- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:170-171
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者对比了雅典与斯巴达霸权的性质、统治质量及存续时间,援引科农的战功以及埃阿斯与透克洛斯的荷马比喻,并对自己为何被迫展开这一番并列比照进行了申辩与说明。
κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδʼ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντʼ ἂν,1 ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. ἡ δʼ οἶμαι συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις οὐδεπώποτʼ ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα· διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ ʼκεῖνοι τὰ σφέτερʼ αὐτῶν ἀπῄτησαν. καὶ μὴν ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι,2 ὅπου γε μηδʼ ἀπὸ κοινοῦ μόνοι· Ἀθηναίων δʼ ἀνὴρ εἷς τῆς θαλάττης Λακεδαιμονίους ἀφείλετο τὴν ἀρχὴν, μόνος ἀνθρώπων ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν. οὐδʼ ὁτιοῦν γὰρ τὸν πιστεύσαντα ἀδικήσας ἐτείχισε τὴν πόλιν καὶ τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν. αὐτὴν τοίνυν τὴν τῆς θαλάττης ἀρχὴν ἡ μὲν πόλις ἐξ ὧν τοὺς βαρβάρους τοὺς φύσει πολεμίους ἐνίκησεν ἐκτήσατο, οἱ δʼ ἐξ ὧν ἡ πόλις ἠτύχησε. κτησάμενοι τοίνυν τὴν ἀρχὴν οἱ μὲν οὕτως ἕκαστα διεῖλον ὥστε τὸν διοικήσαντα παρʼ αὐτοῖς τοῖς Ἕλλησι δίκαιον κληθῆναι μόνον Ἑλλήνων ἀπὸ τούτου καὶ μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν διʼ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο, οἱ δʼ οὕτω τοὺς παραδόντας αὑτοὺς διέθηκαν ὥστε κάλλιστʼ ἀνθρώπων ἀπελογήσαντο ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρʼ ἐνίων τῇ πόλει· αἴτιον δʼ οὐκ ὠμότης οὐδʼ ἅ τις ἂν φαίη τῶν ῥᾳδίως εἰωθότων ἐπιτιμᾶν, ἀλλὰ τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. καὶ μὴν οἱ μὲν πλέον ἢ ἑβδομήκοντα ἔτη κατέσχον, οἱ δʼ οὐδʼ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχήν· οὔκουν ὡς ἀληθῶς ἄλλως γʼ ἂν εἴη, εἰ μὴ τὸ πρῶτον Ὀλυμπίων προσαγόντων παρέλαβον.
凡是超乎期望或能力而取得此类成就的人,都会紧抓眼前的机运不放,正如不善狩猎者绝不肯放走意外捕获的猎物,即使有人要求〔他们〕出售,他们也不会按公道价值作价,反而借着自身的无能漫天要价。但我认为,雅典城邦由于自觉在全盘局势上始终高出一筹,因此从未斤斤计较,对尚未到手之物抱有如同已得之物般的自信;是以她将一切归还给敌人,甚至比敌人要求收回自己的所有物还要痛快。况且,决不可能有任何人能说出有哪一个拉刻代蒙人曾单枪匹马战胜过雅典城邦,更何况他们即便举国同心也未曾单独取胜;然而雅典的一介男儿便夺走了拉刻代蒙人的海上霸权,他是在全人类中唯一一位同时为波斯国王、为本城邦、更确切地说是为全体希腊人统帅三军的将领。因为他在丝毫没有亏负信任自己之人的前提下,重建了雅典的城墙,并逐岛逐城击溃拉刻代蒙人,解放了希腊人。不仅如此,关于这海上霸权本身,雅典城邦是通过战胜生来便是敌人的蛮族而获得的,而他们则是趁雅典城邦罹难之时才得以据有。在获得这霸权之后,雅典人如此划分各项事务,以至于执掌管辖之人,单凭此举便在希腊人自身当中被称为全体希腊人中唯一的‘公正者’,而城邦当时借由他所获得的这一盛名,根本无须赘述任何其他凭证;然而拉刻代蒙人如此对待那些降服归顺之人,以至于他们以全人类最有力的方式,为某些人偶或针对雅典提出的指控作了绝妙的开脱。其原因并非在于残暴,亦非如那些惯于轻率指摘之人所言,而是在于他们的天性根本无法企及公平与公正的高度。更有甚者,雅典人维系霸权达七十余年,而他们竟连三个奥林匹亚周期的统治都没能守住;委实说来,若非他们最初是在奥林匹亚赛会临近之际接手大权,情况绝不会有所不同。
