- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:164-165
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论述了雅典在顺境与逆境中皆展现出胜过斯巴达的顽强意志,并高度赞扬了色拉西布洛斯等人在平定国内寡头内乱(四百人政权与三十人僭主)中所展现出的极致节制与英勇。
τὰς πόλεις1 ὁμοίως οἷς τε κατώρθωσε καὶ ἐν οἷς ἀπέτυχε. καὶ μὴν αὐτὴ μὲν ἐθνῶν ἅμα καὶ πόλεων κεκράτηκεν, αὐτῆς δʼ οὐδεὶς ὅστις οὐ μετὰ πολλῶν συμμάχων. ἔτι δʼ αὐτὴ μὲν πρὸς ἅπαντας ὁμοῦ πολεμεῖν ἠνάγκαστο τοὺς ἐπιόντας, ἢ κινοῦντας, τῶν δʼ ἐναντίων οἱ πλεῖστοι πρὸς μέρος αὐτῆς ἀντήρκασιν, ἀθρόας δὲ τῆς δυνάμεως ἢ τίς ἢ οὐδεὶς ἐπειράθη. ὥσθʼ ἡ τῶν Ἀθηναίων πόλις νενίκηκε μὲν πολλὰ δὴ πολλάκις, αὐτὴ δʼ ἴσα καὶ ἀήττητος ἐστί. τὸ δὲ πάντων μέγιστον ὅτι αὐτῆς μὲν οὐδεὶς ἐκράτησεν—οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο, ἀλλὰ στρατιᾶς γέγονε πάντα τὰ τοιαῦτα ἀτυχήματα— αὐτὴ δὲ τὰς γνώμας τῶν ἐναντίων ἅμα τοῖς ἔργοις δεδούλωται, Ξέρξῃ μὲν φεύγειν ἀπὸ τῶν πραγμάτων ποιήσασα ἐν εὐχῆς μέρει, Λακεδαιμονίους δὲ ἀνακλίνασα οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόντας καὶ πταίσαντας αὐτῶν. γνοίη δʼ ἄν τις ὡς οὐκ ἴσον οὐδʼ ὅμοιον τὸ τῶν πόλεων τούτων οὔτε τῷ μεγέθει τῶν ἔργων οὔτε τοῖς τολμήμασιν οὔθʼ ὅλως οὐδενὶ τῶν ὑπαρχόντων. Λακεδαιμόνιοι μὲν γὰρ ἐν Λεύκτροις ἀτυχήσαντες οὐκ ἀνήνεγκαν, ἀλλʼ ὥσπερ ἀνδρὸς τελευτὴ κἀκείνοις συνέβη. εἰρήνην μὲν γὰρ ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους, μόνῃ τῇ τῶν Ἀθηναίων πόλει νομίζοντες εἴκειν εὐπρεπῆ συμφορὰν εἶναι, ἀναμιχθέντες δὲ τοῖς ἄλλοις Πελοποννησίοις οὐ μᾶλλον σώζειν ἑτέρους εἶχον ἢ τῶν ἄλλων ἐδέοντο σώζειν σφᾶς· καίτοι τὸ μέγιστόν γε αὐτοῖς ἡ πόλις ἤρκεσε, τὸ μὴ ὥσπερ καταιγίδος ἢ στροβίλου τινὸς ἐμβολῇ καθάπαξ ἀναρπασθῆναι. ἡ δὲ πόλις κλαπεῖσα τῇ ναυμαχίᾳ2 τῇ καθʼ Ἑλλήσποντον, καὶ στερηθεῖσα τῶν νεῶν καὶ τῶν τειχῶν, καὶ μετὰ τοῦτο ἐν αὑτῇ στάσει χρησαμένη, καὶ Λακεδαιμονίων οὐδὲν μέτριον ποιούντων, ἐκείνους μὲν διʼ ἑνὸς ἀνδρὸς ἀφείλετο τῆς θαλάττης τὴν ἀρχὴν, αὐτὴ δʼ ἐπέστη τοῖς Ἑλληνικοῖς ὥσπερ ἄρτι παριοῦσα ἀπὸ τῶν Μηδικῶν. οὐ τοίνυν μόνον τὰ τῶν πολέμων ἐλαττώματα κάλλιον ἤνεγκεν ἢ τὰς εὐπραξίας ἕτεροι, ἀλλὰ καὶ τὰς οἴκοι δυσκολίας οὕτω διέθετο ὥσθʼ ὅρον εἶναι σωφροσύνης πᾶσιν ἀνθρώποις καὶ μηδένα μηδʼ ὕστερον ἐξευρεῖν ἔχειν βέλτιον τῶν ὑπʼ ἐκείνων γενομένων μηδέν. ἔδειξε δὲ τῇ τʼ ἐπὶ τῶν τετρακοσίων μεταστάσει τῆς πολιτείας, ἣν ἀψοφητὶ κατέλυσε, καὶ τῷ πρὸς τοὺς τριάκοντα πολέμῳ, μηδέν τι πρὸς πλείους μετʼ ἐκείνους γενομένῳ. ἀλλὰ μὴν ἅμα σωφροσύνης τε καὶ τόλμης οὐδένες ἀνθρώπων σαφέστερα δείγματʼ ἐξήνεγκαν, οἵ γε ὀλίγῳ μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι ταῦτα βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λακεδαιμονίων ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν καὶ πρὸς τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰόμενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ, ἢ μὴ προσορᾶν τὸν ἥλιον, κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. ἐπεὶ δʼ ἠγωνίσαντο μὲν πρὸς τοὺς ἀπὸ τοῦ ἄστεος, ἀντετάξαντο δὲ Λακεδαιμονίοις, ἔσχον δὲ τὸν Πειραιᾶ, παράδειγμα δʼ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο, ὁ δῆμος ἤδη συνειλεγμένοι ἅμα τʼ εἰς χεῖρας παρῆσαν3 καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ αὑτῶν πολεμήσοντες ἑκάτεροι· ὥστε μὴ εἶναι διελέσθαι πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει, τοῦτόν γε λυθεῖσαν τὸν τρόπον. ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς· ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ συμφοράν. βούλομαι δὲ τοσοῦτον ἔτι ὑπὲρ τῶν ἀνδρῶν ἐκείνων εἰπεῖν, ὅτι τῇ μὲν τόλμῃ παρῆλθον οὐ μόνον Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς Μαραθῶνι σχεδὸν τῶν προγόνων. οἱ μὲν γὰρ, εἰ καὶ πολὺ τῶν ἐναντίων ἥττους, ἀλλʼ οὖν ἐν πλήθει συντάγματος ὄντες ἐθάρρησαν, οἱ δʼ ὀλίγῳ πλείους ὄντες οἱ σύμπαντες ἢ πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο4 Φυλὴν κατέλαβον. καὶ οἱ μὲν εὐθενούσης τῆς πόλεως ξένους καὶ βαρβάρους, οἱ δʼ ἑτέρως πεπραγυίας Λακεδαιμονίους τῶν Ἑλλήνων ἄρχοντας καὶ τοὺς ἐκ τοῦ ἄστεος αὑτῶν ἐκράτησαν. κρατήσαντες δὲ
