- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:160-161
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞颂了雅典在西西里远征受挫及惨败时展现出的顽强斗志与增援气魄,并讲述了雅典人在面对全希腊敌对、同盟瓦解及波斯介入的绝境下,以萨摩斯为根据地扭转乾坤,并在库齐库斯之战中大获全胜的复兴壮举。
νικᾶν συνήθειαν καὶ τὸ δεδόσθαι τῇ πόλει καθάπερ γέρας τὴν τῶν κρειττόνων μοῖραν ἐν τοῖς πλείστοις· τὸ δὲ μηδʼ ὡς ἀντέπεσε τὰ πράγματα μηδὲν μᾶλλον ἀποστῆναι, ἀλλʼ ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δʼ ἱππέων, οἷς οὔτε πλῆθος οὔτʼ ἀρετὴν ἴσους εὑρεῖν ἦν· ἔτι δὲ νεῶν τοσούτων καὶ βελῶν καὶ σκευῶν καὶ τεχνῶν καὶ συμμάχων καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς κατασκευῆς μεθεστηκυίας, ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης,1 κεκενωμένης μὲν τῆς ἀκροπόλεως ταλάντων ὀλίγου δεῖν μυρίων, Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν καὶ τῶν ἄλλων οὐκέτʼ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιουμένων, ἀλλʼ ἐκ μέσης τῆς Ἀττικῆς, ἐκ Δεκελείας, μεθεστηκότων δὲ καὶ τῶν οἰκετῶν οὐκ ἔλαττον ἢ πλήρωμα ἔθνους εἶναι δοκεῖν, ἀδείας δʼ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις, τοσούτου δὲ ὄντος πολέμου περὶ τὴν πόλιν, τοσαύτην περιουσίαν καρτερίας ἅμα καὶ ῥώμης καὶ φιλοτιμίας ἐπιδείξασθαι2 ὥσθʼ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ καὶ στρατηγοὺς ἐφαμίλλους, καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας, ποίᾳ ταῦτʼ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; γενομένου δὲ τοῦ μεγάλου πάθους—οὐ γὰρ οὖν σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν—οὕτω τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλʼ ἄρτι προσκεκτημένῃ. καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδʼ ἂν εἷς ἀξίως εἴποι. περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων καὶ πανταχόθεν κεκυκλωμένων, ἔτι δʼ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπʼ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι, προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως, καὶ συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ; ἦν μὲν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν, οὕτω κοινῷ πολέμῳ βαρβάρων τε καὶ Ἑλλήνων συνεχομένην· οἱ δʼ οὕτω μετέστησαν τὰ πράγματα ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν, ἀλλʼ οὐ κατʼ αὐτῶν γιγνομένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. τὸ δὲ πάντων μέγιστον ὅτι καὶ τῆς πολιτείας κινηθείσης καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι, τόπον οὐδένα ἔχοντες οὗ χρὴ στῆναι πλὴν Σάμου, καθάπερ ἐν τῷ Μηδικῷ κινδύνῳ τῆς Σαλαμῖνος, ἀλλʼ ἕτερον δή τινα καὶ οὗτοι τρόπον εἰς ταυτὸν ἐλθόντες τοῖς τότε, καὶ τὴν πόλιν ἐκλιπόντες μέρει τῷ πλείστῳ, κατεστήσαντο μὲν τὰ οἴκοι, ἐκράτησαν δὲ τοὺς