- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:176-177
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出统治的本质本就基于强者的优越而非绝对平等,并以密提林事件的悔改及拯救希腊诸邦的无数功绩为例,论证雅典的统治何其节制与宽仁。
ἀπὸ τοῦ ἴσου γίγνεται. ὥστʼ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων1 πάσας ἀρχάς τε καὶ δυνάμεις ἁπλῶς· ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. εἶθʼ ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν, ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἀλλʼ ᾕρηνται κρείττους εἶναι. ἀλλʼ οἶμαι ταῦτʼ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων καὶ τὸν ἥλιον οὐχ ἑορακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι.2 εἰ δʼ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμὸς, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις, ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντινοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην ἢ τὸν τῶν Ἀθηναίων ἔστι δῆμον εὑρεῖν. φανήσεται γὰρ ἃ μὲν διαφερόντως ἐβουλεύσατο ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δʼ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθεὶς καὶ σχεδὸν αὐτὸς αὑτῷ τῶν ἐγκλημάτων αἴτιος γεγονώς. πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντας χρησάμενος καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος ἢ δυναστείας νόμῳ κατέχων, ταυτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν· οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρʼ ἐνίων ἔτυχεν, ἀλλʼ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτʼ εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν· εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρʼ ἀξίαν ὑβρίσαντας εἰς αὐτὸν, τοὺς δʼ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; οἶμαί γε τοῖς τὴν ἀνάγκην παρασχοῦσιν· ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον αὐτὸ τοῦτʼ ἔχοντες ἐπαρθῆναι καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδʼ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σώζειν. δῆλον δέ· ἃ γὰρ περὶ Μυτιληναίων μετέγνωσαν τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο, ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν τῆς πόλεως ἦν μόνης καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει.3 θαυμάζω δὲ εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοὶ τὰ ἔργα διʼ οἵων καὶ ὅσων ἀπολελόγηται περὶ τούτων. καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλʼ ὅσων ἀγαθῶν αἴτιοι γίγνονται θαυμάζομεν, τὴν πόλιν δʼ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλʼ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν, οὐδʼ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; οὐκ οἴομαί γε. ὥσπερ ἂν εἴ τις καὶ τῶν θεῶν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, κἂν εἴ τι