战胜其他各邦,无论是在其成功的作为上,还是在遭受挫折的境遇中,皆是如此。 确实,雅典自身同时征服了诸多部族与城邦,而战胜雅典的人无一不是依仗众多盟友。再者,雅典自身被迫同时与所有进犯或挑衅的敌军作战,而对手中的大多数人仅能抗衡雅典的一部分力量,几乎没有任何人,甚至根本无人领教过雅典的全部集结力量。因此,雅典人的城邦确实屡屡大获全胜,而她自身却近乎不可战胜。最伟大之处在于,从未有人征服雅典自身——因为没有人能够征服她的精神意志,所有此类挫折都不过是某支军队的不幸——而雅典自身却将对手的意志与其实际行动一同奴役,使薛西斯将逃离战事视若求之不得的祈愿,并令斯巴达人屈服,不仅包括那些亲临战场遭受溃败者,亦包括听闻此事的留守之人。任何人都能看出,这两座城邦无论在功业的规模上,在果敢的决断上,还是在一切固有属性上,皆不可同日而语。因为拉刻代蒙人在留克特拉遭受挫折后便一蹶不振,降临在他们身上的事宛如一个人的死亡。他们不屑于与忒拜人媾和,认为唯有向雅典人的城邦屈服方为体面的不幸;然而与其余伯罗奔尼撒人合兵之后,他们拯救他人的能力,并不胜于他们需要他人拯救自身的窘境。尽管如此,〔雅典〕城邦为他们提供了最大的庇护:使他们未曾如遭暴风或旋风袭击一般被彻底摧毁。反观雅典城邦,虽在赫勒斯滂的海战中遭暗算奇袭,丧失了舰船与城墙,随后又在城内经历了内乱,且在拉刻代蒙人毫无节制施暴之际,却通过一人之力夺走了对方的制海权,并重新掌管全希腊事务,宛如刚刚自波斯战争凯旋一般。因此,她不仅将战争的挫败承受得比他人承受顺境更为出色,而且对国内的困难也做出了这般的处置,以至于成为全人类节制的典范,后世亦无任何人能找出比他们所为更善的举措。她通过推翻四百人政权的宪制变革证明了这一点(雅典人悄然无声地废除了该政权),又通过对三十人僭主集团的战争证明了这一点(此后并未演变成针对大多数公民的清算)。确实,没有任何人能同时为节制与果敢展现出更明晰的典范:当初谋划此事者仅五十余人,却敢于同时迎战掌控陆海霸权的拉刻代蒙帝国与城内的敌人,认为要么生活在自由之中,要么不该再仰望太阳,以免太阳成为自己怯懦的见证者。及至他们与来自城区的敌人交战,列阵抵抗拉刻代蒙人,攻占培拉埃乌斯,成为全人类危难中希望的榜样时,集结起来的民众几乎在交锋的同时便进入了对话,宛如双方各自是为了对方而非为了自己作战一般;以至于人们无法分辨,究竟敌人咒骂这场内乱是其本分,还是友人为城邦祈求这样的内乱是其善意——因为它是以这般方式得以平息的。城邦因全人类共同的人性而染疾,却凭自身的卓越本性而痊愈;因此,即便是这一事件,带给她的也是钦羡而非灾祸。关于那些义士,我还想再多说一句:他们在果敢上不仅超越了拉刻代蒙人,甚至几乎超越了马拉松时期的先祖。因为先祖们即便远少于敌人,但身处大军阵列之中仍可鼓足勇气;而这些人全部加起来仅比与其交战的僭主稍多一点,便夺取了菲勒。先祖们是在城邦鼎盛之时战胜了异邦人与蛮族,而这些人却是在城邦沦落逆境之际,战胜了身为希腊主宰的拉刻代蒙人以及城内的同胞。而在取胜之后……
- 164τὰς πόλεις
作为前一语段末尾动词 νικᾷ(战胜、压倒)的直接宾语宾格短语。它承接前文句法结构,而非句首独立的宾格。
- 164κλαπεῖσα τῇ ναυμαχίᾳ
动词 κλέπτω(偷窃、欺骗)的被动不定过去时分词主格阴性单数。此处作引申义,意为“在海战中遭偷袭暗算/因诡计而落败”,特指羊河(埃戈斯波塔米)海战中的被袭惨败。
- 165ὁ δῆμος ἤδη συνειλεγμένοι ἅμα τʼ εἰς χεῖρας παρῆσαν
依意义一致(constructio ad sensum)的典型句式。单数集体名词 ὁ δῆμος(民众)与阳性复数分词 συνειλεγμένοι 及复数动词 παρῆσαν 搭配,着眼于组成民众的全体公民个体。
- 165πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο
关系词从句中先行词 τοὺς τυράννους 被吸收入关系词 ὅσους 从句内部的构式(incorporation)。用作比较基准,意为“(全员人数仅比)与其作战的那些僭主(三十人僭主)稍多一点”。
