- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:156-157
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了雅典在麦加拉前线彻底挫败敌人,并通过巡弋伯罗奔尼撒、塔纳格拉与俄诺菲塔之战以及斯巴达大地震时的迅速驰援,展现出过人的英勇与高尚品性,最终作为胜者缔结了宽宏和约。
ἐν δράματι. εἰ μὲν γὰρ ὡς ἅπαξ ἐπλήγησαν, ἀπῆλθον, τάχʼ ἄν τις ἦν αὐτοῖς ὕστερον ἀντιλαβὴ, τὸ δʼ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀνθιστάντας δὲ τρόπαιον μείζω τῶν πρότερον προσπαθεῖν, αὐτοὺς ἐποίησεν ἐπισφραγίζεσθαι τὴν νίκην,1 ὡς μὴ δοκεῖν τύχῃ μᾶλλον ἢ τῷ τοῦ κρείττονος λόγῳ τὸ ἔργον κριθῆναι καὶ νῦν καὶ πρότερον. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγωνιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ. ἆρʼ οὖν ταῦτα καὶ μόνα τῶν ἀνδρῶν ἐκείνων ἔχομεν λέγειν; πολλῶν μέντἂν καὶ μεγάλων ἀποστεροίημεν αὐτούς· οἳ περιέπλευσαν μὲν τὴν Πελοπόννησον, οὐχ ὡς ἁπλῶς εἰπεῖν περίπλοις ναυτικοῖς, ἀλλʼ ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας, νικᾶν δὲ τοὺς ἀντιστάντας ἐν φαύλῳ, στρατηγὸς ἐπὶ στρατηγῷ. διέβησαν δὲ εἰς τὴν ἀντιπέρας ἤπειρον, παντὸς τοῦ προστυχόντος εἴκοντος. αὖθις δʼ ἐπὶ Φωκέας Λακεδαιμονίων παρελθόντων ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος, ἀπήντων δʼ ἐπὶ τοὺς ὅρους. χωρὶς δʼ ὑπὲρ Μεγάρων ἦσαν ἐν Γερανείᾳ· ὥστε μὴ ἔχειν Λακεδαιμονίους ὅ τι χρήσονται, ἀλλʼ ἀπορεῖν ἑστῶτας ἐν Βοιωτοῖς ὅποι σωθήσονται· οὕτω περιέπτυξεν αὐτοὺς ἡ πόλις. τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, καὶ γενομένων ἀμφοτέρων ἀνδρῶν τοῦ τολμήματος ἀξίων ἔδοξαν καθʼ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέναι, πῶς ἂν εἴποιμι εὐπρεπῶς; ὀκνῶ γὰρ εἰπεῖν ὅτι οὐκ ἀπώλοντο.2 καὶ γὰρ ἦν ὅρος οὗτος Ἀθηναίοις μὲν κλεῖσαι τὴν πάροδον, Λακεδαιμονίοις δὲ σωθῆναι οἴκαδε. καὶ κινδυνεύει μόνον τοῦτο τὸ ἔργον τὴν φυγὴν σύμβολον τῆς νίκης ἐσχηκέναι, ἐπεὶ τούς γε καὶ παρὰ τὴν μάχην κρείττους καὶ τοῖς ὅλοις ἄνευ πολλῶν τῶν καὶ πρότερον κρινάντων τὰ ἐφεξῆς εὐθὺς ἔδειξε. τρεῖς γάρ εἰσιν οἱ μαρτυρήσαντες παραχρῆμα Ἀθηναίων εἶναι τὴν νίκην, Ἀθηναῖοι, Λακεδαιμόνιοι, Βοιωτοί. Λακεδαιμόνιοι μὲν γὰρ ἠγάπησαν ἀναχωρήσαντες, Ἀθηναῖοι δὲ προῆλθον