σεισθῇ, τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας αὐτῶν ἀμελήσας σκοπεῖν. ἡ τοίνυν πόλις Σκιωναίους μὲν ἀνέστησε, τοὺς δʼ Ἕλληνας ἅπαντας καὶ κοινῇ καὶ καθʼ ἑκάστους ἔσωσε, καὶ ταῦτα μυριάκις. ἡδέως δʼ ἂν πυθοίμην τῶν ῥᾳδίως ἀξιούντων αὑτοὺς τὰ τηλικαῦτα κατηγορεῖν τίνας τοιούτους αὐτὴν ἀναστάτους ποιῆσαί φασιν οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαίους, ἢ τίνων τείχη καθελεῖν οἷα Κορινθίοις ἀνέστησεν, ἢ τίνας τοιούτους ἀνελεῖν οἵους διετήρησε Λακεδαιμονίους καὶ τὰς μετʼ ἐκείνων πόλεις, ἄλλοις τε πολλοῖς παλαιοῖς καὶ καλοῖς ἔργοις, καὶ τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν ἀρίστῃ τῶν Ἑλληνικῶν, οἶμαι δὲ καὶ τῶν μνημονευομένων, ἱππομαχίᾳ. ὃ δʼ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων ἐκείνων ἐστὶ καὶ ὃ πάσας τῇ πόλει καὶ τὰς ἄνω καὶ τὰς τότε πράξεις
从平等中产生的。因此,如果有人对正义之事吹毛求疵,宁愿做一个诡辩家也不肯顺应事物的本性,他大可干脆一笔勾销所有的统治与权柄;因为所有这些都处于强者的法则之中。接着,他凭着所谓的智慧甚至会追溯到诸神,向他们问难,宣称即便诸神与凡人交往也不是平等的,而是自居为强者。但在我看来,这是只配居于阴暗角落之人、以及从未见过太阳之人的论调,而太阳正是夺去了其他星辰的光芒。 然而,如果一切统治权与显赫地位都必然伴随着此类情况,且统治的法则便是绝不与属民居于同等地位受审判,那么,唯有当有人能指出任何其他希腊势力或蛮族王国在使用扩张和强求之权上比雅典人民更为克制时,他才算赢得了论辩而离去。因为事实将表明,城邦以卓越的明智所做出的决定,皆具备一个最优秀之人的品格;而在某些人所指控的那些事上,城邦并非出于人类共同的劣根性而犯错,而是顺应了统治的内在必然;它在起初虽以实力确立统治,却因仁爱而自愿舍弃了统治中令人畏惧的威压,结果几乎是自己造成了针对自身的怨谤。因为城邦对所有人展现了极其宽宏与温和的态度,并在某种程度上将他们视为政治体制的分享者,而非以霸权的法则对其加以辖制,以致遭遇了与宽仁的主人相同的命运:它未因平素的宽厚而获得某些人的感激,反倒只要稍有强制,便被视为在公然施暴。 再者,如果城邦被证实是将这些手段施加于恪守臣民本分之人,那么我们便任由那些企图诋毁之人随意谩骂;但如果它所惩处的乃是那些背叛并对它进行无理凌辱之人,以及那些公然为敌之人,那么指责双方中的哪一方才是正当的呢?我认为应当指责那些造成此种必然性的人。因为在我看来,那些叛逆者也正是将这一点当作一种担保而轻举妄动,主要是依仗这一点才犯下罪愆——并非因为他们能彻底战胜城邦,而是因为即便被俘也不会遭受什么严惩,深知雅典人生性乐于宽宥拯救。这是显而易见的:对于在密提林人一事上的翻案,又有哪个城邦能以最初的决定战胜我们城邦的再思之举呢?因为他们在前一天所决定的,乃属于司法审判以及他们所受侵害的范畴;而在次日所改判的,则完全出自城邦自身的本性,于是第二艘三列桨座战船追上了前一艘。 令我感到惊异的是,当所有人都看重个人以实际行动做出的辩护时,这些自命不凡的人却看不到城邦的实际行动,看不到城邦在这些事情上是通过何等伟大且繁多的行动为自身完成了辩护。对于太阳和月亮,我们并不因其带来的损害而横加指责,反而因其赐予的无尽福泽而赞叹不已;难道对于城邦,我们反倒要依凭它与少数人发生冲突之事来评判,而不依凭它对待所有人的行事方式以及它的整个天性来评判吗?我绝不这样认为。这正如有人因闪电、雷鸣以及偶发的地震而指责神明,却忽视去审视神明全面而普惠的恩德一样。我们的城邦诚然驱逐了斯基奥内人,却拯救了所有希腊人,不论是集体还是各邦自身,且拯救了无数次。我倒很乐意问问那些自认为可以轻易提出如此重大指责的人:他们所说城邦毁灭的哪个城邦,能比得上它阻止底比斯人被毁灭的规模?或者它拆毁了谁的城墙,能比得上它为科林斯人重建的城墙?抑或它消灭了何等之人,能比得上它所保全的斯巴达人及其盟邦——通过诸多古老而崇高的功业,以及最后在曼提尼亚周边所进行的骑兵战,那是希腊人中最卓越的、亦是我认为载入史册的最伟大的骑兵战? 而作为那个时代之总结与核心的,且使城邦早先与当时的所有事迹
- 176οὐκ ἂν φθάνοι διαγράφων
短语 οὐκ ἂν φθάνοι 搭配分词 διαγράφων 属于希腊语固定惯用表达,意为“不妨立即……/只能尽早……”。从字面“做某事不会太早”引申为一种逻辑上的必然推论:若有人不愿顺从现实的本性,就只能干脆把一切统治权立即通通废除。
- 176ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι
动词 ἀφαιρέω 作为表示剥夺的动词带有双重宾格:被剥夺的对象(τοὺς ἄλλους ἀστέρας)与被剥夺的内容(此处为宾格冠词不定词 τὸ φαίνεσθαι,即“闪耀/显现”),构成“剥夺其他星辰的光芒”之结构。
- 177ἡ τριήρης τὴν τριήρη κατειλήφει
此处化用了修昔底德《伯罗奔尼撒战争史》卷三中著名的密提林辩论典故。主格 ἡ τριήρης 指次日派出前去撤销屠杀命令的第二艘三列桨船,宾格 τὴν τριήρη 则指前一日载着死刑命令驶出的第一艘船,生动展现了第二艘船及时追上第一艘船的历史瞬间。
