- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:168-169
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了雅典在科林斯战争中大公无私地保护盟友,迫使斯巴达屈辱地求助于波斯国王缔结和约的历史,并将卡利亚斯和约的辉煌及雅典对俘虏与战败者的宽厚,与斯巴达的残暴和对波斯的屈从形成鲜明对比。
πολλοῦ καὶ συνεχοῦς ἐν Κορίνθῳ, μάχας τε πολλὰς προκινδυνεύσαντες, καὶ τειχίσαντες αὐτοὺς καὶ τὴν πόλιν διὰ πάντων φυλάξαντες, κάλλιστον ἐκεῖνο ἐπέθηκαν· ἔχοντες γὰρ τὸν Ἀκροκόρινθον καὶ παρὸν αὐτοῖς κατασχεῖν τὴν πόλιν, ἡνίκʼ ἐβούλοντο, οὐκ ἐδέξαντο οὐδʼ ἐβουλεύσαντο, ἔργῳ δείξαντες ὅτι τὸ τῶν προστατῶν πολεμοῦσιν,1 οὐχ αὑτοῖς ἰδίᾳ τι πράττοντες. καὶ τέλος εἰς τοῦτʼ ἀπορίας κατέστησαν Λακεδαιμονίους ὥστʼ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν καταφεύγουσι καὶ διʼ ἐκείνου ποιοῦνται τὴν θρυλουμένην εἰρήνην, τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας προέμενοι, περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ· ἀλλʼ εἴ τις ἔροιτο αὐτοὺς πότερον ἑκόντες ταῦτα συνεχώρησαν, ἢ βιασθέντες, εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη προδεδωκέναι φάσκειν, ὃ τίς ἂν πιστεύσειεν; εἰ δʼ ἄκοντες καὶ διʼ ἀνάγκην, ὁμολογοῦσιν ἡττῆσθαι δή που πρὸς τὴν πόλιν τοῖς ὅλοις· οὐ γὰρ ἂν, εἴ γʼ εἶχον ὅ τι χρήσονται τοῖς πράγμασιν, εἶτʼ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν. ὥστε τῷ μόνῳ λειπομένῳ τῶν λόγων αὐτοὶ μαρτυροῦσι προέχειν τῷ πολέμῳ τότε τὴν πόλιν, καὶ ταῦτʼ οὐχὶ μικρόν. ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. δυοῖν γὰρ ὄντοιν ἐξ ὧν κρίνονται πόλεις, πολέμου καὶ εἰρήνης, καὶ τούτων ἀμφοτέρων τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους γενομένων, ἐπὶ μὲν τοῦ πολέμου τοσοῦτον διήνεγκεν ἡ πόλις ὥσθʼ ἃ μόνη κατειργάσατο, μέγιστα τῶν ἔργων ἐστίν· ἢ τοῖς ὕστερον εἴ τις τιθοῖτο, τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσονπερ ἂν εἰ καθʼ αὑτὴν ἠγωνίζετο. χωρὶς δὲ τούτων τοῖς τρισὶ καιροῖς μαρτυρεῖται· τὰ μὲν γὰρ πρῶτα τοῦ πολέμου μόνη κατέπραξεν, ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασιλέα προκινδυνεύσασα τὰ ἀριστεῖα ἠνέγκατο· τὰ δʼ αὖ τελευταῖα αὐτῆς ἐστιν ἴδια, αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμαχίαι