← 阿里斯·台德斯

泛雅典娜节演说

§150-151

雅典的主动反击与全希腊安宁的确立

雅典不满足于消极自卫,而是采取兼备正义与进取主动的第三种战争形式发起反击,肃清波斯残部并远征小亚细亚与东地中海,为希腊赢得了真正的持久安宁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§150

ἀντεπεξελθεῖν τοῖς προτέροις ἐπιστρατεύσασι καὶ τοὺς φόβους καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστῆσαι. ὃ καὶ μάλιστʼ ἄξιον τῶν ἐν τοῖς ἔργοις ἐκείνοις ἀγασθῆναι τὸ σχῆμα τοῦ πολέμου καὶ τὴν σύστασιν.1 δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν, τοῦ μὲν, ἂν ἄρχῃ τις ἐξ ἀρχῆς, τοῦ δὲ, ἂν ἀμύνηται,2 τῷ μὲν οὐχ ἕπεται τὸ δίκαιον, τοῦ δʼ ἀφαιρεῖ τὴν φιλοτιμίαν ἡ τῆς ἀνάγκης προσθήκη, διὰ τὸ φύσει γνώμην ἀνάγκης κεχωρίσθαι. ἀλλʼ ἀμείνων μὲν ὁ ποιῶν οἶμαι τὰ δίκαια ἀναγκαίως τοῦ παραβαίνοντος ἑκόντος, οὐ μὴν αὐτοῦ γε τὸ πᾶν ὡς εἰπεῖν γίγνεται. καὶ δὴ καὶ τότε τοῦ προτέρου πολέμου τὸ μὲν αἰσχρὸν εἰς τοὺς βαρβάρους ἦλθε, τὸ δʼ ὀφειλόμενον παρὰ τῶν Ἑλλήνων ἀπήντησεν· ὥστʼ ἐνενικήκεσαν μὲν, τὸ δʼ ἐκ περιουσίας οὐ προσῆν. ὃ δὲ τρίτον ἄν τις φαίη τοῦ πολέμου σχῆμα, τὸ τοῖς προτέροις ἐπιβουλεύσασιν ἀντεπελθεῖν αὐτοὺς, ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων, δικαιοσύνῃ δὲ τῇ τῶν ἀμυνομένων χρωμένους, τοῦτʼ οὖν ἡ πόλις ἐσκέψατο3 καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ἐπιδεῖξαι τοῖς βαρβάροις, ὅτι οὐκ ἐπʼ ἐκείνοις ἐστὶν, ὅταν ἥκωσι, ποιεῖν ἀγαθοὺς τοὺς Ἕλληνας, οὐδʼ ἀνάγκης τύχῃ ταῦτα πέπρακται σφίσιν, ἀλλὰ τῷ προτέρους ἄρχειν μὴ καλῶς ἔχειν ἡγεῖσθαι· νῦν δʼ ὅτε ἡ ἀρχὴ περιέστηκεν εἰς δικαίου τάξιν, εὖ καὶ καλῶς εἴσεσθε τίνας κεκινήκατε. οὕτως ἐγώ φημι καὶ πρὸς δικαιοσύνης καὶ πρὸς ἀνδρείας ἐπίδειξιν ἀληθινῆς τὰ δεύτερα, ἵνα μηδὲν ἐπαχθὲς εἴπω, τῶν πρότερον οὐχ ἧττον ἐναργῆ πεπρᾶχθαι τῇ πόλει. πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων ἀσφάλειαν εἶναι καὶ σωτηρίαν ὑπελάμβανεν οὐκ εἰ καθείρξασα αὐτοὺς ἐπὶ τῆς ἑστίας τηροίη, οὐδʼ εἰ μηδὲν μήτʼ αὐτὴ διʼ αὐτῶν μήτʼ αὐτοὶ πράττοιεν ὑπὲρ σφῶν αὐτῶν, ἀλλʼ εἰ τοὺς βαρβάρους ὡς ἐπὶ πλεῖστον ὤσαιντο ἀπὸ τῆς Ἑλλάδος, οὕτως ᾤετο ἀρίστην καὶ καθαρὰν ἡσυχίαν ἅπασιν ἔσεσθαι, ὀρθῶς λογιζομένη καὶ τὰ πράγματα ὡς πέφυκεν ὁρῶσα. μόνοι γὰρ σχεδὸν οὗτοι καθαρῶς ἡσυχάζουσιν οἵτινες ἂν δείξωσι μὴ πάντως ἡσυχίαν ἄγειν δεόμενοι.

向先前入侵的敌军发起反击,并将恐惧与危险转移到对方的土地上去。这乃是那些业绩中最为值得赞叹的战争形式与格局。因为在另外两种战争形式中——一种是某人从一开始便挑起战端,另一种是进行自卫反击——前者无正义可言,后者则由于必然性的附加而剥夺了求荣的抱负,因为按照天性,自由意志与必然性是截然有别的。诚然,我认为迫于必然性而行正义之事者,固然胜于蓄意逾矩之人,然而全部的荣耀终究算不上属于他自己。而且当时也确实如此,在先前的战争中,耻辱归于野蛮人,而希腊人则履行了应尽的本分;以致他们虽然取得了胜利,却未曾拥有游刃有余的卓然荣光。至于人们可以称之为第三种战争形式的作为——对先前图谋不轨者主动出击,兼具主动进攻者的从容自由与自卫者的正义性质——正是这座城邦既为了自身、亦为了其他希腊人所考量的,以此向野蛮人表明:使希腊人成为勇士并非在他们每次来犯时便取决于他们,希腊人成就这些也绝非出于被迫的偶然,而是因为他们认为率先发起进攻实属不义。“而如今,当进攻的主导权转入正义的行列时,你们就会清清楚楚地领教,你们所惊动的是何等人物。”因此我断言,无论就正义的昭示还是就真正勇气的展现而言,为了不作夸大招怨之辞,这座城邦所完成的第二阶段伟业,绝不逊色于先前的事迹。不仅如此,她还认为希腊人的安全与拯救,并不在于将他们禁锢在家园炉灶旁加以守护,亦不在于她自身通过他们一无所为、或者他们自身也为自己一事不作,而在于将野蛮人尽可能推离希腊本土;唯有如此,她相信所有人才能享有至善纯粹的安宁,因为她算计得当,洞察了事物的本性。因为大体上,唯独那些展现出绝非在任何情况下都不得不乞求苟安之人,才能享受到纯正的安宁。

§151

ὁ μὲν λογισμὸς οὗτος ὁ τῆς πόλεως, ἅπαντα ἔχων ὅσα ἄν τις εἴποι κάλλιστα ἐν ἀνθρώπου φύσει. διανοηθέντες δὲ οὕτω τί χρὴ πρῶτον, ἢ τί τελευταῖον εἰπεῖν, ἐνίκων μὲν τὴν ἐν Μυκάλῃ μάχην οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ, διηρευνήσαντο δὲ τῆς Εὐρώπης τὰς ἀκτὰς, εἴ πού τις ἔτι κρύπτοιτο τῶν ἐπελθόντων, καὶ τοὺς μὲν ἀπὸ Στρυμόνος ἤλασαν, τοὺς δʼ ἀπὸ Σηστοῦ, τοὺς δʼ ἀπὸ Βυζαντίου. πάντα δὲ ὥσπερ ἄγος καθαίροντες ἐπῆλθον, οὐκ ἐλάττω δὲ τῶν κατʼ ἐμπορίαν πλεόντων ἐπʼ ἀγκυρῶν ὡρμίσαντο. τὴν δὲ Τριπτολέμου διὰ τοῦ ἀέρος λεχθεῖσαν πορείαν, ἐν ᾧ παρῆκεν ἐκεῖνος, ἐμιμήσαντο. ὁ μὲν γὰρ εὖ ποιῶν εἰς τὸ κοινὸν ἅπαντας, οἱ δὲ παρʼ ὧν ἔδει δίκην λαβεῖν κολάζοντες ἐπῄεσαν, ἡγούμενοι καὶ τοῦτο τῷ κοινῷ γένει τῶν ἀνθρώπων λυσιτελεῖν, τοὺς ὑβριστὰς καὶ μεῖζον τῆς φύσεως φρονοῦντας ταῖς πρεπούσαις ὑπάγειν ζημίαις. γνόντες δὲ οὕτως ἅμα μὲν περιέπλεον τὴν Ἀσίαν, ἅμα δὲ ἀνέπλεον διὰ τῶν δεχομένων ποταμῶν, ἅμα δʼ ἠκούοντο, ἅμα δʼ ἑωρῶντο· θαυμαστὴν δʼ ἐπεδείξαντο καὶ ὡς ἀληθῶς ἐνόπλιόν τινα καὶ πολέμου χορείαν. οὕτω δὲ πυκνὸν καὶ σύντονον ἐξήλαντο ἐν τοῖς πράγμασιν ὥστε καὶ Λακεδαιμόνιοι τοῖς μὲν πρώτοις τῶν ἔργων παρεγένοντο, ἔπειτʼ ἀπῆραν, ὥσπερ πτηνοῖς ἀκολουθεῖν οὐ δυνάμενοι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τῶν ἄλλων Ἑλλήνων οἱ καὶ τὰ πρῶτα συνεκπλεύσαντες ἰλιγγιάσαντες ἀπῆραν, οἱ δὲ τοὺς ἀπὸ τῆς Ἀσίας ἔχοντες, οὓς βασιλεὺς πρότερον ἐπʼ ἐκείνους καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων, τούτοις ἐχρῶντο ἀποχρῶσι.4 καὶ ἦν αὐτοῖς ἀφορμὴ κατὰ τοῦ βασιλέως τὰ τοῦ βασιλέως πράγματα. καὶ γὰρ ὅρμοι καὶ τείχη καὶ χαρακώματα καὶ πάντα ἐκείνους ἐδέχετο, καὶ ὅπλα καὶ νῆες ἐκείνων ἐγίγνοντο. παρεῖσαν δʼ οὐδὲν ἀπείρατον τῆς ἑαυτῶν ἀρετῆς, ὁμοῦ μὲν Φοίνιξι καὶ Κίλιξι καὶ Κυπρίοις ναυμαχοῦντες ἐν μέσῳ τῷ Αἰγυπτίων πελάγει καὶ ναυτικὰ ἀθρόα λαμβάνοντες, ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν Περσῶν