κατὰ πόδας τῆς μάχης, Βοιωτοὶ δὲ οὐκ ἀντέσχον, ἀλλʼ ἡττηθέντες ἐν Οἰνοφύτοις ὑπέκυψαν, καὶ μετʼ αὐτῶν Φωκεῖς καὶ Λοκροὶ νίκῃ μιᾷ. καὶ παρὰ μὲν τούτων ταύτην ἔλαβε δίκην ἡ πόλις ἀνθʼ ὧν τῷ βαρβάρῳ συνέστησαν ἐν τοῖς κοινοῖς τῆς Ἑλλάδος κινδύνοις. ἕτερον δʼ ἔργον αὐτῆς ἄξιον εἰπεῖν καὶ σφόδρα μέντοι καὶ τοῦτο βοῶν καὶ δηλοῦν ἔτι πόρρωθεν ὅτων εἴη· γενομένου γὰρ τοῦ περὶ τὴν Λακωνικὴν σεισμοῦ καὶ Λακεδαιμονίους τῶν περιοίκων περιστάντων καὶ πάντων ὡς ἀληθῶς ὥσπερ ἐν σεισμῷ ταραχθέντων τῶν ἐν Πελοποννήσῳ πραγμάτων, οὐκ ἔφθησαν Λακεδαιμόνιοι καλέσαντες, καὶ παρῆν ὁ δῆμος3 ἐν τοῖς ὅπλοις, τῇ μὲν ἀνδρείᾳ θαρρῶν, ὑπὲρ δὲ ἐκείνων ὡς ὑπὲρ τῆς αὑτοῦ σωτηρίας περιδεής· ὃ καὶ τοὺς παρόντας ἔλυσε φόβους τῇ Λακεδαιμονίᾳ καὶ δίκην λαβεῖν εἰσαῦθις παρεσκεύασεν αὐτῶν.4 οὕτως ἄρα οὐδαμοῦ τὰς πράξεις οὐδὲ τὰ τολμήματα τῆς πόλεως ἀσπάσασθαι μᾶλλον ἔστιν ἢ τὸ τῶν ἔργων ἦθος, ἀκριβέστερον τροπαίου σημαῖνον τοὺς εἰργασμένους. τὸν δʼ ὑπὲρ Μιλησίων ἔκπλουν καὶ τὰς ἐν Σάμῳ ναυμαχίας καὶ τὴν Εὐβοέων σωφρονισθεῖσαν ἀπόστασιν καὶ πολλὰ ἕτερα ἔξεστι δὴ καὶ παραλιπεῖν. τέλος δὲ κρατήσασα πάντας εἰρήνην ποιεῖται, ἧς ἄξιον μνησθῆναι. οὐ γὰρ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς τοὺς βαρβάρους καὶ πρὸς τοὺς Ἕλληνας ἐσπείσατο, ἀλλʼ ἐνήλλαξεν. ἐκείνων μὲν γὰρ ἀφεῖλε πᾶσαν τὴν κάτω χώραν καὶ τὴν ἐντὸς ὧν εἶπον θάλατταν, τοῖς δὲ Ἕλλησιν ὧν ἐπὶ τοῦ πολέμου κατέστη κυρία, ταῦτʼ ἀπέδωκε, Μέγαρα, Τροιζῆνα, Πηγὰς, πᾶν τὸ Ἀχαϊκόν. ᾧ καὶ δῆλον ὡς κρατοῦσα τὴν εἰρήνην συνέθετο· οὐ γὰρ ἦν ὅ τι ἀνταπέλαβεν, ἀλλὰ δυοῖν ἓν τὸ αὐτὸ σύμβολον ἐξήνεγκε, καὶ τοῦ περιεῖναι τῷ πολέμῳ καὶ τῆς ἐμφύτου χρηστότητος, ἡγουμένη πρὸς μὲν τοὺς βαρβάρους δεῖν πολεμεῖν ἄχρι
正像在戏剧中那样。因为如果他们被击败一次便就此离去,日后或许还有些许辩解的借口;然而,受到同胞责难、因责难而再次出兵、企图树立抗衡的战胜纪念碑却遭受比前次更惨重的打击,这一事实迫使他们亲自确证了这场胜利,以至于这一战果无论在此时还是在此前,都显得绝非出于侥幸,而是出于强者之理。因此他们绝未敢尝试第三次,尽管他们自己在地峡强迫竞技者〔这样做〕。 那么,关于当年的那些健儿,我们所能谈论的难道仅仅只有这些吗?若真如此,我们便剥夺了他们许多伟大卓绝的功勋。他们曾环航伯罗奔尼撒半岛,这绝非随口说说的一般海上巡弋,而是旨在控制当地的关键要塞,并接连几任将领都轻而易举地击溃抵抗者。他们渡海前往对岸的大陆,所遇之人无不退让屈服。后来当拉刻代蒙人向福基斯进军时,克里萨湾已被封锁,雅典人迎击在边界之上。