καὶ πεζομαχίαι καὶ ὁ πολὺς δρόμος· ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε, καὶ σὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα·2 καὶ παρέμεινε μόνη. ἀλλὰ μὴν τῆς γε εἰρήνης ὅσον τὸ διάφορον· ἡ μέν γε τῆς πόλεως ἐπιτάττει τῷ βασιλεῖ κἀκεῖνόν φησι δεῖν τὸ κελευόμενον ποιεῖν· οὐ γὰρ ἐᾷ πλεῖν εἴσω Χελιδονέων καὶ Κυανέων, εἰ δʼ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς, οὐδὲν μᾶλλον ἐλᾷς ἄχρι θαλάττης, ἀλλʼ αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις,3 καὶ ἀκούσει περὶ τῶν Ἑλλήνων ὁμοίως τῶν τε ἐν τῇ Ἑλλάδι καὶ τῶν ἐν τῇ σεαυτοῦ. ταῦτα μὲν ἡ τῆς πόλεως εἰρήνη λέγει, ἡ δʼ ἑτέρα τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἀκούειν τοῦ βασιλέως κἀκεῖνον ποιεῖν ὅ τι ἂν βούληται περὶ αὐτῶν καὶ τοῖς ἄλλοις τὰ δίκαια ὁρίζειν προστέθεικεν. ἆρʼ ἴσον τὸ κεφάλαιον, ἢ μικρὸν τὸ διάφορον, ἀλλʼ οὐ πᾶν τοὐναντίον; πάλιν δὴ τὰ πρὸς τοὺς Ἕλληνας καὶ τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις. ἡ μὲν τοίνυν πόλις οὓς εἷλε Λακεδαιμονίων οὐδὲν κακὸν ποιήσασα ἀπέπεμψε μετʼ εἰρήνης, ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι· οἱ δʼ ἐν Ἑλλησπόντῳ Λακεδαιμονίων, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων4 ἀπέσφαξαν παραχρῆμα, καὶ πλέον οὐδὲν προστίθημι, καὶ ταῦτα ὑπάρχοντος αὐτοῖς τοῦ παραδείγματος οἴκοθεν, οἵα περὶ τοὺς δυστυχήσαντας ἡ πόλις ἐστίν· ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐμιμήσαντο, τοσοῦτον ἀπέσχον τοῦ πρῶτοί γʼ ἂν αὐτοὶ δυνηθῆναι καταδεῖξαι. ἔτι δʼ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο, ἀλλʼ ἄχρι τῆς τῶν τειχῶν ἦλθον καθαιρέσεως, ἡ πόλις δʼ ἅπαντας Πελοποννησίους κατὰ τοὺς ἄνω χρόνους νενικηκυῖα, ὡς ἐκομίσατο τὴν Εὔβοιαν, οὐ προῆλθε περαιτέρω, ἀλλὰ καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτʼ ἀπέδωκεν ἑκοῦσα, Μέγαρα, Νίσαιαν, Τροιζῆνα, Ἀχαΐαν, Πηγάς. δοκεῖ δʼ ἔμοιγε καὶ τὸ τῶν αἰχμαλώτων καὶ πᾶν ὅλως τὸ τοιοῦτον διπλῆς ἀρετῆς εἶναι τῇ πόλει σημεῖον, οὐχ, ὡς ἄν τις φήσαι, μόνον οὑτωσὶ φιλανθρωπίας. ὅσοις μὲν γὰρ οἶμαι παρʼ ἐλπίδας ἢ δύναμιν τὰ τοιαῦτα
