← 阿里斯·台德斯

泛雅典娜节演说

§174-175

救援斯巴达与对帝国批评者的反驳

作者赞颂了雅典在留克特拉战役后拯救斯巴达所展现的无与伦比的气度与盟主威望,随后驳斥了那些借米洛斯和斯基奥内事件指责雅典帝国的人,指责他们有失公正且对统治权之本质浑然无知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§174

κατελέλειπτο τὰ πράγματα ἐν τούτῳ Λακεδαιμονίοις ὥστε δεῖν ἢ θεῶν τινα χεῖρα ὑπερέχειν, ἢ τὴν πόλιν κληρονομῆσαι τῶν ἐκείνοις ὄντων κινδύνων ἐθελοντάς·1 καίτοι ἀφῖκτο μὲν κατʼ ἀρχὰς εὐθὺς κήρυξ παρὰ τῶν Θηβαίων, ὡς ἐπʼ εὐαγγελίοις ἐστεφανωμένος, ἧκε δʼ ἡ Πελοπόννησος ἅπασα διδοῦσα ἑαυτὴν, κελεύουσα ἐπʼ ἀναιρέσει τῆς Σπάρτης ἡγεῖσθαι· εἰ δὲ μὴ, Θηβαίοις ἠπείλουν προσθήσεσθαι. οἱ δʼ ἐπὶ μὲν τοῖς παρὰ τοῦ κήρυκος οὕτως ἐδάκρυσαν ὥσπερ οἰκείαν τινὰ συμφορὰν ἀκούσαντες καὶ ἀπέπεμψαν ὥσπερ ἐκ τῶν βαρβάρων ἥκοντα, πλεῖστον δὴ δόξης ψευσθέντα· τὴν δὲ Λακεδαιμονίων ἐρημίαν ἀντὶ τῆς Πελοποννησίων ἑκουσίου συμμαχίας καὶ τῆς φιλίας τῶν κεκρατηκότων εἵλοντο, οὐχ ὧν ἐπεπόνθεσαν αὐτοὶ μνημονεύσαντες, ἀλλʼ ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες αὑτῶν εἶναι λῦσαι νομίσαντες. ὃ δὲ δὴ μάλιστα ἄξιον τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατʼ ἄνθρωπον ἡγήσασθαι,2 ἐξὸν γὰρ αὑτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ περιιδεῖν ἐπὶ κεφαλὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν, ἁπάντων ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο, καὶ πορευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τῶν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάντες ἐκώλυσαν. ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης. θαυμάζω τοίνυν τῶν τὰ Μηλίων καὶ Σκιωναίων τολμώντων προφέρειν τῇ πόλει ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγοροῦσι,3 πότερον ταῦτα μόνα ἀκούσαντες τῶν πεπραγμένων τῇ κατὰ ἦθος πόλει, ἢ ταῖς ἑαυτῶν πατρίσιν οὐκ ἂν συμβουληθέντες καὶ ταῦτα καὶ τἄλλα ὑπάρχειν ὅσα τῇ πόλει; εἰ μὲν γὰρ οὐ συμβούλεσθαι φήσουσιν, ἀντεπιδειξάντων οἷς ἀγάλλονται· εἰ δʼ οὐκ ἂν φύγοιεν τὴν αἵρεσιν, εἴ τις αὐτοῖς διδοίη θεῶν, παυσάσθων μείζοσιν ἢ καθʼ αὑτοὺς λόγοις ἐγχειροῦντες. ἔτι τοίνυν πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κατηγοροῦσιν· εἰ μὲν γὰρ τῆς πόλεως, οὐδὲν, ὡς ἔοικε, τῶν μεγίστων ἐπίστανται, ἀλλʼ ἐκπέφευγεν αὐτοὺς ἀφʼ ὧν ἡ πόλις γνωρίζεται· εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἔοικεν, οἷς προείλετο ἡ πόλις νομίζοντες οὕτω μέμφονται ὥστʼ ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι τὴν πόλιν ἐγκωμιάζουσι. τότε γὰρ κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω· προσκείσθω γάρ. ὅταν δʼ ἐξετάζων διὰ πάντων ἑνὸς καὶ δυοῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τʼ εἰ μηδʼ ἰδιώτου ποιεῖ τὴν κρίσιν, ἀλλὰ πόλεως καὶ ταύτης πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμβάντα. εἰ δὲ δεῖ καὶ περὶ τούτων ἀποκρίνασθαι, οὐκ ἐρῶ πῶς οἱ μετὰ ταῦτα δυνηθέντες προσηνέχθησαν τοῖς αὐτοῖς τούτοις πράγμασιν· οὔτε γὰρ λυπεῖν ἔγωγε οὐδένα τῶν Ἑλλήνων προῄρημαι, ἀλλʼ ἀνεῖται τῷ γένει τῶν Ἑλλήνων ὁ λόγος φιλοτιμία κοινὴ, οὔτʼ ἂν ἑτέρους ἐπιδείξω δή που μείζω καὶ δεινότερα εἰργασμένους, ἀπολογία τοῦτʼ ἐστὶν ὑπὲρ τῆς πόλεως, ἀλλʼ ὁμολογία μᾶλλον εἰς συγγνώμην καταφεύγουσα· οὐδὲν οὖν δέομαι τοιαύτης ἀπολογίας. ἀλλά μοι δοκοῦσιν ὅλως ἠγνοηκέναι τὴν τῶν πραγμάτων φύσιν καὶ ὥσπερ ἔξω οἰκεῖν τῆς οἰκουμένης οἱ τοὺς τοιούτους παραφέροντες λόγους. πῶς γὰρ ἂν καὶ λογίζεσθαι φαίη τις αὐτοὺς περὶ τῶν ὄντων μετρίως, ἢ πῶς ὑπὲρ ἀρχῆς χρῆναι διαλέγεσθαι, εἰ τοῦτο πρῶτον ἠγνοήκασι, τὴν φύσιν αὐτῆς; ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρʼ αὐτὸν τὸν τῆς ἰσότητος νόμον·4 εἰ δὲ μὴ, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλλοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρίνειν τἀκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα; ὅλως γὰρ οὐδὲν τούτων