ἔξω, διέλαβον δὲ τροπαίοις τὸν Ἑλλήσποντον, ἄλλους ἄλλοσε καταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι· εἴρηταί τε καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. τέλος δʼ ἐπὶ Κυζίκῳ συμπεσόντες ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρβάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας παρʼ ὅσας διέφθειραν·3 καὶ Φαρναβάζου κακῶς τὸ συμβὰν ἰωμένου καὶ τὴν ἵππον ἐπεισάγοντος οἱ μὲν ἐκ ποδὸς ἱππομαχήσαντες, οἱ δʼ ἀπὸ τῶν νεῶν πάντα ὁμοῦ χειροῦνται, ναυτικὸν, ἱππικὸν, τοξότας τοὺς ἀπὸ Σικελίας, τοὺς ἐκ Πελοποννήσου, τὴν βασιλέως χορηγίαν, τὰς Λακεδαιμονίων ἐλπίδας, καὶ κενὸς ἤδη τοῖς ἐναντίοις ὁ πόλεμος ἦν καὶ πάντα φροῦδα ὥσπερ ἐκ ναυαγίας τινὸς ὡς ἀληθῶς. ὥσθʼ ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς στάσεως πόλις οὐδʼ ὄνομα
由于雅典人惯于取胜,且在大多数事情上强者之分宛如荣誉赏赐一般被赋予了这座城邦,因此步兵战与骑兵战或许不那么令人惊叹。然而,即便事态急转直下,他们却绝没有因此退缩,反而在重装步兵与骑兵皆已不在——在人数与英勇上根本找不到能与他们匹敌之人——且如此众多的战船、箭矢、器械、工匠、盟友,以及几乎全部的武装配备都已移走,宛如全西西里方始殖民开辟一般;卫城国库中将近一万塔兰同被消耗一空,拉刻代蒙人、玻俄提亚人及其他人不再从伯罗奔尼撒发起入侵,而是从阿提卡的心脏地带德凯莱亚进犯,叛逃的家奴之多甚至俨然构成一个部族的全体丁口,任何有意叛逃者皆可安然离去;在这般巨大的战火笼罩城邦之际,他们竟能同时展现出如此充沛的坚忍、力量与雄心,以至于派出另一支与前军旗鼓相当的舰队以及与之比肩的统帅,甚至决意带领同盟军在当地围攻拉刻代蒙人——这等作为究竟能与怎样的人类精神相提并论?这又不比哪一种幸运更值得赞叹呢?即便当那场巨大的灾祸降临之时——我绝不会对此保持沉默,因为在我看来,恰恰是这一点更显出城邦的伟大——城邦处理余下局势的态度,竟宛如她已经占领了全西西里一般。因为她丝毫不像一个丧失了力量的人,反倒像一个刚刚新获力量的人。至于他们为了不向任何可耻之事屈服而选择的风尚之从容、自制以及生活之规整,任何人都不可能给予配得上的赞扬。当全体希腊人合围他们,原有的敌人破天荒第一次燃起希望并受命运煽动,西西里的大军席卷而来,几乎整个同盟全数背叛,岛屿、大陆乃至几乎所有人都变成了敌人,四面楚歌;加之发生如此出人意料的忘恩负义之事,以至于连波斯大王都被那些曾因城邦的作为而免遭大王荼毒的人召来对付城邦,而大王亦欣然加入,在兵员、舰船和金钱上协力作战,在陆地与海洋上无所不用其极地为战争提供资财——任何一个从外部如此观察的人,无不会料定在野蛮人与希腊人这般联合开战的重压下,城邦此刻必将立刻覆亡。然而,他们的力挽狂澜,竟仿佛这一切并非不利于他们、反而是有利于他们发生的一般,又仿佛敌人是在替他们掌军统领一般。而最伟大之事在于,即便政制动荡,国内某些人与他们离心离德,除了萨摩斯岛之外他们别无立足之地,正如在波斯危难之时的萨拉米斯岛一般,然而他们在另一种意义上走上了与前人相同的境地,其大部离开了城邦,整肃了国内事务,战胜了外敌,以纪念碑点缀了整个赫勒斯滂,将敌人驱往四面八方,简直就像在他们自己内部进行操练,而非在与屡屡遭遇的敌人进行海战——此言已被道出,我也是想起前人曾如此说过。最终,他们在库齐库斯同时与拉刻代蒙人、来自希腊各地的军队、来自亚洲的野蛮人以及法尔纳巴佐斯交锋,俘获了战船,未能全部俘获所差之数仅在于他们所击毁之数;而当法尔纳巴佐斯拙劣地试图挽回败局并派出骑兵时,他们一部分人徒步迎战骑兵,另一部分人从船上出击,将一切一网打尽:海军、骑兵、来自西西里的弓箭手、来自伯罗奔尼撒的军队、大王的资助以及拉刻代蒙人的希望,以至于对敌方而言战争如今已成空影,万事皆如遭遇真正海难一般化为乌有。以至于饱受内讧重创的城邦,连名字都……
- 160ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης
由 ὥσπερ 引导的属格绝对结构,用于比喻性地夸张说明情况:雅典倾注的巨量人力与装备规模之大,宛如正要在整个西西里重新进行殖民拓殖一般。
- 160τὸ δὲ μηδʼ ὡς ἀντέπεσε τὰ πράγματα μηδὲν μᾶλλον ἀποστῆναι, ἀλλʼ [...] τοσαύτην περιουσίαν καρτερίας ἅμα καὶ ῥώμης καὶ φιλοτιμίας ἐπιδείξασθαι
长距离倒置与分隔结构。带冠词的不定式短语 τὸ ... ἐπιδείξασθαι 置于句首,中间插入了大量的分词短语与属格绝对结构,最终与句末的疑问句 ποίᾳ ταῦτʼ ἔνεστι ψυχῇ παραβαλεῖν ...; 相呼应。在句法上,它作为感叹性或话题性的宾格成分,由后文的代词 ταῦτα 进行复指收束。
- 161παρὰ τοσοῦτον οὐ πάσας παρʼ ὅσας διέφθειραν
由相关结构 παρὰ τοσοῦτον ... παρʼ ὅσας 构成的惯用比较表达,字面意为“未曾全部俘获所差之数,恰等于其所摧毁之数”;即所有未被俘获的敌舰均被击毁,意味着敌军舰队全军覆没。
