← 阿里斯·台德斯

泛雅典娜节演说

§178-179

雅典作为全希腊庇护者的功绩

演说者历数雅典粉碎西西里僭主狄奥尼修斯的野心、奋力抗击腓力、甚至出兵救援昔日敌对城邦的历次战争,以及希波战争后宽宥附逆城邦的仁惠举措,论证了雅典作为全希腊共同庇护者的崇高地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§178

ἐπεσφραγίσατο, Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου, πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος εἰς νοῦν ἐμβαλλομένου ἐπιθέσθαι τῇ Ἑλλάδι, τῷ μήκει τῶν πολέμων κεκακωμένῃ, καὶ τοῦτο μὲν τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους τεθεραπευκότος ἐκ πολλοῦ, τοῦτο δὲ τὸν Περσῶν βασιλέα καλοῦντος, καὶ τοῦ πράγματος ἤδη ζέοντος, ἔσχον τὴν πεῖραν1 Ἀθηναίων στρατηγοὶ δύο, ὁ μὲν τὰς ἀπὸ Σικελίας ναῦς προσπλεούσας ἁπάσας λαβὼν αὐτοῖς ἀνδράσιν,2 ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καὶ τὴν θάλατταν διʼ αὑτοῦ ποιησάμενος. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο, οὐ πλοῦτον ἐθαύμασεν, οὐκ ἀσφάλειαν, οὐχ ἡδονὰς ἀντὶ τῶν δικαίων ἠλλάξατο, ἀλλʼ ὥσπερ ἅπασι πεφυκυῖα ζῆν οὕτως ἑαυτὴν ἤγαγε. καὶ γάρ τοι πάντες, ὅσοι τῆς Ἑλλήνων ἀρχῆς ἐπεθύμησαν τῇ πόλει πολεμοῦντες διεγένοντο. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων, τοὺς δʼ ἐλπίσι καὶ δωρεαῖς αὑτῷ συμπράττειν ἔπεισε· πρὸς δὲ τὴν πόλιν πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν, ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν. ἡ δὲ ἕως μὲν ἐξήρκει, τοὺς μὲν ἐξῃρεῖτο, τοῖς δʼ ἐν πατρίδος μοίρᾳ κατέστη, πάντων δὲ ὥσπερ μήτηρ ὑπὲρ παίδων προὔκαμε, μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε καὶ συνεσκίασε τὰς κατεχούσας τότε συμφοράς· ἐπεὶ δʼ ἔκλινε τὰ πράγματα, οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ, ἀλλʼ ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι καὶ τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστίν. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο. ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθʼ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. τοσοῦτον δʼ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι· τέτταρας ὡς διελέσθαι γένει πολέμους3 ἡ πόλις πεποίηται, τοὺς μὲν αὑτῆς ἰδίους, τοὺς δʼ ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος, τοὺς δʼ ὑπὲρ τῶν ἐν μέρει δεηθέντων, κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφʼ ὧν ἠδίκητο καὶ οἷς ἐγκαλεῖν εἶχεν ἐκ τῶν πρόσθεν. φημὶ τοίνυν ἐγὼ τουτὶ μόνον τὸ σχῆμα τοῦ πολέμου πάσας ὁμοῦ τὰς Ἑλληνικὰς πράξεις ἐλέγχειν ὑστέρας οὔσας. πλείους γάρ εἰσιν οὓς ἡ πόλις ἀγνωμονήσαντας εἰς αὑτὴν ἔσωσεν ἢ ὅσοις μᾶλλον χάριν εὖ ποιήσασιν ἀπεμνημόνευσε, λέγω δὴ Θηβαίους ἀπὸ Λακεδαιμονίων, Κορινθίους ἀπὸ Λακεδαιμονίων, Λακεδαιμονίους ἀπὸ Θηβαίων, Εὐβοέας ἀπὸ Θηβαίων, ὅτε διττῆς ἀρετῆς δείγματα ἐξήνεγκε, τοῖς μὲν τὰς πόλεις φυλάξασα καὶ τὴν χώραν ὑφʼ ὧν ἀπεστέρητο τὴν αὑτῆς, τοὺς δʼ ὡς ἐκράτησεν ὑποσπόνδους ἀφεῖσα, αὖθις Εὐβοέας ἀπὸ Φιλίππου, Βυζαντίους, Περινθίους, Χερρονησίτας, Χαλκιδέας τὸ καθʼ αὑτὴν, ἑτέρους μυρίους. ἀνθʼ ὧν εἰ χρῆν ὥσπερ ἰδιώτου πόλεως εἰκόνα ποιήσασθαι, τῆς Ἀθηναίων προσῆκε μόνης καὶ τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος. ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦθʼ ἡ πόλις πᾶσι κοινῇ γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις, τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλλίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις. ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται, οὐδενὸς δʼ ἧττον ἐμφανίζει τί ποτʼ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα, ἐν μὲν τοῖς ἄνω λόγοις ἡμᾶς διέφυγε, νῦν δʼ ἴσως οὐ χεῖρον ἀποδοῦναι. γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους, ἐὰν κρατήσωσι τῶν βαρβάρων, ἀνελεῖν τοὺς μηδίσαντας, ἐπειδὴ παρῆλθον οἱ κίνδυνοι, τῆς ἔχθρας ἐπελάθοντο. καὶ Λακεδαιμονίους ὡρμημένους ποιεῖν τὰ δεδογμένα διεκώλυσαν, ὁρῶντες τῶν πόλεων τὸ πλῆθος, αἷς ἔμελλεν ἡ Ἑλλὰς ἐλάττων γενήσεσθαι·4 οὕτως οὐ μόνον τῷ κοινῷ γένει τῶν Ἑλλήνων, ἀλλὰ καὶ τοῖς ἐξ ἀρχῆς ἁμαρτοῦσι καὶ εἰς αὑτὴν καὶ εἰς τοὺς Ἕλληνας ἐλυσιτέλησεν ἀεὶ δή ποθʼ ἡ πόλις, καὶ ὅσα ἐνίκησεν ἀκριβῶς ὑπὲρ ἁπάντων ἐνίκησε.

确立了印记。当西西里的僭主、兼辖意大利诸多城邦的狄奥尼修斯起意进攻因长期战争而疲弊的希腊,且一方面早已笼络与希腊人为邻的蛮族,另一方面又遣使招引波斯国王,事态已然沸腾之际,雅典的两位将军遏制了这一企图:一人将自西西里驶来的战船连同船员尽数俘获,另一人则在莱夫卡斯海战中击溃拉刻代蒙人,将制海权收归己手。因为在诸邦之中,唯有雅典未曾引狼入室招入僭主,未曾艳羡财富,亦未曾以正义换取苟安或享乐,而是宛若生来便为全人类而活一般自律行事。正因如此,凡图谋统治希腊之人,终其一生皆在与我邦交兵。即便腓力,对其他希腊人或轻视蔑视,或以期许和赠礼诱其协同行事;唯独对我邦,他自始至终征战不休,仿佛在履行某种无可逃避的宿命。而城邦只要力所能及,便救拔某些邦国,对另一些邦国则视如本土予以庇护,更如慈母护子般为所有人操劳受尽辛苦;唯独它捍卫了希腊的象征,遮蔽了当时笼罩一切的灾难。及至局势倾颓,腓力便再无阻碍,这明明白白地昭示:我邦的胜利即是希腊人的胜利,我邦的挫折即是全体希腊人的挫折。因为直到我邦接受和约之前,各邦从未将霸权拱手让予腓力。尽管关于其后的岁月我尚有许多可言之处——未曾闻见的战役、惊人的壮举、非凡的坚忍——但我深知时限已不敷使用。在关于这些论题的陈述中,我仅再补充一点便行结束:若依类别划分,城邦共进行了四种战争——自身的战争、为了希腊共同利益的战争、以及为了个别求援者所进行的战争;而在这些求援者本身之中,亦包含曾经侵害过我邦、我邦早有理由加以声讨之辈。因此我断言,仅凭这种战争模式本身,便足以证明希腊其余的一切功业皆瞠乎其后。因为城邦拯救那些对自己背信弃义之人,其数量远多于因曾行善而得〔城邦〕报答恩情之人:我指的是从拉刻代蒙人手中拯救底比斯人,从拉刻代蒙人手中拯救科林斯人,从底比斯人手中拯救拉刻代蒙人,从底比斯人手中拯救优卑亚人——彼时城邦展现了双重美德的明证:一方面为优卑亚人保全了城池与疆土,尽管自己的土地正是被他们所剥夺;另一方面在击败底比斯人后,允许其立约退兵予以释放;其后又从腓力手中再次拯救优卑亚人,拯救拜占庭人、珀林托斯人、色雷斯赫索尼索斯人,就其力之所及拯救卡尔基斯人,以及其他无数之人。因着这些,倘若必须如同为个人塑像那般为一座城邦立像,唯有雅典当获此殊荣,且当如全希腊共同的神圣雕像般受到敬仰。因为雅典之于所有希腊人在危难之时,正如市政厅之于城邦一样,城邦所提供的颂扬题材,向来远比战胜纪念碑与铭文更加优美。 再者,有一件并非发生于危难之中、却绝不亚于任何战功而昭示雅典的精神实质究竟为何的事迹,在前文的叙述中被我们遗漏了,如今在此道出亦未尝不可。盖因雅典人曾与拉刻代蒙人订立盟约,约定若战胜蛮族,必诛灭附逆波斯之人;然而及至危难过去,雅典人便忘却了仇怨。他们阻止了意欲执行既定决议的拉刻代蒙人,因其看到城邦数量何其之多,一旦诛灭,希腊必蒙受不可挽回的削弱。由此可见,城邦始终不仅有益于希腊人的共同群体,亦有益于那些起初向它自身及向希腊人犯下罪愆之人;而它所赢得的一切胜利,不折不扣全是为了所有人的胜利。

语法注4 条
  1. 178ἔσχον τὴν πεῖραν

    动词 ἔχω 与名词 πεῖρα(“企图”、“进犯之举”)构成的习惯搭配,意为“遏制了其企图”或“挫败了其进犯”。πεῖρα 指狄奥尼修斯侵犯希腊的图谋,ἔχω 在此表遏制、抑止之意。

  2. 178αὐτοῖς ἀνδράσιν

    代词 αὐτός 与名词与格连用构成的伴随与格(dativus sociativus)习惯表达,意为“连同船员一起”、“人船俱获”,表明不仅捕获了舰船,亦将船上兵员及桨手悉数俘获。

  3. 178τέτταρας ὡς διελέσθαι γένει πολέμους

    不定式短语 ὡς διελέσθαι 为限制性用法(“若依类别划分”)。虽然紧随其后的列举表面上只有三项(自身专属的战争、为全希腊共同利益的战争、为个别求援者的战争),但数词 τέτταρας(“四种”)表明演说者在逻辑上将求援者中“曾侵害过雅典之人”(κἀν τούτοις αὐτοῖς...)视作一种独特的第四类战争。

  4. 179αἷς ἔμελλεν ἡ Ἑλλὰς ἐλάττων γενήσεσθαι

    与格关系代词 αἷς 指代先行词 τῶν πόλεων τὸ πλῆθος(“城邦数量之多”),作手段或原因与格(或具夺格意义),修饰形容词比较级 ἐλάττων(“藉由[失去]这些城邦,希腊势必削弱”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:178-179