- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:154-155
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者总结了雅典通过对波斯战争与媾和确立希腊自由的伟绩,并赞颂她在希腊诸邦普遍敌对、主力远征埃及和围攻埃吉那之际,仅凭最年长与最年轻的预备力量便解救麦加拉并痛击伯罗奔尼撒联军的崇高气魄。
τοιοῦτον μὲν τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους ἡ πόλις, τόν τʼ ἐπὶ τῆς οἰκείας καὶ τὸν ἐν τῇ ἐκείνων, τοιαύτην δʼ αὖ καὶ τὴν εἰρήνην ἐποιήσατο, ἐξ ἀμφοτέρων δείξασα ὅτι οὐ πλοῦτον διώκουσα οὐδʼ ἡδονῇ κέρδους ἐπεξῆλθεν, ἀλλʼ ἓν τοῦτο θηρωμένη, βεβαίαν τοῖς Ἕλλησιν ἐλευθερίαν ἀπὸ τῶν βαρβάρων. καίτοι τί κάλλιον ἂν εἴποι τις εἰρήνης ἢ πολέμου κεφάλαιον ἢ πρὸς Ἕλληνας ἢ πρὸς βαρβάρους, ᾧ κατέκλεισε τότε τὰς πράξεις ἡ πόλις; καὶ ταῦτα μέντοι τὰ τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων καὶ πάντων ὥσπερ ἀνθελκόντων, ἀφεστηκότων μὲν τῇ γνώμῃ Λακεδαιμονίων, Βοιωτῶν δʼ ἐναντία πολεμούντων, Αἰγινητῶν δʼ ἐναντία ναυμαχούντων, οὓς εἶναι τὰ ναυτικὰ πρώτους ἓν ἐκώλυσεν, ἡ πόλις πολὺ νικῶσα·1 πρὸς δὲ τούτοις Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων καὶ πολεμούντων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κορινθίοις ἐξεταζομένων, Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς συμμαχίας βουλευομένων, καλούντων δὲ Φωκέων, καλούντων δʼ αὖ Λακεδαιμονίων, θαυμαστοῦ δὲ κύκλου πραγμάτων ὄντος κατὰ τὴν Ἑλλάδα· ὥστʼ, εἰ καὶ μόνοις τούτοις ἐξήρκεσε καὶ μόνας τὰς Ἑλληνικὰς πράξεις εἴχομεν αὐτῆς εἰπεῖν ἐν τῷ τότε συμβάσας, Μηδικαὶ δὲ μηδαμοῦ προσῆσαν λαμπρότητες, ἐξαρκεῖν ἂν τοῖς χρόνοις εἰς ἀφήγησιν. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει οὐ μόνον τῆς ῥώμης χάριν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας· τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι,2 χωρὶς τοῦ τοσαῦτα μερισθῆναι καὶ πάντων ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολὴν οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν ὥστε σύμπεντε καὶ συμπλείω ταῦτʼ ἔχειν ἀπαριθμεῖν ὥσπερ ἄλλʼ ἄττα συλλήβδην ἀριθμούμενα. ἐνίκων μέν γε ναυμαχίᾳ Πελοποννησίους ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δʼ Αἰγινήτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δʼ ἔστησαν τείχη μέχρι θαλάττης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ χώραν διεφύλαξαν· ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων, καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας. καὶ οὔπω ταῦτα μεγάλα· ἀλλʼ εἰρήσεται γὰρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν, νῆες πλείους ἢ τότʼ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδόν· ἡ δʼ Αἰγίνῃ προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα. ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον αὑτοῖς. εἰ δʼ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλʼ ἑτέραν λύσειν πολιορκίαν, τὴν Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος ὥστʼ οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότʼ ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων, ἀλλὰ τὸ λοιπὸν τῆς ἡλικίας οἱ πρεσβύτατοι καὶ νεώτατοι βοηθοῦσιν εἰς τὰ Μέγαρα, καὶ δυοῖν μάχαιν ἑξῆς κρείττους τῆς τῶν Κορινθίων καὶ Πελοποννησίων ἀκμῆς ἐφάνησαν· ὥστʼ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδʼ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν.3 καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ καὶ σπουδῇ πρὸς τὴν πόλιν συσκευασθῆναι τοῦτο τὸ δεύτερον, ὥσπερ
雅典城邦无论在本土还是在敌国领土上,都以此等方式进行了反抗野蛮人的战争,亦以此等方式缔结了和约;她通过这两方面表明,自己出征绝非为了追逐财富,亦非贪图利益之享乐,而是一心寻求这独一无二的目标——使希腊人彻底摆脱野蛮人,获得稳固的自由。然而,无论针对希腊人还是野蛮人,又有谁能说出比城邦当年用来为自己的功业画上圆满句号的更美好的和平或战争的成果呢?不仅如此,城邦经历了如此众多、如此伟大的功业,却是在希腊人设置的重重阻碍之下、在所有人仿佛都在掣肘拖后腿的情况下完成的:拉刻代蒙人在意向中反目背离,维奥蒂亚人与之交战为敌,埃吉那人在海上与之交战——唯有一事阻碍了后者成为海战第一,那便是雅典城邦以压倒之势将他们击败;除这些之外,科林斯人因麦加拉人的缘故被激怒,在陆地和海上同时发动战争,埃皮达鲁斯人和西库昂人与科林斯人结阵同行,纳克索斯人、萨索斯人和卡律斯托斯人就同盟关系怀抱险恶盘算,福基斯人呼求援助,拉刻代蒙人亦转而求援,惊人的事态旋涡笼罩着整个希腊。因此,即便城邦当时仅仅应付了这些纠纷,即便我们所能叙述的仅限于她在当时发生的希腊内部的功绩,而完全没有加上对波斯的辉煌胜利,这些也足够那个时代载入史册了。正因如此,人们不仅为了城邦的力量,更为了她的博大胸襟,特别应当为她感到欢欣庆贺。因为在希腊诸邦与她陷入交战与争竞的关头,她对希腊各邦的眷顾未曾有丝毫舍弃,反而为了公共利益在整个陆地与海洋上与大王交战——这究竟该归于何等巨大的博大胸襟呢?更不用说将兵力分散到如此多处,却又能料理好每一处,仿佛每一处都是独一无二的战事,在见识上展现出英勇,在军备上展现出超凡卓绝令人赞叹!因为她处理对付野蛮人的事务,仿佛从一切事务中完全抽身得闲一般;而对于滋扰生事的希腊人,他们也丝毫未能利用这一良机,反倒是雅典对他们的迎击使得人们可以接连列举出五场甚至更多的胜仗,如同将各桩琐事总括计算一般。他们在塞克律法勒亚海战中击溃了伯罗奔尼撒人,在埃吉那岛旁击溃了埃吉那人,并再次击溃了伯罗奔尼撒人;他们为麦加拉人筑起了直抵大海的长墙,同时捍卫了他们的自由与国土;他们为保卫麦加拉人击溃了科林斯人,在十二天尚未过去之前,又在另一场战斗中击溃了企图不正当地夺取战胜纪念碑的他们。而这些还算不上伟大;然而这仍须言明,即便我急于前行;因为补充述及的事实将揭示这全部的真相。因为城邦的主力部队当时正远征在外:一支应埃及人之需而去,船只几乎多于当时全希腊拥有的总和;另一支则在包围埃吉那——正是这一情形促使敌方更加胆大妄为地扑向麦加拉。因为他们以为对于这一行动,自己有免受雅典人干扰的空暇;退一步说,就算第二种情况胜出,雅典人也必将解除另一处包围,即解除对埃吉那的包围,因为雅典人绝不可能再从别处调来人马。然而雅典人对这套诡计大加嘲笑,以至于留在埃吉那的人当时丝毫不比远在埃及且毫不知情的人更受惊动;相反,留在后方的年龄阶层——最年长者与最年轻者——奔赴麦加拉实施救援,并在接连两场战斗中胜过了科林斯人与伯罗奔尼撒人的精壮之士;以至于敌人如今彻底承认战败,再也无话可说,甚至无法辩解说自己方才不当地遭受了这场惨痛浩劫。在我看来,这第二次战斗也是因某位神祇对城邦的善意与眷顾才得以安排促成的,恰如……
- 154οὓς εἶναι τὰ ναυτικὰ πρώτους ἓν ἐκώλυσεν, ἡ πόλις πολὺ νικῶσα
关系从句中的主语是中性数词 ἓν,支配动词 ἐκώλυσεν 及带不定式的宾性格位(οὓς εἶναι πρώτους)。句末的主格分词短语 ἡ πόλις πολὺ νικῶσα 起到同位语解释的作用,说明阻止他们的“唯一之事”正是雅典城邦以压倒之势取得的胜利。
- 154τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι
这是一个倒装的长大句式。开头的带冠词不定式短语 τὸ ... μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλʼ ... πολεμεῖν 作主句动词 προσθεῖναι 的直接宾语。中间插入的属格绝对结构 τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων 表背景状况,全句的核心骨架为:τὸ [ἀφεῖσθαι...] πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι(“究竟当将……归于何等博大的胸襟?”)。
- 155ὥστʼ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδʼ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν
在否定句 μηδὲν ἔχειν εἰπεῖν 之后,紧接从属从句 ὡς οὐ,构成宾语从句:“甚至不能说他们如今不是理所应当地承受了这一浩劫”。双重否定的运用极力强调了敌方完全无法抗辩、只能彻底承认战败的窘境。
