὶ οὐχ ὡς ἀληθῶς παῖς ἀνδρὸς ἡττηθεὶς ἄπεισιν, ἵνʼ εὐπρεπῶς εἴπω; καὶ γάρ τοι πᾶσα μὲν ποίησις ἡ παρʼ ὑμῶν ἀρίστη καὶ τελεωτάτη, καὶ ὅση σεμνότητος καὶ ὅση χαρίτων προέστηκεν. εἰ δὲ δεῖ καὶ τῆς Ὁμήρου μνησθῆναι, μετέχει καὶ ταύτης τῆς φιλοτιμίας ἡ πόλις, οὐ μόνον διὰ τῆς ἀποίκου πόλεως, ἀλλʼ ὅτι καὶ ἡ φωνὴ σαφῶς ἐνθένδε. ἅπαντες δὲ οἱ λόγοι διὰ πάντων τῶν εἰδῶν οἱ παρʼ ὑμῖν ἄριστοι καὶ οὓς οἱ παρʼ ὑμῶν ἐποίησαν, καὶ σχεδὸν οἱ διὰ πάντων ἐν Ἕλλησι νικήσαντες ἅπαντες τῇ τῶν

关于这些,言尽于此即可。然而,据我们所知,迄今为止在共同的颂词中尚无人提及之事,若不言明,我绝不罢休。盖因依我看来,一个用言辞赞颂事迹的人,若忽视了涉及言辞本身的那部分而略过不提,便是不合天理的。因为在全人类之中,唯独你们如常言所道的那样,树立了一座未流血的战胜纪念碑;这并非战胜波奥提亚人、拉刻代蒙人或科林斯人,而是战胜了所有的同胞——我所指的并非将希腊人与蛮族相对立而称呼的意义,而是战胜了整个人类的共同种族——你们赢得了一场跨越所有时代的尊贵而伟大的胜利,这胜利不像塔纳格拉那场存有争议的战役,凭宙斯起誓,也不像马拉松那场取得压倒性胜利的战役,而是真正适合人类的、恒久绵延的、且称之为宙斯之子方合虔敬之道的胜利。因为所有的城邦和全人类的一切族群,皆已归向你们、归向你们的生活方式与语言。城邦的权威并非依靠驻扎的要塞卫戍部队来维系,而是因为所有人皆刻意选择你们的风范,尽可能将自身归入此城邦,并为子孙及自身共同祈求能分沾你们那里的美好教养。无论赫拉克勒斯之柱不能阻挡,利比亚的山丘不能加以限制,两个博斯普鲁斯海峡中的任何一个,抑或叙利亚与基利家的狭隘隘口皆不能使其受限;相反,由于某种神意般的机运,对你们的智慧与风习的慕求之情已席卷整个大地,众生皆将此视为全人类唯一的共同语言;因着你们,整个有居民的世界已化为同一种声音。人们随处可见驭手、牧人、靠海为生之人,以及生活在城邦与乡村的各个部族,皆紧紧抓住来自你们的语言,并极力去攀附陆地,恰如不谙水性之人一般。拉刻代蒙人啊,全体希腊人啊,我断言,正是这一胜利的见证,时至今日依然每一天皆由你们自己、特别是你们当中的首要人物,卓异地呈献给这座城邦。他们已然抛弃了祖传的方言,若有见证人在场,彼此用古老的方言交谈甚至会自惭形秽;所有人皆归向了这种语言,视其为教养的准则。这便是我所称的雅典人的伟大统治,而非两百艘或更多的三列桨座战船,非爱奥尼亚,非赫勒斯滂,亦非转手过上万名统治者的色雷斯一带。盖因从一开始,雅典的言辞相较于其余一切言辞的卓绝之差便是如此巨大,且随时间的推移愈发彰显,以致不仅在其他语言几近消亡之时唯独它如此繁荣,而且人们甚至可以说,若与来自你们的语言相比,其余一切语言——休提蛮族之语,即便希腊人自身的语言——亦皆如同结巴孩童的牙牙学语。盖因听闻两三个词句,人们或许尚能聆听,并如游戏般取乐,但若再多,便立生厌倦,一切皆显形见绌。唯有这一语言足以相称于一切节庆大典、一切集会与议事厅,更能满足并平等适宜于一切时机与场所;盖因几乎可以说,唯有它兼具两项首要的特质,我指的是崇高与优雅。倘若操着另一种语言,谁人能够接近那贯穿全局的竞逐、张力、奔趋与力量,而又不至于真像孩童败给成人那样离去——若要说得文雅一些的话?事实上,你们那里的一切诗歌皆是最上乘、最完美的,无论是彰显崇高的,抑或展现优美的皆然。若必须提及荷马的诗篇,我邦亦分享着这一荣耀,这不仅是通过所建的殖民城邦,更因为那语言显然源于此处。而在所有门类中,你们那里的一切言辞,以及你们当中的人士所创作的言辞,皆是最优秀的;且几乎在希腊人中赢得了所有胜利之人,皆在……

语法注4 条
  1. 180ὧν δʼ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γʼ ἡμεῖς σύνισμεν, ἐν ταῖς κοιναῖς εὐφημίαις ἐμνήσθη, ταῦτʼ οὐ πρὶν εἰπεῖν παύσομαι

    关系从句 ὧν ... ἐμνήσθη 的先行词是后置的指示代词 ταῦτα。关系代词 ὧν 受表示“提及、忆及”的动词 ἐμνήσθη 支配而作属格,而主句中的 ταῦτʼ 则作为不定式 εἰπεῖν 的直接宾语,构成 οὐ πρὶν εἰπεῖν παύσομαι(在说完之前绝不罢休)的主干。

  2. 180ὥσπερ οὐ θεμιτόν μοι φαίνεται λόγοις τὰς πράξεις κοσμοῦντα τοῦ κατʼ αὐτοὺς τοὺς λόγους μέρους παρελθεῖν τὴν μνείαν

    宾格分词 κοσμοῦντα 作不定式 παρελθεῖν 的逻辑主语(在 οὐ θεμιτόν μοι φαίνεται 的非人称结构中,以宾格指代泛指的人或演说者自身)。属格短语 τοῦ κατʼ αὐτοὺς τοὺς λόγους μέρους 作为客体属格修饰 τὴν μνείαν(提及)。

  3. 181καὶ μὴ ὅτι βαρβάρων, ἀλλʼ αὐτῶν τῶν Ἑλλήνων

    惯用省略短语 μὴ ὅτι 意为“休说……,不仅……”,在此修饰 ἁπάσας τὰς τῶν ἄλλων φωνὰς,构成“不仅蛮族,甚至希腊人自己”的递进表述。

  4. 181ὡς τῇ παρʼ ὑμῶν παραβαλεῖν

    连词 ὡς 连同不定式 παραβαλεῖν 构成表示限制或条件的副词性结构(“若与……相比”)。与格短语 τῇ παρʼ ὑμῶν(省略了 φωνῇ)受动词 παραβάλλω 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:180-181