- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:162-163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说家批评了那些以贬低斯巴达来谄媚雅典的辩者,随后对比了斯巴达在仅损失数百人后便屈膝求和,与雅典在西西里惨败及阿耳吉努萨伊海战的逆境中依然顽强奋战的精神,论证了雅典不仅在顺境的辉煌中、更在逆境的坚忍中皆为无可争议的胜者。
εἰρήνης ἐπʼ ἐκείνων τῶν χρόνων ἐνενόησεν, οἱ δʼ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι πληγέντες κατέφυγον εὐθὺς ἐπὶ τὴν εἰρήνην. ἀεὶ μὲν οὖν ἔγωγʼ ἐμεμψάμην τοῖς ἐπιτιμῶσι τῇ τῶν Λακεδαιμονίων πόλει καὶ τοῦθʼ ὑπὲρ τῆς ὑμετέρας ἀξιοῦσι ποιεῖν· ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται, ὑμᾶς δʼ οὐ κοσμοῦσιν, ὡς οἴονται. ἀλλʼ, εἴ γέ τι δεῖ καὶ παράδοξον εἰπεῖν, τοὐναντίον μοι δοκοῦσι δρᾶν ἢ βούλονται· μᾶλλον γὰρ ἐκείνους αἴρουσιν ἢ τὴν πόλιν ἐγκωμιάζουσι καὶ πλείω χάριν ἂν παρʼ ἐκείνων αὐτοῖς οἶμαι τῆς βλασφημίας ἢ τῶν εὐφημιῶν εἶναι παρʼ ὑμῶν. οἱ μὲν γὰρ οὐχ ὅτι δεύτεροι τῆς πόλεως ἀκούουσι, τοῦτο ζημιοῦνται, ἀλλʼ ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαίνουσιν· ὑμᾶς δʼ οὐχ ὅτι κρείττους ἀποφαίνουσι σεμνύνουσιν, ἀλλʼ αὐτῷ τῷ παρεξετάζειν ἐοίκασιν οὐ γιγνώσκειν· ὥστʼ οὐδὲν ἀπεικὸς ὑμᾶς ἀηδέστερον ἢ Λακεδαιμονίους ἔχειν, ὁπόταν ταῦτα ἀγωνίζωνται. οὐ μὴν ἀλλʼ ἐπειδήπερ ἐν τούτῳ τῷ μέρει τοῦ λόγου γεγένημαι, ἐν ᾧ τὰ πρὸς ἄλληλά ἐστι ταῖς πόλεσιν, ἀνάγκη καὶ τοῦτʼ ἴσως ὑπομεῖναι, ἵνα μὴ μόνον ἐν τοῖς ἀγῶσιν ὅσῳ κρείττων ἡ πόλις ἀποφαίνωμεν, ἀλλὰ καὶ τοῖς ὅλοις. φανήσονται γὰρ Λακεδαιμόνιοι μὲν τριακοσίων ἀνδρῶν στερηθέντες οὐκ ἐνεγκόντες, ἀλλʼ εὐθὺς ἐγκλίναντες· ὃ μείζω φιλοτιμίαν ἔχει τῇ πόλει τοῦ νικῆσαι τῇ μάχῃ· ἐν ἐκείνῃ μὲν γὰρ τῶν ἀντιστάντων κρείττων ἐγένετο, ἐν οἷς δʼ ἀπηγόρευσαν οἱ λοιποὶ σχεδὸν πάντων, ὥσπερ ἐν ἄθλοις, ὅταν πᾶς τις εἴκῃ· αὕτη δὲ τοσαύτῃ χρησαμένη συμφορᾷ μετὰ ταῦτʼ ἐν Σικελίᾳ οὐ μόνον οὐ καταπτήξασα οὐδʼ ἐπὶ τὴν εἰρήνην ἀσμένως καταφυγοῦσα, ἀλλʼ οὕτω διαθεῖσα τοὺς πολεμίους ὥστʼ ἀσμένους ἂν ἐκείνους ἰδεῖν, εἴ τις εἰρήνην ἄγειν δυνηθείη πεῖσαι τὴν πόλιν.1 καὶ μὴν οἱ μὲν ὡς ἤκουσαν τὴν Κόνωνος ἐν Μυτιλήνῃ πολιορκίαν, οὐκ ἐξεπλάγησαν, ἀλλὰ πλεύσαντες ἐπʼ Ἀργινούσαις ὅσαις