- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:166-167
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞颂了推翻三十人政权后雅典人的节制、代偿债务的义举以及调解阿尔戈斯内乱,随后叙述了雅典在哈利亚图斯战役中出兵援救忒拜以保卫维奥蒂亚,以及继而救援科林斯的决断。
εὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δʼ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστʼ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ πολέμου συμφοράν· οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν; ὃ δʼ οὐδενὸς ἧττον τῶν ὑπʼ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι,1 Λακεδαιμονίων γὰρ ἃ τοῖς τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνεξέτισεν ὁ δῆμος, ἵνʼ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. καὶ μὴν Λακεδαιμόνιοι μὲν ὅπως ὡμίλουν ἀλλήλοις οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ἔκρυπτον γάρ· ἡ δὲ πόλις πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων καὶ τοῖς ἄλλοις παράδειγμα κατέστη. τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ· πέμψασα γὰρ ὡς αὐτοὺς καὶ ὑπομνήσασα τῶν ἑαυτῆς διήλλαξε. φαίνονται τοίνυν ὁμοίως τά τε οἰκεῖα καὶ τὰ κοινὰ τῶν Ἑλλήνων πολιτευσάμενοι μόνοι τῶν ἄλλων· τούς τε γὰρ Ἕλληνας οὐ μόνον ἐκ τῶν πολεμίων ᾤοντο δεῖν ῥύεσθαι, ἀλλὰ καὶ νοσοῦντας ἐν αὑτοῖς ἀπαλλάττειν, αὐτοί τε καὶ πρὸς τοὺς ἔξω πολέμους καὶ πρὸς τὰς οἴκοι δυσκολίας παρεσκευασμένοι κρεῖττον ἐλπίδος ἑωρῶντο. οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους,2 οὐδὲ τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης, οὐδὲ τὸ μηδενὸς ἄλλου πλὴν τῶν εἰς τὸν πόλεμον προνοουμένους, τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης, οὐ ταῦτα μόνον δείκνυσι τὸ οὐκ ἴσον, ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς τοσοῦτον φαίνεσθαι κρατοῦσαν τὴν πόλιν, εὖ τε καὶ ὡς ἑτέρως χωροῦσιν, ὡς τά τʼ εἰρημένα δηλοῖ καὶ διʼ ὧν προσθήσομεν ἔξεστι θεωρεῖν. πάσχω δʼ ἔγωγε πρὸς τὰς τῆς πόλεως πράξεις ὅπερ οἱ πρὸς τοὺς ἐν ὥρᾳ· ἀεὶ γάρ μοι τὸ προφαινόμενον τῶν ἔργων κάλλιστον φαίνεται καὶ τίθεμαι τούτῳ κατὰ τὸν λόγον. ταῦτα μὲν οὖν θεῶν τις ἂν κρίνειε καλῶς, ἐγὼ δʼ, ὥσπερ ὑπεσχόμην, δίειμι τῶν λοιπῶν τὰ γνωριμώτατα, ἐξ ὧν ἅμα τήν τε γνώμην καὶ τὴν δύναμιν τῆς πόλεως ἔξεστι λογίζεσθαι. ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλεμον καὶ θαυμαστὸν ἤρατο ὑπὲρ Θηβαίων. ἐπειδὴ γὰρ ὡς ἀπειρηκότων ὑμῶν Λακεδαιμόνιοι παιδιὰν τὰ λοιπὰ κρίναντες ἤρχοντο τῆς δυναστείας ἀπὸ τῶν ἑαυτῶν συμμάχων καὶ φρουρὰν ἐπὶ Θηβαίους ἔφαινον, ἀμφότερα ἐξέπληξε τοὺς Ἕλληνας· οὔτε γὰρ ἡ πόλις ἐχθροῖς πικροτέροις οὔτʼ αὖ Λακεδαιμόνιοι συμμάχοις προθυμοτέροις ἅμα καὶ δυνατωτέροις ἐπʼ αὐτὴν ἐκείνην ἐκέχρηντο, οὐ μόνον ἀρχομένου τοῦ πολέμου καὶ μεσοῦντος, ἀλλὰ καὶ τὰ τελευταῖα πεπαυμένου. ἀλλʼ ὅμως ὁ δῆμος οὐκ ἐφήσθη τοῖς γιγνομένοις, οὐδʼ αὖ τὴν ἀκαιρίαν κατεμέμψατο τῷ μήτε ναῦς μήτε τεῖχος ἔχειν πω τότε, ἀλλʼ ὥσπερ οὗ Λακεδαιμόνιοι κινοῦνται, ἐνταῦθα σφᾶς δέον εἶναι τοὺς ἀπαντῶντας, παραβάλλοντες μέσην τοῖς τοῦ πολέμου κινδύνοις τὴν πόλιν, παρʼ αὐτὰ τὰ τῶν συμφορῶν ὑπομνήματα, ἐξελθόντες εἰς Ἁλίαρτον ἐναντία Λυσάνδρῳ καὶ Παυσανίᾳ τὴν Βοιωτίαν ἐξείλοντο. καὶ τότε δὴ Λύσανδρος ἀκριβῶς ᾔσθετο ὅτι οὐχ, ὡς ᾤετο, ἐνενικήκει τὴν τῶν Ἀθηναίων πόλιν, ἀλλʼ ὥσπερ ὠνειροπόλησε τοῖς παισὶ παραπλησίως· ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς, ὁ δʼ οὐ τὰ τῶν Ἑλλήνων διῴκει, ἀλλʼ ὁμοῦ τοῖς ἄλλοις ἔκειτο. οὐ πολλῷ δʼ ὕστερον καὶ Κορινθίους Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα μετῆλθε δίκη, καὶ καταφεύγουσι καὶ οὗτοι πρὸς τὴν πόλιν· ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς οὐκ ἄν ποτε τὴν ἱκανὴν δίκην ἔχειν νομίσαι πᾶς τις ἂν εἴκασεν3 ἐκ τῶν ὑπαρχόντων, οἱ δʼ ἅπερ περὶ Θηβαίων, ταῦτα καὶ περὶ τούτων γνόντες βοηθοῦσιν εἰς Κόρινθον, ὡς ἄν τις ὑπὲρ τῆς οἰκείας· καὶ γενομένου τοῦ πολέμου
