← 阿里斯·台德斯

泛雅典娜节演说

§172-173

莱开翁之捷与援助底比斯复兴

演说者历数雅典在科林斯战争时期的军事胜利(如莱开翁之战)以及在卡德梅亚被占后解放并保卫底比斯的决定性作为,并以此引出留克特拉战役后雅典所成就的最伟大功绩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§172

ἐνίκησαν μὲν τοίνυν ἐν Λεχαίῳ καὶ διέφθειραν μικροῦ πᾶν τὸ στρατόπεδον,1 εἷλον δὲ τὰ ἐν τῇ Κορίνθῳ φρούρια καὶ τοὺς ἐγκαθεστῶτας Λακεδαιμονίων ἐξήλασαν καὶ τὰ τείχη κατέσκαψαν· ἦλθον δʼ εἰς Ἀρκαδίαν καὶ μέχρι τῆς Λακωνικῆς, κατέκλεισαν δὲ τοὺς ἐν Φλιοῦντι, καὶ τῶν ἐπεξελθόντων τρόπαιον ἔστησαν, καὶ Μαντινέων πάλιν καὶ Σικυωνίων αὖθις ἐν τῷ πεδίῳ καὶ τῶν συμμάχων· παρέπλευσαν δʼ ἄχρι Βυζαντίου, καὶ πάντα τὸν περὶ Θρᾴκην τόπον διʼ αὑτῶν ἐποιήσαντο, ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν καὶ τὰς φρουρὰς ἐν Μηθύμνῃ καὶ πρὸς Ἀβύδῳ. τοσοῦτον δʼ αὐτοῖς περιῆν ὥστε καὶ τοὺς Θρᾳκῶν βασιλέας διήλλαξαν. γενομένου δὲ τοῦ περὶ τὴν Καδμείαν ἀπροσδοκήτου κακοῦ μόνοι τῶν Ἑλλήνων καὶ τὸ τῆς αἰσχρᾶς εἰρήνης δίκαιον καὶ τὰ τῶν Ἑλλήνων καλὰ καὶ ὡς ἀληθῶς δίκαια ἐτήρησαν Λακεδαιμονίοις ἐπεξελθόντες·2 ὧν ἀμφοτέρων τί χρὴ μεῖζον εἰπεῖν περὶ τῆς πόλεως; τήν τε γὰρ εἰρήνην ἔσχατοι τῶν Ἑλλήνων συνεχώρησαν καὶ οὐ πρότερον πρὶν ἔγνωσαν ὅτι οὐ μόνον Λακεδαιμονίοις ἅμα καὶ βασιλεῖ καὶ Σεύθῃ καὶ Διονυσίῳ καὶ Πελοποννησίοις ἀνάγκη πολεμεῖν, ἐπεὶ πρὸς τοῦτό γε ὑπῆρχον παρεσκευασμένοι, ἀλλὰ καὶ τοῖς συμμάχοις τοῖς σφετέροις αὐτῶν· οὕτω προὐδόθησαν καὶ οὐδʼ οὕτως ἁπάσαις ταῖς ψήφοις ὑπέμειναν, ἀλλὰ τῶν γε πεισάντων κατέγνωσαν, ἡγούμενοι παρὰ τὴν αὑτῶν εἶναι φύσιν καὶ οὐ θεμιτὸν πρὸ τῶν τροπαίων ὁντινοῦν τῶν Ἑλλήνων βασιλέως ἀκροᾶσθαι συγχωρῆσαι. ἐπειδὴ δὲ καὶ παρὰ ταύτην τὴν εἰρήνην παρῆλθον εἰς Θήβας ὧν ἐγὼ φεύγω λέγειν τοὔνομα ἐπὶ τοιούτοις, οὐ μόνον πρῶτοι τῶν Ἑλλήνων, ἀλλὰ καὶ μόνοι τῶν πραγμάτων ἀνθήψαντο, ὥσπερ ἑρμαίου λαβόμενοι, καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐπεδείξαντο, ἀλλʼ οὐδὲν εἶδος εὐεργεσίας ἀπέλιπον, δεξάμενοι μὲν τὴν φυγὴν καὶ τὴν πρᾶξιν αὐτοῖς συνθέντες καὶ προδείξαντες ὥσπερ δρᾶμα παρʼ αὐτοῖς, ἀτέλειαν δὲ καὶ πολιτείαν καὶ πάντων μετουσίαν δόντες, ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου μεταστᾶσιν. ἔπειθʼ ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε βοηθείας, ἐξελθόντες μικροῦ δεῖν ἅπαντες ὥσπερ πομπῆς ἀλλʼ οὐ κινδύνων μεθέξειν μέλλοντες, τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι, τῇ δὲ γνώμῃ καὶ ὑπερβαλόμενοι. τότε μὲν γὰρ οὐκ οὔσης αὐτοῖς συμμαχίας πρὸς Θηβαίους ἐξῆλθον, ἐν δὲ τοῖς χρόνοις τούτοις καὶ τῶν στηλῶν τῶν περὶ τῆς συμμαχίας ὑπὸ Θηβαίων καθῃρημένων, ἀλλʼ ὅμως οὐχ ὑπελογίσαντο τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ,3 οὐδὲ μᾶλλον τοῖς δικαίως κινδυνεύουσιν ὠργίσθησαν ἢ τοῖς ἀδίκως ἐπελθοῦσιν. οὕτω δὲ λαμπροῖς τοῖς λογισμοῖς χρησάμενοι πρέπουσαν τὴν τελευτὴν ἐπέθηκαν. οὐ γὰρ παρὰ μικρὸν ἐνίκησαν οὐδʼ ὡς φοβῆσαι μόνον Λακεδαιμονίους, ἀλλʼ ἐκβαλόντες τὴν φρουρὰν καὶ τοὺς ἁρμοστὰς ὑποσπόνδους ἀνήγαγον εἰς τὴν ἐξ ἀρχῆς τάξιν τὴν πόλιν. καὶ τοῦτον μὲν ὑπὲρ τῆς ἐλευθερίας τὸν ἀγῶνα τῆς Θηβαίων, τὸν δʼ ἐφεξῆς ὑπὲρ αὐτῆς ἤραντο τῆς σωτηρίας αὐτῶν. παροξυνθέντων γὰρ Λακεδαιμονίων πρὸς τὸ συμβὰν καὶ μετὰ πάσης συμμαχίας ἐπελθόντων ἀντετάξαντο πρὸ τῆς πόλεως τῆς Θηβαίων, στρατηγούς τε φοβερωτέρους ἐκείνοις ἀντεπιστήσαντες ἢ ʼκεῖνοι τοὺς σὺν Ἀγησιλάῳ παρείχοντο, καὶ διὰ πάντων σωτῆρες τῇ πόλει γενόμενοι. περιίσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλʼ οὐδʼ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς.4 ὧν τί παρεὶς τίνος μνησθῶ; πότερον τῆς ἐν Νάξῳ ναυμαχίας, ἔργου τοσούτου; ἢ τῶν περὶ Κέρκυραν ἀγωνισμάτων; ἢ τῶν ἐπὶ Θρᾴκης ὑπὲρ τῆς ἐκεῖ πραχθέντων Ἑλλάδος; ἢ τῶν ἐν Ἀκαρνανίᾳ; ἢ τῶν πανταχοῦ; ἢ πάντα τἄλλα ἀφεὶς ὃ μέγιστον ἔχω καὶ θαυμαστότατον καὶ μόνον ὡς ἀληθῶς τῶν Ἀθηναίων ἄξιον πρᾶξαι, τοῦτʼ εἴπω, τὸ ἐπειδὴ Θηβαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις κρατήσαντες ἐξελεῖν ἐπενόουν καὶ

