- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:148-149
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者借节庆本身的延长期限为自己的长篇演说辩护,随后描绘了击退波斯后全希腊对神明的感恩,以及雅典在战后建设、奉献神明和进取下一阶段伟业上的绝伦表现。
εἰ οἱ μὲν νομοθέται1 τούτου χάριν ἐξέτειναν τὰς συνόδους, καὶ νὴ Δία γε αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν, πλείω τὸν χρόνον προσθέντες, ὅπως ἐπὶ πλεῖστον ἀλλήλοις ὁμιλοῖμεν, ἡμεῖς δʼ ἀντὶ τοῦ χρήσασθαι τούτῳ2 μεμφοίμεθα. ὥσπερ οὖν τοῖς τῶν ἄθλων γυμνασίοις οὐκ ἀχθόμεθα ἐντυγχάνοντες ἐφʼ ἡμέρᾳ, ἀλλʼ ἐν κέρδους μέρει3 τῆς ἀεὶ παρούσης θέας ἀπολαύομεν, οὕτω καὶ περὶ τῶν λόγων ἔχειν εἰκὸς, καὶ ταῦτά γε τῶν τῇ πανηγύρει συγκεκληρωμένων, πάντως οὐχ ἑώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε, οὐδʼ ἀτιμοτέροις ἐκείνων συνεῖναι. ἀλλʼ ἵνα μὴ πλείω τῶν ἀναγκαίων παραιτούμενος αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἐφεξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι. ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς ἐγένετο4 καὶ πάντα ἐξεκεχωρήκει, νῆες, ἵπποι, τὸ πεζὸν, ὕπαρχοι, βασιλεὺς, πρῶτον μὲν πανηγύρεις καὶ πρόσοδοι τοῖς θεοῖς ἦσαν οἵας οὔτε πρότερον οὔθʼ ὕστερον οὐδεὶς μέμνηται γεγονυίας ἐν ἐλευθέρᾳ τῇ Ἑλλάδι. οὐ γὰρ νόμος ἦν ὁ συνάγων οὐδὲ χρόνου τακτὴ περίοδος, ἀλλʼ ἐκ τῶν πραγμάτων ἦν καὶ κατʼ ἄνδρα καὶ πόλεις εὐθυμεῖσθαι καὶ στεφανηφορεῖν καὶ τοὺς θεοὺς μαρτύρεσθαι τῆς παρούσης εὐδαιμονίας. καὶ τοῦτο μὲν βωμὸς ἐλευθερίου Διὸς, αὐτῷ τε τῷ θεῷ χαριστήριον καὶ τοῖς κατορθώσασι μνημεῖον ἐπʼ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη, κοινὴν ἔχον παράκλησιν τοῖς Ἕλλησιν εἴς τε ὁμόνοιαν καὶ τὸ τῶν βαρβάρων καταφρονεῖν· τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν, αἵ τε πόλεις οὐ τὸν ἐξ ἀρετῆς μόνον, ἀλλὰ καὶ τὸν ἐκ τῆς κατασκευῆς κόσμον προσέλαβον, καὶ ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθη. καὶ μέντοι κἀν τούτοις αὖ πάλιν ἡ πόλις τοσοῦτον ὅσονπερ ἐν αὐταῖς ταῖς πράξεσι διενεγκοῦσα φανήσεται· τοῦτο μὲν γὰρ τὴν ἀκρόπολιν κατεκόσμησε τοῖς τῶν ἔργων ὑπομνήμασι, καὶ τῷ τῆς φύσεως κάλλει τὸ παρὰ τοῦ πλούτου καὶ τῆς τέχνης ἐφάμιλλον προσέθηκεν, ὥστʼ εἶναι πᾶσαν ἀντʼ ἀναθήματος, μᾶλλον δὲ ἀντʼ ἀγάλματος·5 τοῦτο δὲ τὰς ἄλλας τιμὰς τοῖς θεοῖς ἀνῆψε, κρεῖττον ἁπάσης Ἑλληνικῆς δυνάμεως, τὰ μὲν οἴκοι, τὰ δʼ ἐν τῇ ὑπερορίᾳ· αὐτή τε παρῆλθε τοὺς ἀρχαίους ὅρους πανταχῆ κατʼ ἀξίαν τῶν ἔργων καὶ τὴν τοῦ κύκλου προσθήκην ποιουμένη· ὡς δʼ εἰπεῖν συνελόντι, μόνη μὲν διʼ ἀρετὴν ἀοίκητος ἐγένετο, μόνη δʼ ἐξ ἀρετῆς ᾠκίσθη τε αὖθις καὶ τῶν πρόσθεν ἀοικήτων ἐπέλαβεν ἅμα τοῖς ἔργοις καὶ τῇ δόξῃ καὶ τῷ κόσμῳ καλλίων τε καὶ μείζων γενομένη. ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον καὶ καθʼ ὁδὸν τοῦ λόγου μᾶλλον ἢ προειδόμενος· οὐ γὰρ εἰς ταῦτα ὁρῶν ἠπειγόμην, ἀλλʼ ἐκεῖνο ἐπιδεῖξαι βουλόμενος, ὅτι εἰ κάλλιστον ἀνθρώποις καὶ τὸ αὐτὸ λυσιτελέστατόν τε καὶ νικῶν ἡδονῇ, θεῶν πρόσοδοι καὶ ὁμιλίαι, καὶ τοῦτʼ εἰς τοσοῦτον τότʼ ἐπανθῆσαν τοῖς Ἕλλησι μιᾷ δὴ πόλει ταύτῃ μάλιστʼ ἄν τις προσθείη δικαίως, πρῶτον μὲν κατʼ αὐτὴν ὡς ἀληθῶς τὴν τῶν θεῶν τιμήν· τούς τε γὰρ θεοὺς ὡς αἰτίους δή που τῶν ἀγαθῶν ἅπαντες ἀμειβόμεθα, ἥ τε πόλις τό γʼ εἰς ἀνθρώπους ἐλθὸν τότʼ ἐπὶ πλεῖστον αἰτία τῶν ἀποβάντων φαίνεται· ἔπειτα τῷ καὶ τοῖς ἀναθήμασιν αὐτοῖς καὶ τοῖς χαριστηρίοις τοσοῦτον ὑπερσχεῖν. τὰ γὰρ σύμβολα τῆς εὐσεβείας αὐτῆς ταῦτα τοῦ κάλλους καὶ μεγέθους ἐστὶ τεκμήρια. οὐ μὴν ἐξαρκεῖν τοῦτʼ ἐνόμισε, χάριν τοῖς θεοῖς ἔχειν τῶν γεγενημένων καὶ μηδὲν πλέον ζητεῖν οὐδʼ ἐπὶ τοῖς τροπαίοις καθῆσθαι, ὥσπερ ἀπιστοῦσαν ἑαυτῇ, ἀλλʼ ὥσπερ ἐπίβασιν τῶν μελλόντων τὰ ὑπάρχοντα κρίνασα αὐτὴ πρὸς ἑαυτὴν ἡμιλλήσατο, καλῶς καὶ τῷ καιρῷ προσήκοντα βουλευσαμένη· ἐν γὰρ τοῖς δευτέροις χρόνοις τὰ δεύτερα πράττειν ἠξίου. ταῦτα δʼ ἦν
