- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:158-159
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者称颂雅典以正义与恩德为基础确立了希腊人自愿服从的霸权,回顾了因嫉妒引发的伯罗奔尼撒战争初期的诸项大捷(如瑙帕克托斯与皮洛斯),并展开叙述了西西里远征的浩大规模。
παντὸς τοῦ δυνατοῦ, πρὸς δὲ τοὺς Ἕλληνας ἁπλῶς μέχρι τοῦ κρείττονος. οὕτω μὲν τὸν πρὸς τοὺς βαρβάρους ἀγῶνα, οὕτω δʼ αὖ τὸν πρὸς τοὺς Ἕλληνας διενεγκοῦσα, τοιαύτην μὲν τὴν πρὸς ἐκείνους, τοιαύτην δὲ καὶ τὴν πρὸς τούτους εἰρήνην ἐποιήσατο, ἀμφοτέρων ὁμοῦ καὶ χωρὶς κρείττων γενομένη. ἀλλὰ μὴν μόνη μὲν ἁπασῶν πόλεων ἰδίοις κινδύνοις κοινὴν ἅπαντι τῷ γένει τὴν ὠφέλειαν ἐπορίσατο, μόνη δʼ ἐκ τῶν κοινῶν εὐεργεσιῶν τὴν ἡγεμονίαν ἐκτήσατο καὶ μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν κατεδουλώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχὴν, ἀλλʼ ἐξ ὧν ἐποίησεν ἐλευθέρας·1 ὥστε συμβῆναι τοὺς αὐτοὺς χρόνους τοῖς μὲν Ἕλλησι τὸ τῆς ἐλευθερίας, τῇ δὲ πόλει τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν· μόνοι γὰρ ἑκόντων ἦρξαν, καὶ μόνος οὗτος δήμων ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ἐνίκησε, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις βιασάμενος, τοὺς δʼ ὁμοφύλους οὐ πείσας, ἀλλʼ ὑπʼ αὐτῶν ἄρχειν πεισθεὶς, σύμβολον δικαιοσύνης ἔχων τὴν ἀρχὴν, οὐκ ἀδικίας. εἰ δὲ δεῖ διελόντα εἰπεῖν, μόνη πόλεων τῶν μὲν βαρβάρων ἀκόντων, τῶν δʼ Ἑλλήνων δεηθέντων ἔσχε τὴν ἀρχήν. οὕτω δὲ τούτων προκεχωρηκότων μέχρι μέν τινος ἦν ἡσυχία καὶ τῆς ὑπαρχούσης εὐδαιμονίας αἱ πόλεις ἀπέλαυον, τῆς δὲ κοινῆς τύχης ἀνθρώπων, ἣ πάντα κινεῖ, μετέσχον ἄρα καὶ οἱ Ἕλληνες καὶ ἡ πόλις· οἱ μὲν γὰρ οὐχ ὧν εὖ ἔπαθον χάριν ἔσχον διὰ τέλους, ἀλλʼ ἐφθόνησαν τῶν ἔργων ταῖς ὑπερβολαῖς, ἡ δʼ ὑπὲρ ὧν ἅπαντα ὑπέστη, τούτοις συνέρραξε, δυοῖν δείξασα ὡς ἄκουσα, τῷ τε κατʼ ἀρχὰς ἔτι κινουμένους κατασχεῖν καὶ δεῖσθαι λόγῳ κρίνεσθαι περὶ τῶν διαφόρων καὶ τῷ πολεμεῖν ἀναγκασθεῖσα, ὅτε ἐνίκησε, μηδὲν πλέον ζητῆσαι,2 ἀλλʼ ἀφεῖναι τοὺς ἐρίσαντας αὐτῇ περὶ τῆς ἡγεμονίας καὶ μηδὲν ἀηδέστερον ἐξαγαγεῖν ἐκ τοῦ δεσμωτηρίου ἢ κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν.3 τουτοισὶ δὲ ἤδη τί τις ἂν χρήσαιτο; αἰσχύνομαι μὲν γὰρ καὶ τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας, ἀλλʼ ὡς ἐφʼ ἕρμαιον πλεύσαντες, καὶ νίκας ἑτέρας ἐπὶ Θρᾴκης καὶ ὡς Κέρκυραν ἐξείλοντο καὶ τὰ κατʼ Ἀμπρακίαν ἔργα μέγιστα τῶν κατʼ ἐκεῖνον τὸν χρόνον Ἑλληνικῶν, καὶ ταῦτʼ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ, καὶ τὰ κατʼ αὐτὴν δὴ τὴν Πύλον, ναυμαχίας τε ἀπὸ γῆς καὶ μάχας πεζὰς ὕστερον ἐν τῇ νήσῳ γενομένας, καὶ πρὶν ταῦτʼ ἐξήκειν, ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγομένους καὶ τρόπαια Κορινθίων καὶ πολλὰ ἕτερα ἐφάμιλλα καὶ εἰπεῖν καὶ θαυμάσαι. ὁ δὲ καιρὸς οὐ φέρει, ἀλλὰ μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτόν. ἔτι δʼ, ὥσπερ εἴπομεν, οὐ συγγραφῆς ἔργον ψιλῆς προειλόμεθα ἀφηγεῖσθαι τὰ πεπραγμένα τῇ πόλει, καὶ γὰρ ἂν εἰς τὴν ἐπιοῦσαν πεντετηρίδα ἐκτείνοιτο ὁ λόγος, ἀλλὰ τῶν μὲν κατὰ τοὺς πολέμους πράξεων τὰς γνωριμωτάτας εἰπεῖν, τῶν δʼ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει καθʼ ὅσον δυνατὸν μηδὲν παραλιπεῖν. ταῦτα δʼ ἐστὶν οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν, ἀλλʼ ἂν μηδὲν εἶδος εὐφημίας παραλείπωμεν. ὡς δὲ ἐδόκει τῷ δαίμονι μήπω ταῦτα ἀποχρῆν τῇ Ἑλλάδι, ἀλλʼ ἔτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κλυσθῆναι τὰς πόλεις, καὶ τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δʼ εἰς τὴν ὑπερορίαν ἐκπλεῦσαι κατὰ συμφορὰς, τίς Ἑλλήνων ἢ τίς βαρβάρων ἐστὶν ὅστις τὸ ἐξ ἴσου τοῖς ἀπὸ τῆσδε τῆς πόλεως ἑτέρους ἂν ἔχοι λέγειν; οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Ἐγεσταίων, διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους ἀνθʼ ὧν ἐκεῖνοι πρότερον ἐπὶ τοὺς Ἕλληνας τοὺς ἐν Σικελίᾳ, τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας, ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος ἐκπέμποντες. καὶ τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας ἧττον ἴσως ἄξιον ἐκπλαγῆναι διὰ τὴν ἀεὶ τοῦ