于是,雅典人在莱开翁大获全胜,几乎全歼敌军,攻占了科林斯的各个据点,驱逐了驻扎在那里的拉刻代蒙人,并拆毁了城墙;他们挺进到阿卡迪亚,乃至逼近拉科尼亚边境;他们将夫利乌斯人困在城内,树立起战胜那些杀出城外之敌的纪念碑,又树立起战胜曼提尼亚人的纪念碑,并再次在平原上树立起战胜西锡安人及其盟军的纪念碑;他们沿海岸航行远至拜占庭,将色雷斯周边的一切地域尽收己手,并在梅廷那和阿比多斯附近击溃了剩余的管事官与守卫部队。他们的优势是如此雄厚,以至于他们甚至调解了色雷斯诸王之间的纷争。当关于卡德梅亚的不测祸患降临时,他们是全体希腊人中唯一通过向拉刻代蒙人进军,既维护了那场耻辱和约的法权,又恪守了希腊人高贵而真正正当之准则的人。比起这两点,对我们城邦还能给出什么更崇高的赞誉呢?因为雅典人在全体希腊人中是最晚同意和约的,并且直到他们认清不仅必须同时与拉刻代蒙人、波斯国王、修忒斯、狄奥尼修斯以及伯罗奔尼撒人作战——毕竟面对这些人他们本已做好了准备——而且还必须与自己的盟友作战时,才做出了妥协。他们就是这样遭到了背叛,即便是这样,他们亦非全票屈服,而是给那些劝降者定了罪,认为在战胜纪念碑前容许任何希腊人听命于波斯国王,既有悖于自身的天性,亦属不合天理法度。 当那些在论及此类丑行时我耻于言其名之人违背此和约侵入底比斯时,雅典人不仅在希腊人中最先行动,更是唯一挺身而出掌理局势之人,仿佛抓住了一份天赐良机;他们不仅展现出单一形式的善举,更是穷尽了一切恩德:他们接纳了流亡者,与他们密谋策划行动,在自己的城邦中宛如排演戏剧般先行示演,并授予他们免税特权、公民权以及分享一切权能,正如对待那些自科林斯、萨索斯和拜占庭迁居而来的人一样。随后,当亦需要武力援助时,他们几乎全员出动,宛如前去参加节庆游行而非奔赴危难一般,仿效了先前的出征,在气概上甚至更胜一筹。因为当年他们是在与底比斯人并无盟约的情况下出兵的,而在此时,即便关于盟约的石碑已被底比斯人毁弃,他们却丝毫没有在眼前的危难关头去计较对方当年的愚昧,也没有对那些正当处于危险之中的人表现出超过对不义侵略者的愤怒。他们凭借如此光明磊落的见识行事,给事情赋予了相称的结局。因为他们的胜利并非微乎其微,亦不仅止于吓退拉刻代蒙人,而是通过订立停火协议将驻军和管事官驱逐出境,使底比斯城邦恢复了最初的体制。如果说这一场战役是为了底比斯人的自由,那么接下来的战役则是为了他们自身的存亡而承担的。因为当拉刻代蒙人因所发生之事被激怒、率领全体盟军进犯时,雅典人列阵于底比斯城前,派出了比敌方阿格西劳斯统帅下的将领更为令人敬畏的统帅,在各个方面成了这座城邦的救星。然而,宛如记述同一时期的历史著作一般,各类事迹纷至沓来簇拥在我身旁,不仅无法将它们全部详述,甚至连单单一员将领的所有功绩亦难以按顺序逐一尽述。在这些事迹中,我该略去什么,又该提及什么?是纳克索斯海战这一如此宏伟的功勋?还是围绕克基拉的那些殊死较量?抑或是为那里的希腊同胞而在色雷斯沿海建树的功绩?还是在阿卡纳尼亚的战功?或是遍布各地的胜利?抑或抛开其余一切,仅述及我所掌握的最大、最惊人、且真正唯有雅典人才配建树的功绩——那便是,当底比斯人在留克特拉击败拉刻代蒙人并企图将他们彻底铲除之时,……