οὐδʼ ἂν εἷς εἰκάσειε ναυσὶν, ἐλάττοσι δʼ ὅμως τῶν ἀντιπάλων, ἀντετάξαντο παντὶ τῷ ναυτικῷ τῶν πολεμίων, ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις, ἐν δὲ τῷ Καρὶ καὶ οὐκ ἐν τοῖς αὑτῶν σώμασι τὰς πείρας ποιούμενοι·2 καὶ οὔτε πλήθους τῶν ἀντιτεταγμένων ἐφρόντισαν οὔτε τῆς Καλλικρατίδου δόξης, οὔτε νήσων ἐχομένων οὔτε ἠλλοτριωμένης ὡς εἰπεῖν ἤδη τῆς τύχης· οὐ χειμῶνος ἡττήθησαν, οὐχ ὅσον τοῦ πολέμου τὸ λοιπὸν ἐνεθυμήθησαν, ἀλλʼ ὥσπερ ἐξαρκοῦν εἰς τὴν θάλατταν ἰδεῖν, τρέπονται μὲν Λακεδαιμονίους, κρατοῦσι δὲ σύμπαντας Πελοποννησίους, τριήρεις δὲ τὰς μὲν αἱροῦσι, τὰς δὲ καταδύουσιν ὁμοῦ τῷ σκηπτῷ καὶ τοῖς πολεμίοις μαχόμενοι τοσοῦτον ἐποίησαν τῆς πολιορκίας τὸ διάφορον· τὸ δὲ πάντων μέγιστον, ὅτι ἄνδρα ῥύονται ὃς μόνος ἤρκεσε τὴν Λακεδαιμονίων ὕστερον δυναστείαν καταλῦσαι. οἱ δʼ ὥσπερ ἅπαντες καταναυμαχηθέντες εἰρήνης αὖθις ἐδέοντο, οὕτως οὐ μόνον τοὺς ἐν τοῖς ἀγῶσι παρόντας εἴθιστο τότε νικᾶν ἡ πόλις, ἀλλὰ καὶ τοὺς ἄλλους ἐξέπληττε καὶ διὰ πάντων ἐνίκα. ἀλλὰ μὴν φανήσεται νίκας τε μεγίστας τῶν πώποτε ἀνῃρημένη καὶ συμφορὰς οὕτως ἐνεγκοῦσα ὡς μᾶλλον ἄν τινα τῆς πόλεως ἄγασθαι τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἢ τὰ ἔργα τῶν κεκρατηκότων, ὥστʼ ἔμοιγʼ ἐπέρχεται καὶ τοῦτʼ εἰπεῖν, ὅτι νικῶσα ταῖς εὐπραξίαις οὐχ ἧττον ἐν οἷς ἠτύχησε διενήνοχεν, εἴπερ μηδεὶς ὁμοίως ἐνήνοχε τὰς συμφοράς. τοῦ μὲν οὖν οἷς κατώρθωσε νικᾶν ἄνευ τῶν πρὸς αὐτοὺς πεπραγμένων τοὺς ἀντιπολιτευσαμένους ἄλυτα ὑπάρχει διττὰ σημεῖα· ἅ τε γὰρ καθʼ αὑτὴν ἔπραξε τῶν ἰδίᾳ τισὶ πραχθέντων ὑπεραίρει οὐχ ὅσον ἀγνοῆσαι, ἅ τʼ ἐν ταὐτῷ γενομένων ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι.3 καὶ μὴν ἔν γε τοῖς δυσκόλοις κρείττων γέγονε τῶν νενικηκότων· οἱ μὲν γὰρ εἴκοντες, ἡ δʼ ἀντέχουσα δέδεικται τῇ τύχῃ. οὐκοῦν ἀμφοτέρας τὰς νίκας οὐ παρὰ μικρὸν φέρεται καὶ νικᾷ