对于拉刻代蒙人而言,局势已经沦落到这般境地:要么需要某位神明施以援手,要么需要我们的城邦自愿承接降临在他们身上的危难。然而,起初底比斯人那里立即派遣使者前来,头戴花冠仿佛带来了大捷的喜讯,全伯罗奔尼撒亦前来托付自身,敦促我们领导彻底摧毁斯巴达,并威胁若非如此便将投靠底比斯人。但雅典人听到使者带来的消息时,痛哭流涕,宛如听到了自身的灾祸一般,将那位完全大失所望的使者遣返,就好像他是从蛮族那里来的一样。他们宁愿选择拉刻代蒙人的孤苦无依,而放弃了伯罗奔尼撒人自愿缔结的同盟以及征服者的友谊;他们没有记挂自己曾经遭受的苦难,而是认为拯救拉刻代蒙人若被弃之不顾便将遭受的祸患,乃是自身的责任。而关于他们的天性最值得赞叹、且应被视为超乎凡人之境的在于——他们本可以在陆地和海洋上让拉刻代蒙人充当自己的追随者,或者在盟友、边民、奴隶全体起义之时袖手旁观任其灭亡,然而他们却在平等的条件下接纳了对方;当底比斯人的力量宛如烈焰般向拉刻代蒙人的城邦以及伯罗奔尼撒其余地区挺进时,雅典人在希腊人与蛮族之中独力挺身在前予以阻击。由此,他们受到所有人如此的崇敬,以致我们的城邦成了整个同盟的议事中枢。 因此,我对于那些胆敢向我们城邦提起米洛斯人和斯基奥内人旧事的人深感惊异,不知他们究竟身在天涯海角的何处竟提出这般指控——他们究竟是在我们城邦合乎其品格的事迹中仅仅听闻过这些,还是并不愿意自己的祖国兼具这些以及属于我们城邦的其他一切事物?因为如果他们声称不愿意,那就让他们反过来展示一下自己引以为傲的功业;如果某位神明若赐予他们这一选择而他们绝不会拒绝,那就让他们停止企图发表超出自身能力的宏论吧。此外,他们指控的究竟是城邦,还是所发生的事件?因为如果指控的是城邦,他们显然对城邦最伟大的功绩一无所知,漏掉了城邦赖以闻名的那些光辉;如果他们指责的是所发生的事件,显然是认为这与城邦所抉择的其他事迹不类,他们这种指责的方式,恰恰从贬低该事由的根据中赞美了城邦。因为城邦或个人的败德之体现,唯在于一个人身上仅仅存在应受指责之处,或者有人能证明卑劣之事在数量上多于正派之事,或者更为重大——不妨把这一条也加上。但是,当在审查通篇之时仅仅抓着一两件事不放,你便在所放过的不谈之事中不自觉地赞美了对方,尤其是当你所评判的并非个人,而是一个城邦,且是希腊城邦中最古老、所建树的得体善行最为充盈的城邦之时。即便对这些事情也必须做出回应,我亦不会去谈论在此时之后掌权的人是如何处理完全相同的事情的。因为我绝不打算让任何希腊人感到不快,这篇演讲是作为全体希腊民族的共同荣耀而奉献的;而且,若我指出其他人做下了更大、更可怕的罪行,这绝非为城邦辩护,而更像是一种逃向乞求宽恕的认罪。因此,我根本不需要这般的辩解。相反,在我看来,那些提出此类论调的人完全昧于事物的本性,仿佛居住在人烟绝迹的世外。因为谁能说他们对现实事物做出了合理的思量,或者,如果他们连统治的本性这第一前提都懵然无知,又怎配讨论统治权呢?因为毫无疑问,一切统治皆属于强者,且正与平等的法则背道而驰。否则,向异邦征收贡金、向毫无需求之人强加法律、裁判他们的讼争、发号施令、发动战争、或者夺取不属于自己的东西,又何来平等,何处算得上正义?因为这一切全然没有

