← 阿里斯·台德斯

泛雅典娜节演说

§152-153

欧律墨冬战役的胜利与迫使波斯求和

雅典在欧律墨冬战役及援助埃及叛乱的军事行动中彻底重创波斯帝国,迫使波斯大王放弃小亚细亚沿海广大领土,订立退兵五百斯塔迪昂的和约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§152

ἀρχὴν διακινδυνεύοντες ἐν τῇ γῇ ἀντʼ ἀριθμοῦ σωμάτων ἐθνῶν ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε καὶ ναυμαχία πεζομαχίᾳ παρισώθη. τοσοῦτον δὲ τῷ βασιλεῖ περιεγένετο ὥστε ἐνδοξοτέραν αὐτοῦ τὴν ἀρχὴν καὶ τοὺς τόπους ταῖς νίκαις ἐποίησαν.1 ὁ δʼ οὖν Εὐρυμέδων οὐχ ἥκιστα διὰ τούτους ᾁδεται. ἔδειξαν δʼ ὅτι οὐ λινοδέσμῳ σχεδίᾳ τοὺς πορθμοὺς ζευγνύντα δεῖ διαβαίνειν οὐδὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρῶν προσπαλαίειν, ὥσπερ τι κάλλιον, ἀλλʼ ἀνδρείᾳ καὶ γνώμῃ προέχοντας κρατεῖν πανταχοῦ καλλίστοις ἁπάντων ἐφοδίοις οἶμαι καὶ καθαρῶς οἴκοθεν· μόνα γὰρ τῶν ἐχόντων διὰ τέλους ἐστὶ, τὰ δʼ ἄλλα κοινὰ πρόκειται πᾶσιν ὡς εἰπεῖν τύχης δῶρα, εἰ δὲ βούλει, ἀρετῆς. ὑπάρχει μὲν γὰρ καὶ τοῖς χείροσιν ἐξ ἀρχῆς, σώζεται δὲ ἐπιεικῶς τοῖς κρείττοσιν. οὕτω δʼ ἅπασαν τὴν ἀρχὴν ἐξήλεγξαν, καὶ διέσεισαν καὶ πρὸς τοσοῦτον ἀφίκοντο οἱ μὲν εἰς τὸ Περσικὸν τελοῦντες τοῦ καταφρονηθῆναι, ἡ πόλις δὲ τοῦ πάντας αὐτῇ θαρρεῖν, ὥστʼ ἐκινήθησαν μὲν οἱ πρὸς Φάρῳ Λίβυες, συναπέστησαν δὲ Αἰγύπτιοι, βασιλεὺς δὲ καίτοι τἄλλα κατὰ νοῦν περὶ αὐτοὺς πρᾶξαι δοκῶν ἀπόλλυσιν Αἰγύπτου μοῖραν οὐκ ὀλίγην τὸ ἕλος. πρότερον δʼ ᾑρήκει πᾶσαν δὶς ἤδη. ἦν δὲ τὸ τῶν Ἀθήνηθεν τριήρων οἷόν τι τῶν ἐξ οὐρανοῦ βελῶν. μόνοι γὰρ ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλοτρίαν ἐνόμισαν, τὴν δὲ ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν, ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. φυλάκων δʼ ἐβίωσαν βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων, ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περιπόλους ἐκείνους χρὴ καλεῖν· πολεμίους δὲ οὐ τοὺς ἀσθενεστάτους εἵλοντο, ἀλλὰ τοὺς πλεῖστα ἀνασχέσθαι δυνατωτάτους, δυοῖν ἐναγόντοιν, ἑνὸς μὲν τοῦ μηδὲν τῶν ἐσχάτων, ὅσον εἰς γνώμην καὶ παρασκευὴν ἧκε τῶν βαρβάρων, ἐλλελεῖφθαι τοῖς Ἕλλησι τὸ μὴ οὐ πεπονθότας εἶναι,2 ἀνθʼ ὧν δεῖν ἀμύνεσθαι καὶ μηδαμῶς μικρῶς, ἑτέρου δὲ τοῦ πρὸς τὸν λοιπὸν χρόνον ἀσφαλοῦς τῇ Ἑλλάδι, ἕως ἔγνω βασιλεὺς παραπλήσιον ποιῶν ἀνταίρων τῇ πόλει ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο.3 οὐδὲν γὰρ ἦν ὅ τι οὐκ ἔπασχεν, ἀλλʼ ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο, καὶ προῆλθεν ὁδῷ τὸ τρίτον κάλλιον τοῦ πρώτου νομίσας, μᾶλλον δὲ ἀναγκαιότερον. ἐπεθύμησε μὲν γὰρ τὸ ἐξ ἀρχῆς τὴν Ἑλλάδα προσλαβεῖν καὶ τῆς Εὐρώπης τὸ λοιπὸν, ᾔσθετο δὲ οὐ δυνατῶν ἐρῶν. δεύτερον ἦν αὐτῷ τὴν ὑπάρχουσαν ἀρχὴν διασώσασθαι, οὐδὲ τοῦθʼ ἡ πόλις ἠνέσχετο. τὴν σωτηρίαν καὶ δὴ πλείονος ἀξίαν ἐποιήσατο, καὶ ὑποχωρεῖ τῇ πόλει τοσοῦτον ἐκ γῆς καὶ θαλάττης, οὐχ ὅσον, φασὶ, πρύμναν κρούσασθαι οὐδʼ ὡς ἐπὶ πόδα ἀναχωρῆσαι, ἀλλʼ ἀφῆκε πάντα μὲν τὸν κάτω τόπον, μυριάδας σταδίων τῆς Ἀσίας οὐκ ἔλαττον ἢ μεγάλης ἀρχῆς εἶναι τὸ σύμπαν· ὥστε μὴ μόνον τὰς νήσους καὶ τοὺς ἐν ταύταις παντοδαποὺς Ἕλληνας ἐλευθέρους εἶναι, ἀλλὰ καὶ τοὺς τὴν ἐκείνου χώραν κατοικοῦντας πλέον τῆς ἐκείνου δυναστείας καὶ ἀρχῆς ἀπέχειν ἢ πρότερον τοὺς τὴν ἀρχαίαν Ἑλλάδα. εἶχε μέν γε πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον· καίτοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς δή τι θαυμαστὸν λέγων· εἶχε δὲ πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ· τοσοῦτον παρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος, τοὺς Δελφούς. ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων εἰς τοῦτο κατῆλθεν ὥσθʼ ὡμολόγησε δυοῖν μὲν ὅροιν εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδονέας, πρὸς δὲ ἄρκτον Κυανέας θέμενος, θαλάττης δʼ ἀφέξειν ἴσον πανταχῆ σταδίους πεντακοσίους· ὥστʼ εἶναι τὸν κύκλον τοῦτον ἀντʼ ἄλλου τινος στεφάνου τοῖς Ἕλλησιν ὑπὲρ κεφαλῆς καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως.