她认为对付野蛮人固然应当交战直至一切可能之极限,但对付希腊人则只需打到占据上风为止。她正是以这种方式进行了针对野蛮人的斗争,又以这种方式进行了针对希腊人的斗争;她与前者缔结了那样的和平,与后者也缔结了这样的和平,无论将二者合在一起还是分别来看,她都成为了胜者。而且,她是所有城邦中唯一以一己之险为全族谋取共同福祉的城邦,也是唯一凭着共同恩德赢得霸权并革新这一体制的城邦:因为她获得统治权并非出于奴役各城邦,而是出于使各城邦重获自由;以至于恰在同一时期,为希腊人带来了自由的利益,为雅典城邦带来了统治的利益。因为唯有他们统治着心甘情愿的臣属,唯有这个民众像从所有人中选举出的一位执政官那样赢得了优胜,他们用武力降服了野蛮人,但对同族同胞却并非强行游说,而是被对方恳请出面统领,将霸权作为正义而非不义的象征。如果必须分而言之,在所有城邦中,她唯独在野蛮人违背心愿、而希腊人殷切请求的情况下获得了统治权。 事态如此发展,曾有一段时期天下安定,各城邦安享原有的繁荣;然而,希腊人与雅典城邦终究也分担了煽动万物的人类共同命运。因为前者并未将对所受恩惠的感激保持到底,反而嫉妒其功绩之卓越;而城邦则与自己曾为其承担一切的那些人爆发了冲突。城邦从两方面表明了自身的迫不得已:其一是尚在最初之时便遏制蠢蠢欲动的他们,并请求通过理性讲理来裁决争端;其二是在被迫开战之后,一旦获胜便别无他求,反而释放了与她争夺霸权的对手,将他们带出监牢,丝毫不比当初获胜投狱之时更不情愿。对于这些事迹,如今又该如何评说呢?我若略过瑙帕克托斯海战——他们在那些海战中获胜既非出于侥幸险胜,所击溃的敌人也绝非仅略多于自己,而是如同出海拾取现成猎物一般——以及色雷斯的数次大捷、解救科基拉的壮举、安布拉基亚的辉煌战果(那是当时希腊世界最重大的事件,是凭着英勇而非出于单纯的迫切需求完成的),还有皮洛斯本身的战事(包括从陆上进行的奇特海战以及后来在岛上展开的步兵交锋),以及在此事了结前从基西拉押解回来的另外一批拉刻代蒙战俘、战胜科林斯人的纪念碑,以及许多同样值得称述和赞叹的功业,我心中实感羞愧。但时机并不容许;在我看来,克制演讲的规模反倒是一件更大的幸事。况且正如我们所言,我们并非选择将城邦的事迹当作单纯的历史编纂任务来讲述——否则这篇演说将一直延长到下一个四年一度的节庆——而是要讲述她在战争中最著名的行径,并尽可能不遗漏城邦所具有的美德。而这并非靠事无巨细地讲述每一件事来达成,而是靠不遗漏任何一种赞颂的形式来实现。然而,当神明认为这些苦难对希腊而言尚不足够,各城邦仍需在陆上和海上遭受巨浪冲击,一方面外敌自境外大举入侵,另一方面人们在厄运中扬帆远征异邦时,又有哪一个希腊人或野蛮人能够指出有谁能与这座城邦的健儿平分秋色呢?他们起意出航是为了拯救勒翁蒂诺伊的自由,他们决意涉险是为了援助埃盖斯塔人,他们甚至谋划着渡海讨伐迦太基人,以报复后者早先对西西里希腊人施加的暴行;他们征集满载的三列桨座战船和商船,其规模宛如全希腊倾国派出一般。至于步兵战和骑兵战,或许倒不那么令人惊叹,这是由于始终……
- 158οὐ γὰρ ἐξ ὧν κατεδουλώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχὴν, ἀλλʼ ἐξ ὧν ἐποίησεν ἐλευθέρας
关系代词 ὧν 包含省略的先行词(ἐξ [ἐκείνων] ὧν 或 ἐκ [τῶν ἔργων] δι' ὧν),受介词 ἐκ 支配,表示手段或来源:“并非凭借使各城邦沦为奴隶的作为获得了统治权,而是凭借使它们重获自由的作为获得了统治权”。
- 158δυοῖν δείξασα ὡς ἄκουσα, τῷ τε κατʼ ἀρχὰς ἔτι κινουμένους κατασχεῖν ... καὶ τῷ πολεμεῖν ἀναγκασθεῖσα ... μηδὲν πλέον ζητῆσαι
与格 δυοῖν(“通过两件事”)表示手段或证明,后接的两个带冠词不定词短语(τῷ τε ... κατασχεῖν 与 καὶ τῷ ... μηδὲν πλέον ζητῆσαι)作为同位语对这两件事的具体内容进行阐释。
- 158μηδὲν ἀηδέστερον ἐξαγαγεῖν ἐκ τοῦ δεσμωτηρίου ἢ κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν
此处是由比较级副词短语 μηδὲν ἀηδέστερον ... ἢ ...(“丝毫不比……更不情愿/更少欣然”)构成的比较句式。分词 κρατήσασαν 为阴性单数宾格,与不定词的主语(雅典城邦)一致,指雅典释放斯法克特里亚岛所俘拉刻代蒙战俘时的欣然意愿丝毫不亚于当初将其俘获入狱之时。