在科林斯演变成一场持久而连绵的战争之后,雅典人在多次战斗中身先士卒冒受险阻,为他们修筑城墙,并在一切危险中保全了那座城邦,随后又为这一切增添了那最光辉的冠冕:因为他们虽掌控了阿克罗科林斯,并且只要愿意,随时都可以占领该城,但他们既未接受,亦未作此图谋,以实际行动表明他们是以保护者的姿态作战,绝非谋取自身一己之私。他们最终将拉刻代蒙人逼入如此窘境,以至于拉刻代蒙人再次逃向波斯国王求助,并通过他缔结了那臭名昭著的和平,出卖了居住在亚细亚的希腊人;对此我本人并不横加指责,但若有人问他们究竟是自愿作出这些让步,抑或是被迫为之:若他们说是自愿,就不得不宣称自己是背叛者,而谁会相信这一点呢?但若是违心且出于无奈,他们无疑便承认了自己在全盘局势中彻底败给了雅典城邦;因为如果他们尚有任何应付局势的手段,断不会故意蒙受如此耻辱。因此,根据唯一剩下的论据,他们自身便证明了当时雅典在战争中占据了优势,而且绝非微弱的优势。既然我提到了和平,我想在此稍作折返。因为评判城邦的标准有二,即战争与和平,而这两者希腊人都在对抗蛮族时经历过;在战争方面,雅典的卓越使得仅凭她独力完成的事迹,便已是功业中最为伟大的;或者,若有人着眼于后来的诸事,她超越一同参与者的程度,就如同她独自奋战一般。除这些之外,三个历史阶段亦作出了证明:因为战争的第一阶段是她独力完成的,在第二阶段她率先抗击国王并赢得了头等功勋,而最后阶段则完全属于她自己——在塞浦路斯和潘菲利亚周边的海战与陆战,以及漫长的远征;因此她不仅独自且首先战胜了蛮族,而且与其他盟友并肩作战时,她压倒在场同伴的分量并不亚于战胜对手;并且她独自坚守到了最后。再说,和平方面的差距又是何等巨大!我们城邦的和平向波斯国王发号施令,申明他必须履行所受之命;因为该条约不允许他航行至赫利多尼亚群岛与基阿涅亚群岛以内,且“若你以骑兵自傲,你也绝不得因此进军至海滨,而必须使骑兵与海岸保持一天的行军距离,并且关于希腊人——无论是希腊本土的还是你辖境内的——你都必须一视同仁地遵从规约”。城邦的和平如是规定,而另一方所立的和平却附加规定:居住在亚细亚的希腊人必须服从国王,由国王对他们为所欲为,并由国王为其他人裁定公道。难道二者的主旨是对等的吗?难道差距是微小的吗?难道不是完全相反的吗? 再看对待希腊同胞的行径以及他们之间战争的解决。雅典城邦俘获了拉刻代蒙人之后,未加任何伤害便伴随着和平将他们遣返,宛如仅凭德行取胜便已心满意足;然而在赫勒斯滂的拉刻代蒙人——姑且这样委婉地称呼他们——却将海战中偷袭捕获的雅典俘虏当场斩杀,其余的我不再赘述,而且这还是在他们原本就有来自家门口的榜样、知晓雅典如何对待不幸者的情况下发生的;然而他们即便如此也未曾效仿,更遑论由他们自己率先树立榜样了。不仅如此,后者认为怎样都不能满足,甚至走到了拆毁城墙的地步;而雅典在昔日战胜所有伯罗奔尼撒人时,一旦收复优卑亚,便不再进一步推进,反而主动归还了先前在战争中夺得的领地:墨伽拉、尼塞亚、特罗曾、阿哈伊亚和佩盖。在我看来,战俘之事以及所有这类行为总体而言,都是城邦双重美德的明证,绝非如某些人所言,仅仅是某种朴素的仁爱。因为我认为,凡是超乎预期或力量而做出此类举动的人……
- 168τὸ τῶν προστατῶν πολεμοῦσιν
τὸ τῶν προστατῶν 在此用作动词 πολεμοῦσιν 的副词性宾格(或同族宾格用法),意为“以保护者的身份/姿态进行战争”。它修饰作战的方式与性质,而非动作的直接承受对象。
- 169οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα
动词 ἐνίκα 在针对 τοὺς ἀντιπάλους 时取其本义“战胜对手”,而在平行搭配 τοὺς συμπαρόντας(并肩作战的同伴/盟友)时,则引申为“超越、盖过(盟友的光芒)”,构成了兼管修辞(zeugma)式的并列结构。
- 169αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις
在陈述和约(卡利亚斯和约)条款的语境中,通过插入语 φησί(“和约称”)突兀地转变为针对波斯国王的第二人称直接引语风格(ἀποσχήσεις)。δρόμον ἡμέρας 为表示距离跨度的宾格(“一天的行程”),τῆς θαλάττης 则是受 ἀποσχήσεις 支配的分离属格。
- 169οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων
Ἀθηναίων 是修饰关系代词 οὕς 的部分属格(“雅典人中那些……”)。被动分词 κλαπέντας(源自 κλέπτω)作表语性用法,描述被俘时的状态(“遭偷袭/被骗取俘获”),影射羊河战役中雅典舰队遭遇突袭受擒的历史事件。