语法注4 条
  1. 172μικροῦ πᾶν τὸ στρατόπεδον

    属格 μικροῦ 省略了 δεῖν,作副词性惯用短语(“几乎”、“差不多”),修饰 πᾶν τὸ στρατόπεδον。此处指伊菲克拉特斯在莱开翁战役中几乎全歼斯巴达一个步兵方队(mora)的历史事件。

  2. 172καὶ τὸ τῆς αἰσχρᾶς εἰρήνης δίκαιον καὶ τὰ τῶν Ἑλλήνων καλὰ καὶ ὡς ἀληθῶς δίκαια ἐτήρησαν Λακεδαιμονίοις ἐπεξελθόντες

    两个形成对比的宾语并列:那场“耻辱和约”(安塔尔基达斯和约)中产生的法理约束,以及全体希腊人真正的崇高正义。分词短语 Λακεδαιμονίοις ἐπεξελθόντες(通过向拉刻代蒙人进军)充当方式状语,表明通过讨伐违约占领底比斯卡德梅亚的斯巴达人,雅典同时维护了和约的自治条款与希腊人的共同正义。

  3. 173οὐχ ὑπελογίσαντο τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ

    与格 τῇ χρείᾳ 与复合动词 ὑπολογίζομαι 及其直接宾语 τὴν ἄνοιαν αὐτῶν 搭配,表示权衡的基准或所处的危机处境(“在危难需要关头/对照其眼前的困境”)。意为雅典人在底比斯人身处急难之际,并未计较后者早先推倒盟约石碑的愚蠢举动。

  4. 173ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλʼ οὐδʼ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς

    属于典型的惯用句式 μὴ ὅτι ... ἀλλʼ οὐδέ(“非但不……甚至连……也不……”)。关系代词 ἃ 作 διεξελθεῖν 的宾语,省略了系动词 ἐστί,以修辞上的夸张表明不仅不可能穷尽所有战功,甚至单述一位将领的全部事迹都办不到。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:172-173