ταῦτʼ ἐστὶν ἁγὼ τοῖς παρεξετάζειν βουλομένοις ἄχθομαι. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ, μεμφόμενος μὲν, αὐτὸς δʼ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς, καὶ διʼ αὐτά γε ταῦτʼ εἰρηκὼς αὐτοὺς διʼ ἅ φημι δεῖν μὴ λέγειν. οὐ μὴν ἀλλʼ ἐξ αὐτῶν τούτων καὶ μάλιστʼ ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστὴ, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτʼ ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον. ὥστʼ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτʼ εἶναι, σχεδὸν τούτου χάριν εἴρηται· χωρὶς δὲ τούτων ἄνευ βλασφημίας οἱ λόγοι γεγόνασι καὶ τῆς παραπεσούσης χρείας ἕνεκα. οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι, ὥστʼ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρʼ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν. καὶ γὰρ ἐκεῖνος τῶν ἄλλων προκινδυνεύων ὡς τὸν Αἴαντα ἀναχωρεῖ καὶ διʼ ἐκείνου φαίνεται, ὡς δʼ αὕτως καὶ κρύπτεται, καὶ Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων προέχοντες καὶ προκινδυνεύοντες ἐν ταῖς χρείαις παῖδες τῇ πόλει παραβαλεῖν εἰσί.3 τεκμήριον δέ· τῶν γοῦν ὑπαρχόντων καὶ πεπραγμένων αὐτοῖς μέγιστα ταῦτʼ ἐστὶν ὧν κεκοινωνήκασι τῇ πόλει· καὶ τούτων ἃ μὲν διείλοντο ἀπέτυχον, ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατʼ ἀνθρώπων κατώρθωσαν. οὕτω διὰ τῆς πόλεως καὶ φαίνονται καὶ κρύπτονται πάλιν. οὐ μὴν ἀλλʼ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην τοὺς λόγους, ὥστʼ ἐβουλόμην ἂν καὶ τὰ τρόπαια ἃ μέλλω λέγειν ἀπʼ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. νῦν δʼ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστʼ οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασι τὰς πράξεις παρελθεῖν· καὶ γὰρ εἰσὶν ἃς παρεξέλιπον· δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου.
正因这些缘故,我才对那些热衷于将二者并列比照的人感到厌烦。或许在某些人看来,我自己的做法亦显得矛盾乖谬,既提出责难,自己却又陷入了同样的论调之中,并且正是为了那些我声称不该言说的事情而言说了它们。然而即便如此,人们亦恰恰最能从这些事实中看出,他们自以为归于雅典城邦的恩义绝非值得惊叹,人们亦不该存心竞逐此类名目。因此,若有人认为我们本也该对这些保持沉默,那么这番话几乎就是为了此一目的而说的;除这些外,此番言论亦绝无诋毁之意,纯粹是出于眼下出现的迫切需要。因为除此以外,我别无他法来证明我所决意阐明之事,以至于我不得不从我原本回避的话题中引述论据。在我看来,拉刻代蒙人对待雅典城邦的关系,宛如荷马笔下的透克洛斯对待埃阿斯一般。因为那位勇士虽在他人之前冲锋涉险,却总是退避至埃阿斯身后,借由埃阿斯方显露身形,同样亦借由他隐匿踪迹;而在希腊人中名列前茅、身先士卒的拉刻代蒙人,在危急需要之时与雅典城邦相比,不过是黄口孺子罢了。明证在于:在他们现有并已成就的功业中,最伟大的恰恰是那些与雅典城邦共同建树的;在这些功业中,凡是他们单独分割出去经办的皆归于失败,凡是与出自雅典城邦之人携手共成的,无不取得了全人类中最辉煌的胜利。他们正是这样借由雅典城邦而显现,又再次借由雅典城邦而隐没。然而,我完全是违背本意才被牵引至这些言论之中的,以至于我宁愿我将要提及的战胜纪念碑是雅典从其他敌人那里赢得的,而不必在诸多胜利中补充说明是取自拉刻代蒙人。但如今事实本身导向于此,以至于谈论这些并非为了刻意并列比照,而是为了不完全略去那些功绩;因为事实上我已遗漏了不少,而看来这需要一场绝非寻常的长途跋涉。
- 170τῆς ἀξίας τιμήσαιντʼ ἂν
动词 τιμάω 带表示价格/价值的属格(τῆς ἀξίας 作为阴性形容词名词化,意为‘公道的价格’)。结合 ἄν 与祈愿语气,构成潜在/虚拟的结果分句。
- 170ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι
修辞性倒装结构,将从句中的 εἷς(‘任何单个斯巴达人’)与主句主语 οὐδʼ ἂν εἷς(‘没有哪怕一个人’)形成对照;ἔχοι 搭配不定词 εἰπεῖν 表示‘能够说出’。
- 171παῖδες τῇ πόλει παραβαλεῖν εἰσί
不定词 παραβαλεῖν 作解释性/结果性说明,修饰 παῖδες(‘若相比起来只是孩童’);与格 τῇ πόλει 作关系或比较与格。