在陆地上威胁着整个波斯帝国,他们所消灭和俘获的不是个别士兵的人数,而是整部整族的敌军。甚至在同一天之内便树立起两座战胜纪念碑,海战与陆战并驾齐驱。而大王所获得的余禄也不过如此:他们凭借自己的胜利,反而使他的帝国和疆土变得更加闻名遐迩。因此,欧律墨冬河在很大程度上也是因他们而受到传颂。他们表明,人们无需用麻绳扎紧的木筏横系海峡以渡过,亦无需与最高的山峦搏斗——仿佛那是一件何等壮丽的事——而是应当凭借卓越的勇敢与见识在各处克敌制胜,在我看来,这是以最美好、纯粹源自自身内里的军资取胜。因为唯有这些品质会自始至终伴随其拥有者,而其余的一切可以说都是摆在所有人面前的、命运的共有赠礼,或者如果你愿意,也可以说是德性的赐予。因为即便劣质之人起初也拥有这些外物,但唯有优秀者才能将其妥善保全。他们以此方式考问并动摇了整个帝国,使事态发展到这种地步:属于波斯阵营者陷于彻底受人轻蔑的境地,而雅典城邦则令万众对她心怀信赖;以至于法洛斯岛对岸的利比亚人群起骚动,埃及人亦一同反叛,大王尽管在处理与他们相关的其他事务上看似称心如意,却失掉了埃及不可小觑的一大部分——沼泽区,而此前他已两度征服埃及全境。来自雅典的三列桨座战船的进击,犹如从天而降的箭簇。因为在所有投身于公共政治事业的人当中,唯独他们将自己的本土视为属于他人的土地,而将他人的土地不视为与自身无关,而是视为属于那些心怀奸恶的占有者。他们过着卫士的生活,却既非定居一隅的守备,亦非仅巡行某一处的巡卒,人们理当称他们为整个大地上希腊民族的巡查守护者。他们所挑选的敌人并非弱小之辈,而是最能承受极大抗争的最强敌手,促使他们行动的有两点考量:其一,就野蛮人的意图与军备而言,没有任何一种极端的灾祸是希腊人未曾遭受的,为此必须施以绝非微不足道的复仇;其二,是为了希腊日后长久的安全,直至大王终于省悟:他抗拒雅典城邦的举动,恰如一个人怀抱木材去与扑面而来的熊熊烈焰搏斗。因为没有一样痛苦是他未曾尝受的,相反,他完全被自身的力量所消耗,发觉自己不过是将国土作为谋求自身苟全的防壁;于是他踏上了这条途径,认为第三种方案优于第一种,或者更确切地说,是更为迫不得已。因为他起初渴望吞并希腊及欧洲的其余部分,却意识到自己渴望的是不可能之事。他的第二个目标是保全现有的帝国,但城邦甚至连这一点也未曾允准。于是他真正将苟全性命视作更为宝贵之物,在陆地和海上对城邦作出了如此退让——绝非像人们所说的那样仅仅是倒转船桨或碎步退缩,而是放弃了整个低地地带,那是小亚细亚数以万计的斯塔迪昂,整体而言不下于一个庞大的帝国;以致不仅各岛屿及岛上各色希腊人获得了自由,就连居住在大王自身领土上的人,距离他的专制权威和统治,也比昔日居住在古希腊本土的人更为遥远。此前他确实曾占有远达佩纽斯河的土地——不过我减损了那令人惊叹之处,尽管说得仿佛是什么惊人之事——因为他曾占有直抵阿提卡的一切土地,直到他在海上遭遇了来自阿提卡的人们;他侵入得如此之深,竟越过了大地与希腊的肚脐——德尔斐。然而在城邦的搏斗与远征打击下,他沦落到这般境地,以至于同意不再航行越过两条界线——南定切利多尼群岛,北定库阿涅群礁——并且在各处均退离海边整整五百斯塔迪昂;从而使这一圆环界线对希腊人而言宛如置于头顶的一道冠冕,而守备力量反倒出自大王自己的国土。