城邦的这一番筹谋,具备了人们在人性中所能称道的一切最美好的品质。下定如此决意之后——人们应当先提何事、后叙何功呢?——他们以不小的优势在米卡勒战役中获胜,随后彻底搜寻欧洲的海岸,以查明入侵者中是否还有潜藏之辈,将一部分人逐出斯特鲁蒙,将一部分人逐出塞斯托斯,又将一部分人逐出拜占庭。他们扫荡一切,仿佛涤除污秽,其抛锚停驻之频繁丝毫不亚于通商贸易的船只。他们甚至在特利普托勒摩斯所遗漏的方面,模仿了相传他在空中飞行的巡游。因为那位英雄巡游四方是施惠于全人类,而他们出击则是为了严惩应受惩罚之人,认为将傲慢狂妄、自命超越天性之徒绳之以应得的刑罚,同样有益于整个人类的福祉。怀着这般信念,他们同时环航小亚细亚,同时沿接纳船只的河流溯流而上,同时闻名遐迩,同时现身各处;他们展示了一场令人惊叹的、真正武装齐备的战争之舞。他们投入行动是如此迅疾而紧凑,以至于连拉刻代蒙人虽然参与了最初的行动,随后却退却而去,仿佛无法跟上生有双翼的存在。出于同样的原因,其他起初一同出海的希腊人亦感到头晕目眩而离去;但〔雅典人〕却统领着大王先前率领来进攻他们及希腊本土的小亚细亚各部族,以之为充足的力量善加利用。大王自身的物资反而成了他们对付大王的跳板。因为港湾、城垣、营垒乃至一切都迎奉着他们,武器和战船尽皆归他们所有。他们绝不让自身的勇敢在任何事业上面对考验时留下空白,在埃及海中央同时与腓尼基人、基利家人和塞浦路斯人展开海战并俘获整支舰队,同时又对抗波斯人的全部力量……

语法注4 条
  1. 150ὃ καὶ μάλιστʼ ἄξιον τῶν ἐν τοῖς ἔργοις ἐκείνοις ἀγασθῆναι τὸ σχῆμα τοῦ πολέμου καὶ τὴν σύστασιν

    关系代词 ὃ 预先指代(prolepsis)后文的名词短语 τὸ σχῆμα τοῦ πολέμου καὶ τὴν σύστασιν(“在那些战功中最值得赞叹的,即战争的形式与格局”)。不定词 ἀγασθῆναι 作形容词 ἄξιον 的说明性/限制性补足语。

  2. 150δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν, τοῦ μὲν, ἂν ἄρχῃ τις ἐξ ἀρχῆς, τοῦ δὲ, ἂν ἀμύνηται

    δυοῖν ὄντοιν ἑτέροιν πολέμοιν 为属格独立结构,其后紧接着部分属格 τοῦ μὲν 与 τοῦ δὲ 相对置以细分两种类型。各自所带的条件从句 ἂν ἄρχῃ... 和 ἂν ἀμύνηται 则分别界定和补充了这两种形态的情境。

  3. 150ὃ δὲ τρίτον ἄν τις φαίη τοῦ πολέμου σχῆμα, τὸ τοῖς προτέροις ἐπιβουλεύσασιν ἀντεπελθεῖν αὐτοὺς... τοῦτʼ οὖν ἡ πόλις ἐσκέψατο

    句首的关系从句 ὃ ... σχῆμα 先行引出议题,并由冠词加不定词短语 τὸ ... ἀντεπελθεῖν 阐明其具体内容。这一整套成分随后被主句中的指示代词 τοῦτο 作为宾语复指承接(resumptive demonstrative),骨干结构为“城邦考量了此事(τοῦτο)”。

  4. 151οἱ δὲ τοὺς ἀπὸ τῆς Ἀσίας ἔχοντες, οὓς βασιλεὺς πρότερον ἐπʼ ἐκείνους καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων, τούτοις ἐχρῶντο ἀποχρῶσι

    主语 οἱ δέ(雅典人)后接分词短语 τοὺς ἀπὸ τῆς Ἀσίας ἔχοντες(“统领/拥有来自小亚细亚的人们”),随后由与格指示代词 τούτοις 作为动词 ἐχρῶντο 的宾语承接。ἀποχρῶσι 作表语性分词修饰 τούτοις,构成“以他们为足/以之为充分力量而加以任用”的双重与格性表语结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:150-151