语法注4 条
  1. 174τὴν πόλιν κληρονομῆσαι τῶν ἐκείνοις ὄντων κινδύνων ἐθελοντάς

    在依赖非人称不定词 δεῖν 的宾格主语结构中,虽然语法主语是单数阴性名词 τὴν πόλιν,但述语形容词 ἐθελοντάς 却采用了阳性复数宾格,此即依意合构(synesis / constructio ad sensum),将城邦视同其构成的市民群体进行性数呼应。

  2. 174ὃ δὲ δὴ μάλιστα ἄξιον τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατʼ ἄνθρωπον ἡγήσασθαι

    句首的关系代词从句 ὃ ... ἡγήσασθαι 起到标题性或先行同位语的作用,先取了后文主要动作(ἐδέξαντο ... καὶ ... ἐκώλυσαν)所构成的整个事态。此外,κρεῖττον ἢ κατʼ ἄνθρωπον 意为“超越凡人尺度的”,是比较级后接 κατά 加宾格表示标准或限度的惯用比较结构。

  3. 174θαυμάζω τοίνυν τῶν τὰ Μηλίων καὶ Σκιωναίων τολμώντων προφέρειν τῇ πόλει ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγοροῦσι

    动词 θαυμάζω 支配表示惊异或责难对象的属格(τῶν τολμώντων),并同时接间接疑问从句 ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγοροῦσι(“他们身在陆上或海上的何处而提出这般指责”)。依附于 ποῦ 的 γῆς 与 θαλάττης 属于表示处所的部分属格(partitive genitive)。

  4. 175ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρʼ αὐτὸν τὸν τῆς ἰσότητος νόμον

    表语属格 τῶν κρειττόνων 是表示特征或归属的属格(characteristic / possessive genitive),意为“属于强者的分内之事”。随后的介词短语 παρʼ αὐτὸν τὸν τῆς ἰσότητος νόμον 中,παρά 接宾格表示违背或违反(“有悖于平等的法则本身”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:174-175