如果立法者们正是为了这个目的延长了盛会的聚期,且对宙斯发誓,他们甚至通过增加更多的时间打破了“神圣休战月”的名号本身,以便让我们尽可能久地互相交往,而我们却不但不善加利用,反而横加抱怨的话。因此,正如我们每天接触竞技的操练并不感到厌烦,反而将享受眼前不断呈现的观瞻视作获益一样,对待言论理当亦是如此,尤其是对于指派给这盛会的言论而言更是如此;无论如何,你们在接下来的部分中绝不会遇到陈腐残羹,也绝不至于同逊于前者的言辞相伴。 不过,为了不让我因过多不必要的辩解而徒增篇幅,我立即转入演说相续的正文。因为当希腊重新成为自身的主人,所有一切——战船、战马、步兵、各省总督乃至国王本人——尽皆退去之时,首先举行了对神明的节庆与迎神行进,其盛况是无论此前还是此后都无人记得在自由的希腊曾发生过的。因为并非法律将人们召集在一起,亦非固定的时间周期,而是由现实本身促使人们以个人和城邦的名义欢欣鼓舞、头戴花冠,并祈请诸神见证当下的福祉。一方面,在创下战功的原址上矗立起了自由神宙斯的祭坛,既作为献给神明本人的感恩祭品,亦作为得胜者的纪念丰碑,对希腊人发出了走向和睦与轻蔑野蛮人的共同号召;另一方面,位于德尔斐的全希腊共有圣所被装点上优美得体的铭文,各城邦不仅获得了源于美德的荣美,亦增添了源于建筑营造的华饰,野蛮人的财富被分配给了更优秀的人们。而且确实,在这些事情上,这座城邦同样将显露出与她在战争行动本身中所展现的同等卓越的超凡地位。因为一方面,她用这些伟业的纪念物妆点卫城,在自然之美上增添了来自财富与技艺的匹敌之美,以致整座山丘堪比一件奉献品,或者说更堪比一尊神像本身;另一方面,她将凌驾于全希腊一切力量之上的其他尊荣献给诸神,一部分在本土,一部分在境外。而她自身在各个方向皆超越了古老的界限,使城圈的扩建配得上她的伟业。简而言之:唯独她因英勇而沦为无人居住之地,唯独她凭借英勇得以重获人烟,并占领了此前荒芜的土地,在事迹、声望与妆饰上一同变得更为美好、更为宏大。然而,我落入这一话题仿佛身不由己,更多是顺应言辞的脉络而非深思熟虑;因为我并非着眼于这些细节而急于求成,而是意在表明:如果对于人类而言,最美好、同时最有利且在愉悦上无以复加的事物乃是对神明的迎奉与交通,并且这一盛事当时在希腊人中绽放至如此极境,人们最应当公正地将其归功于这独一无二的城邦:首先,真正基于对诸神本身的尊崇。因为我们所有人无疑都将诸神作为福泽的造就者而予以酬谢,而在关涉人类作为的范畴内,这座城邦显系当时诸般成果的最主要缔造者;其次,在于她在献纳品与感恩礼本身上远远压倒了其他城邦。因为这些属于她虔敬的象征,正是其美好与宏大的明证。然而,她绝不认为仅仅对已然发生之事向诸神致谢、不再谋求更多、或者仿佛怀疑自身能力一般坐守凯旋纪念碑就已足够;相反,她将既有之物视为通往未来的跳板,与自身相竞争,做出了崇高而切合时宜的谋划;因为在随后的岁月里,她认为应当去成就随后的伟业。而这些伟业便是:
- 148εἰ οἱ μὲν νομοθέται
此条件从句(protasis)紧承上一组块末尾的“ἢ κομιδῆ γʼ ἂν εἴη τῶν ἀτόπων”(否则将是极度荒谬的)。句中混合使用了陈述语气过去时(ἐξέτειναν, παρέβησαν,陈述既成事实)与转折对比的祈愿语气(μεμφοίμεθα),构成“若立法者延长了聚期……而我们反而抱怨,那将是荒谬的”这一论证逻辑。
- 148ἀντὶ τοῦ χρήσασθαι τούτῳ
介词 ἀντί 支配带有中性属格冠词 τοῦ 的不定式短语,意为“与其善加利用此物/非但不利用此物”。代词 τούτῳ 指代前文增加的充裕时间(πλείω τὸν χρόνον)。
- 148ἐν κέρδους μέρει
古典希腊语成语短语,意为“算作赢利/收益的一环”或“视作纯粹的获益”(类似于古典时期的 ἐν μέρει 搭配动词之惯用法)。
- 148ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς ἐγένετο
系动词 γίγνομαι 搭配反身代词属格 ἑαυτῆς 作表语,属所有格表属性的惯用句式,意为“当希腊重新属于她自己时”,即“恢复独立主权”。
- 149ὥστʼ εἶναι πᾶσαν ἀντʼ ἀναθήματος, μᾶλλον δὲ ἀντʼ ἀγάλματος
由 ὥστε 引导的结果从句(接不定式 εἶναι)。介词 ἀντί 由“代替”引申为“堪比/充当”。阴性单数宾格 πᾶσαν 指代前文的卫城(τὴν ἀκρόπολιν),将整座卫城山丘比拟为一件宏大的奉纳品,甚或是神像本身。