他们凭勇气战胜了敌人,凭宽厚战胜了同胞。他们兼具二者——既有斗争中的勇敢,又能在行动之后审慎谋划应为之事——他们如此卓越地恢复了城邦,以至于若有人不想巨细靡遗地叙述一切,便完全有可能将战时降临的灾难掩盖过去;他们所抉择并成就的后续作为,与先前的壮举是如此前后相称。然而,当雅典被剥夺一切之际,拉刻代蒙人尚且如此不敌于她,那么应当认为她是以何等悬殊的优越力量凌驾于他们之上呢? 在他们所行之事中,有一件事绝不亚于任何其他事迹,同样值得称述与尊崇:当拉刻代蒙人要求偿还曾贷给三十人僭主用以反对民众的款项时,在达成和解之后,民众为了以行动落实誓约,共同筹款如数清偿。确实,拉刻代蒙人内部如何相处,我们无从知晓,因为他们对此秘而不宣;而我们的城邦不仅在众多见证者面前如此处置了自身事务,更成为了其他人的楷模。至少,后来当阿尔戈斯民众深受内乱之疾时,雅典在行动与言论上都予以医治;因为雅典派使节前往他们那里,以自身的经历提醒他们,从而使他们重归于好。由此可见,在所有人中唯有雅典人以同样的方式治理自身事务与全希腊的共同事务;因为他们不仅认为应当将希腊人从外敌手中解救出来,而且认为应当将内部受内乱之害的人们拯救出来,并且他们自身无论面对对外战争还是国内困难,所展现出的准备都超越了人们的预期。不仅是将外来且年轻得多的族群与本土且古老的族群相比,不仅在于城邦为他人树立了榜样,也不仅在于对方除了军事之外一无所谋,而城邦在其他方面胜过他们远甚于在军事上——不仅是这些彰显了二者不可同日而语,而且在战争本身的实际作为与关键时刻,无论局势顺遂抑或逆转,城邦都显露出如此绝对的优势,正如已述之言所证明的,亦可通过我们接下来补充的事迹加以印证。至于我,面对城邦的功业,所感触的宛如面对处于青春韶华之人一般:因为在我眼前浮现的作为,每一次都显得最为美好,而我也在言说中把票投给它。这些事情自有某位神祇能够作出公正裁断,而我则将如约详述剩余事迹中最著名的部分,人们可以从中同时推知城邦的精神与力量。首先,雅典为了忒拜人承担了一场奇异而惊人的战争。因为拉刻代蒙人以为你们已经力竭,将其余之事判作儿戏,便开始从自己的盟友身上施展霸权,宣布对忒拜人兴兵,这两件事令全希腊大为震惊;因为对于城邦而言,从未遭遇过更残酷的仇敌,对于拉刻代蒙人而言,亦从未有过针对雅典自身更卖力且更强劲的盟友,这不仅在战争之初和中期是如此,即便在战争终结的最后一刻亦是如此。然而民众并未对眼前之事幸灾乐祸,亦未因当时尚无舰船、尚无城墙而归咎于时机不利,反倒宛如凡是拉刻代蒙人蠢动之处,便应当由自己挺身迎击一般,在灾难的记忆历历在目之际,将城邦置于战争危难的正中央,出兵哈利亚图斯迎战吕珊德与保萨尼亚斯,解救了维奥蒂亚。正是那时,吕珊德确凿地意识到,自己并未如其所想的那样征服了雅典人的城邦,而只不过是像孩童般做了一场虚妄的梦;因为城邦立即从灾难中复兴,而他不仅未能掌管全希腊事务,反而与其余战死者一同陈尸战场。不久之后,一种希腊式的、配得上这座城邦的报应也降临到科林斯人头上,他们同样逃往雅典避难;根据既往情形,任何人都会推测,城邦对他们施加任何惩罚都不会自认得到了足够的补偿,但雅典人对他们做出了与对忒拜人相同的决定,宛如保卫本土一般前往科林斯施援;随着战争的爆发……
- 166ὃ δʼ οὐδενὸς ἧττον τῶν ὑπʼ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι
由关系代词 ὃ 引导的关系从句置于句首,充当提纲性的破格句(anacoluthon),先导了随后由 γάρ 引出的具体事件(Λακεδαιμονίων γὰρ...)。该句没有限定主动词,实际起到了“在他们所行之事中,同样值得称述与尊崇的一点在于……”的导引作用。
- 166οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους
一系列平行的带冠词不定式短语(τὸ τοὺς ἄλλοθεν ἥκοντας... πρὸς αὐτόχθονας...,此处省略了如 παραβάλλεσθαι 这类表示对比的动词;οὐδὲ τὸ τῆς πόλεως...;οὐδὲ τὸ μηδενὸς ἄλλου...)被紧随其后的 οὐ ταῦτα μόνον 统摄,共同作为主动词 δείκνυσι 的主语,随后再以 ἀλλὰ καὶ τὸ ... φαίνεσθαι 形成转折对照,构成一个长跨度的复合句式。
- 167ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς οὐκ ἄν ποτε τὴν ἱκανὴν δίκην ἔχειν νομίσαι πᾶς τις ἂν εἴκασεν
主句由表示过去的潜在直陈式 πᾶς τις ἂν εἴκασεν(“任何人都会推测”)构成,统领宾格主语为 ἣν、不定式为 νομίσαι(共用潜在虚词 ἄν)的“宾格加不定式”结构。动词 νομίσαι 进一步支配补足不定式 ἔχειν τὴν ἱκανὴν δίκην,而分词短语 ὁτιοῦν δρῶσαν κακὸν αὐτούς 则呈现了双宾格结构(δράω 同时接人与事)。