此外,雅典人还在麦加拉后方的格拉内亚山驻防;以至于拉刻代蒙人束手无策,滞留在维奥蒂亚,不知究竟能逃向何处保全性命:城邦就是这样将他们团团包围。最终双方在维奥蒂亚的塔纳格拉交锋,尽管双方都表现出了不负此次冒险的英勇,拉刻代蒙人被认为占了上风的却仅仅只有一点——我该如何体面地表达呢?因为我实在不愿直言说,他们只不过是没有全军覆没罢了。因为衡量成功的界限在于:对雅典人而言是封锁通道,对拉刻代蒙人而言则是保全性命逃回家乡。这场战事恐是绝无仅有的将逃跑作为胜利象征的交战;因为接踵而至的事件立刻证明了无论在战斗中还是就全局而言究竟谁才是强者,甚至无须此前做过裁决的许多先例。因为立刻见证胜利属于雅典人的共有三方:雅典人、拉刻代蒙人、维奥蒂亚人。因为拉刻代蒙人撤退便心满意足,雅典人紧随战斗之后继续推进,而维奥蒂亚人则无力招架,在俄诺菲塔战败后屈服,连同福基斯人和洛克里斯人都在这一场胜利中被降服。雅典城邦正是从这些人身上讨回了惩罚,报复他们在希腊大难临头之际竟与野蛮人暗中勾结。 城邦的另一项伟绩同样值得称道,而且这项伟绩甚至从远处就能极其嘹亮地彰显出它是何等人物的所作所为。因为当拉科尼亚周围发生地震、边民团团围攻拉刻代蒙人、伯罗奔尼撒半岛的一切事态当真如置身地震般陷入混乱之时,拉刻代蒙人甫一发出呼求,雅典人民便全副武装赶赴当地,因自身的英勇而信心百倍,为对方的安危担忧却如同为了自家的存亡一般。正是这一举措消除了拉刻代蒙迫在眉睫的恐惧,并使他们在日后能够对叛民施以惩处。由此可见,在任何地方,赞赏城邦的事功与壮举,都远不如赞赏其事迹中所展现的精神品质,因为这比战胜纪念碑更能精准地表征行事者的品性。 至于为了米利都人而出航、在萨摩斯的数场海战、被平息的欧波亚人叛乱,以及许多其他功业,固然可以略过不表。最终,在制服所有人之后,她缔结了一场值得铭记的和约。因为她与希腊人媾和的方式绝不同于与野蛮人媾和的方式,而是改弦更张。对于后者,她剥夺了全部沿海地带以及我前面所说界限以内的海域;但对于希腊人,她在战争中所掌控的地盘却悉数归还:麦加拉、特罗曾、佩盖以及整个阿哈伊亚地区。由此亦可清楚看出,她是作为胜者订立和平的;因为她并未以此换回任何东西,反而为两桩美德——战争中的压倒优势与天生的宽厚仁慈——呈现出了同一个明证,她深信对付野蛮人固然应当交战直至……
- 156τὸ δʼ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀνθιστάντας δὲ τρόπαιον μείζω τῶν πρότερον προσπαθεῖν, αὐτοὺς ἐποίησεν ἐπισφραγίζεσθαι τὴν νίκην
该句主语是由中性单数冠词 τό 引出的由三个不定式短语(ὀνειδίζεσθαι、ἐξελθεῖν、προσπαθεῖν)构成的复合主语,主句动词为 ἐποίησεν,接宾语 αὐτούς 及不定式 ἐπισφραγίζεσθαι(使役句式,“使得他们确证……”)。此句在逻辑上构成与前句虚拟条件句(εἰ μὲν γάρ...)相对的事实陈述(τὸ δέ)。
- 156ἔδοξαν καθʼ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέναι, πῶς ἂν εἴποιμι εὐπρεπῶς; ὀκνῶ γὰρ εἰπεῖν ὅτι οὐκ ἀπώλοντο.
习语 πλέον ἔχειν 意为“占上风、占便宜”。此处是对斯巴达在塔纳格拉战役中所谓的“胜利”所作的讽刺性表述,指出斯巴达人唯一的“优势”仅仅在于未被全歼(ὅτι οὐκ ἀπώλοντο)。插入的潜能希求法疑问句 πῶς ἂν εἴποιμι εὐπρεπῶς; 及 ὀκνῶ γὰρ εἰπεῖν ὅτι... 构成修辞上的曲言法(litotes),以增强讽刺意味。
- 157οὐκ ἔφθησαν Λακεδαιμόνιοι καλέσαντες, καὶ παρῆν ὁ δῆμος
属于 οὐ φθάνω + 分词 ... καί ... 的固定句式,表示“一……立刻就……”。在此处意为“拉刻代蒙人甫一发出求援,雅典人民便立刻赶到”。καλέσαντες 为与主语 Λακεδαιμόνιοι 一致的主格分词。
- 157ὃ καὶ τοὺς παρόντας ἔλυσε φόβους τῇ Λακεδαιμονίᾳ καὶ δίκην λαβεῖν εἰσαῦθις παρεσκεύασεν αὐτῶν.
关系代词 ὅ 并非指代单一先行词,而是指代前句所述的整个事态(雅典军队的迅速驰援与鼎力支持)。在短语 δίκην λαβεῖν... αὐτῶν 中,αὐτῶν 为宾格性属格,指代前文发动叛乱的边民(περίοικοι)与黑劳士(“对他们施加惩处”)。