语法注3 条
  1. 152τοσοῦτον δὲ τῷ βασιλεῖ περιεγένετο ὥστε ἐνδοξοτέραν αὐτοῦ τὴν ἀρχὴν καὶ τοὺς τόπους ταῖς νίκαις ἐποίησαν

    动词 περιεγένετο 与与格 τῷ βασιλεῖ 连用,意为“作为利益或盈余归于某人”。此处为主观讽刺修辞(irony):大王在惨败后所得到的唯一“收获”,不过是雅典人借由自身的辉煌胜利,使波斯的领土和地名由此名扬于世而已。

  2. 153τὸ μὴ οὐ πεπονθότας εἶναι

    在包含否定词 μηδέν 的前置从句(μηδὲν τῶν ἐσχάτων... ἐλλελεῖφθαι)后使用的双重否定结构(τό μή οὐ 搭配分词)。在含有否定含义的表达之后接 τὸ μὴ οὐ,意为“并非未曾经历”,整句构成强烈的肯定:“就野蛮人的意图与军备而言,没有任何一种极端的灾祸是希腊人未曾遭受的(即希腊人饱受了一切深重灾难)”。

  3. 153παραπλήσιον ποιῶν ἀνταίρων τῇ πόλει ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο.

    由 ὥσπερ ἂν εἰ 引导、接直陈式过去时(ἠγωνίζετο.)构成的虚拟比较句。比喻大王与雅典抗衡之举,“宛如抱着木柴(ὕλην ἐπηρμένος)去与扑面而来的熊熊烈焰搏斗”。形象地说明波斯不断投入军队和资源,结果只是在为雅典人胜利的烈火火上浇油。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:152-153