在那段时期里,城邦连和平的名义都未曾想过,而那些人虽然携如此众多且巨大的优势出兵,一遭打击便立刻逃遁至和平之中。因此,我向来责难那些指责拉刻代蒙人的城邦、并声称是为了你们的城邦而如此行事的人;因为他们招致了前者的怨恨,却并未如自己所想的那样光耀了你们。相反,如果必须说一句看似反常的话,他们所做的事在我看来恰恰与他们的意图相反:因为他们抬高了那些人,胜过了赞美你们的城邦,而且我认为,他们因辱骂而从那些人那里获得的感激,要多于因赞颂而从你们这里获得的感激。因为拉刻代蒙人并不会因被称作仅次于我们城邦而受损,反会因被拿来与我们城邦比较评判而获益;而他们宣布你们更胜一筹,并非是在推崇你们,反倒仅仅通过这种并列比较,显得毫无见识。因此,每当他们展开这番辩论争锋时,你们比拉刻代蒙人感到更为不快,乃是再自然不过的事。 然而,既然我已经来到了演说的这部分——即论及两城相互关系的部分——或许也有必要承担起这一论证,以便我们不仅能证明城邦在个别交锋中优越多少,更能证明在总体大局上同样如此。因为显而易见,拉刻代蒙人仅丧失了三百人便承受不住,立即退缩屈服——这给城邦带来的荣耀甚至大过在战斗中取胜;因为在那场战斗中,城邦不过是胜过了抗衡的对手,但在此等其余之人皆放弃的关头,她却胜过了几乎所有人,正如在竞技中所有人都退让一般。相反,我们的城邦其后在西西里遭遇了如此巨大的灾难,不仅没有退缩畏惧,也没有欣然逃向和平,反而将敌人逼至这般境地,以至于若有人能说服城邦媾和,敌人必将欣然领受。不仅如此,当他们听说科农在密提林被围时,毫无惊慌失措之态,反而以任谁都无法预料的庞大舰数——然而仍少于对手——扬帆驶向阿耳吉努萨伊,列阵迎战敌人的全部舰队,宛如总有别人在不断为他们提供三列桨座战船,又宛如他们是在卡里亚人身上、而非在自己的躯体上进行冒险尝试一般。他们既不在意列阵相对的敌军数量,也不在乎卡利克拉提达斯的名望,既不在乎各岛已被占领,也不在乎命运可以说早已离他们而去;他们未被风暴击垮,也未曾思量战争的余波尚有多久,而是宛如只要望向大海便已足够一般,击溃了拉刻代蒙人,制服了全体伯罗奔尼撒人,战船或被俘获或被击沉,在同时与暴风和敌人作战之中,彻底扭转了被围困的局势。而最伟大之事在于,他们拯救了一位日后单凭一己之力便足以覆灭拉刻代蒙人霸权的人物。而敌人正如全军在海战中彻底覆灭一般,再次恳求和平;当时城邦不仅惯于战胜身处战场的对手,更令其余所有人惊恐震慑,在全方位皆告取胜。确实,显而易见的是,城邦既赢得了有史以来最伟大的诸多胜利,又以这般姿态承受了灾难,以至于人们赞赏城邦在危难中的坚毅英魂,要远甚于赞赏那些得胜者的功业;因此我甚至想说:城邦在顺境中取胜,在受挫的不幸之中其卓越亦毫不逊色,倘若确实没有任何人能以同样的方式承受灾难。因此,关于城邦凭借功业取胜这一点,即便撇开针对那些政治对手所作的作为不谈,亦存有两项确凿不移的明证:因为她凭一己之力所成就的事业,其超越他人个别所为的程度绝非可以视而不见,而会合一处时她所成就的事业,所有人合在一起亦逊色得不足以与之相比。再者,在艰难困苦之中,她甚至胜过了得胜者;因为事实证明,前者向命运屈服,而她却抵御住了命运。由此可见,城邦以绝非微小的差距赢得了这两方面的胜利,并高居胜者之位。
- 162ὥστʼ ἀσμένους ἂν ἐκείνους ἰδεῖν, εἴ τις εἰρήνην ἄγειν δυνηθείη πεῖσαι τὴν πόλιν
在由 ὥστε 引导的结果从句中嵌套了“ἄν + 不定词(ἰδεῖν)”的潜能/虚拟条件句结构。它充当条件从句“εἴ τις ... δυνηθείη(祈愿语气)”的归结部(在直接引语中相当于 ἀσμένοι ἂν ἴδοιεν 等),在 ὥστε 的统辖下转换成了带 ἄν 的宾格加不定词结构。
- 163ἐν δὲ τῷ Καρὶ καὶ οὐκ ἐν τοῖς αὑτῶν σώμασι τὰς πείρας ποιούμενοι
此处化用了希腊谚语“拿卡里亚人冒险”(ἐν Καρὶ τὸν κίνδυνον)。该典故源于古希腊人常用低贱的卡里亚奴隶或雇佣兵来进行危险的试验,在此用于修辞性地极力表现雅典将士视死如归、毫不顾惜自身性命的无畏气魄。
- 163ἅ τε γὰρ καθʼ αὑτὴν ἔπραξε τῶν ἰδίᾳ τισὶ πραχθέντων ὑπεραίρει οὐχ ὅσον ἀγνοῆσαι, ἅ τʼ ἐν ταὐτῷ γενομένων ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι
由并列关联词“ἅ τε ... ἅ τε ...”构成的复句,用以具体阐释前文的“两项证据”(διττὰ σημεῖα)。前半句的主语是 ἅ καθʼ αὑτὴν ἔπραξε,支配比较属格 τῶν ἰδίᾳ τισὶ πραχθέντων,副词性不定词短语 οὐχ ὅσον ἀγνοῆσαι 表示程度(“绝非可以忽视”);后半句中 ἅ 是对比动作(ἀντιθεῖναι)的宾语,省略系动词的 ὁμοῦ πάντες ἐλάττους [εἰσὶν] 意为“所有人合在一起也逊色得不足以拿来相对抗”。
