- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:146-147
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者叙述了在普拉提亚战役中敌友双方皆公认雅典人的卓越地位,雅典人击溃并乘胜追击野蛮人,随后借泛雅典娜节的宏阔规模为演说的冗长进行辩护。
Λακεδαιμονίων δεόμενοι· τὸ γὰρ ἀνθέλκειν καὶ καλεῖν ὡς αὑτοὺς ἑκατέρους ψῆφος ἦν φανερὰ καὶ πίστις ἐναργὴς παρʼ ἀμφοῖν ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν ἐναντίων συνίσασι κρείττους ὄντας οὐ μικρῷ τινι. οὕτω δʼ ἐλπίσαντες ἐξ ἀρχῆς ἔτι μᾶλλον θαυμάσαντες ἀπῆλθον· τῶν μὲν γὰρ οὐκ ἠνέσχοντο, τοὺς δὲ ἀπὸ πολλοῦ τοῦ κρείττονος προσεδέξαντο. ὥστε καὶ τὸ εἰκὸς προσγενέσθαι, τὸ καὶ αὐτοὺς ὑπὲρ σφῶν αὐτῶν τὴν ἀξίαν προσθέσθαι ψῆφον καὶ τρεῖς εἶναι τοὺς μάρτυρας ἑξῆς, τοὺς πολεμίους, τοὺς συμμάχους, αὐτοὺς ἑαυτοῖς ἔργῳ διὰ πάντων ὁμοίους γεγενημένους. συναγαγόντες δὲ τοὺς Ἕλληνας ἤδη μᾶλλον αὐτοῖς ἀκολουθεῖν δυναμένους Πλαταιᾶσι γίγνονται. καὶ τὸ μὲν ἀξίωμα τῶν στρατοπέδων, ἢ τὴν παράταξιν τῶν βαρβάρων, ὡς ἐτάχθη διὰ τῆς Βοιωτίας, ἢ τὰ πρὸ τῆς μάχης διηγεῖσθαι διατριβή ἐστι τῆς σπουδῆς οὐκ ἐφικνουμένη. μαρτυρία δʼ αὖθις γίγνεται τῇ πόλει θαυμαστὴ παρʼ ἀμφοτέρων ἐπὶ τῆς μάχης. Λακεδαιμόνιοι μὲν γὰρ Ἀθηναίοις ἐξέστησαν τῆς ἐπὶ Πέρσας τάξεως, ὥσπερ ἀνάγκῃ τινὶ καὶ φύσει συγκεκληρωμένον1 Πέρσας Ἀθηναίων ἡττᾶσθαι. αὖθις δὲ ἀνθυπῆγε Μαρδόνιος τοὺς Λακεδαιμονίους ἀνθαιρούμενος, ἡγούμενος λυσιτελεῖν αὑτῷ Λακεδαιμονίους καλῶς ἀποθνήσκοντας μᾶλλον ἢ Ἀθηναίους καλῶς νικῶντας. ταῦτα γὰρ ἐκ τῶν πρὸς αὐτοὺς παραδειγμάτων εὕρισκεν. ὥσπερ οὖν οἱ πύκται περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο, οἱ δὲ ἐδέχοντο μὲν Πέρσας, ἐδέχοντο δὲ πάντας ἀνθρώπους, ὑπῆρχον δὲ εἰς ἅπαντα νικῶντες, τοὺς μὲν βαρβάρους ἀρετῇ, τοὺς δʼ Ἕλληνας ἀρετῇ τε καὶ πλήθει. καὶ τήν τε μάχην κρίνουσι διὰ πάντων ἐξελθόντες καὶ τοὺς ἡγουμένους τῆς ἵππου διαφθείραντες. καὶ δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν,2 ἕως τῶν βαρβάρων οἱ μὲν οὐχ ὁμοίως καὶ πρόσθεν κατεῖχον τὴν Βοιωτίαν κείμενοι, οἱ δʼ ὥσπερ ἐκ ναυαγίας ἄοπλοι καὶ ἀσύντακτοι νύκτα ἡμέρας τιμιωτέραν ἄγοντες, ἐκ πολλῶν ὀλίγοι καὶ πολλοὶ κατʼ ὀλίγους ἐξεχώρησαν, πολλὰ τῆς ὑπερηφάνου στρατιᾶς καὶ τῶν Ἀθηναίων μεμνημένοι. τούτων δʼ οὕτω καταστάντων οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἀσμένως ἀναπεπνεύκεσαν, οὐχ ὅσον ἂν καὶ προσεδόκησαν διαπεφευγότες χειμῶνα, καὶ τὴν πόλιν ἐστεφάνουν, ἐθαύμαζον, πᾶν ὅ τι εἴποιεν αὐτὴν μικρὸν ἡγοῦντο. οὕτω πολλοῦ τινος αὐτοῖς ἔδει ποιῆσαι ὅ τί γε δοκεῖν ἔχειν ἄξιον αὐτῆς· ἡ δὲ ἐνταῦθα δὴ καὶ μάλιστα τὴν περιουσίαν τῆς ἀρετῆς ἐπεδείξατο. τοσοῦτον γὰρ ἐπεξῆλθεν ἐν τοῖς πράγμασιν ὥστʼ ἔτι μᾶλλον ἔξω δεῖξαι τοῖς βαρβάροις τίνες ἦσαν οἱ καὶ τὰ ἐν τῇ Ἑλλάδι ταῦτα δράσαντες αὐτοὺς καὶ τίνας φεύγειν κρίναντες ἀγαπητὸν ἀπῆλθον. ὁρῶ μὲν οὖν καὶ τὸν λόγον ἐκτεινόμενον καὶ ἐπὶ τοιούτοις τοῖς προειρημένοις οὐ ῥᾴδιον ὂν πρὸς ἡδονὴν οὔτε αὐτὸν ἔτι εἰπεῖν οὔτε τυχεῖν ἀκουόντων, ὥσπερ μετʼ ἀγωνιστὴν εὐδοκιμηκότα εἰσιόντα ἕτερον. οὐ μὴν ψυχαγωγίας χάριν μᾶλλον ὑπέστην τοὺς λόγους ἢ τοῦ δεῖξαι μετʼ ἀληθείας τὴν τῆς πόλεως ἀξίαν· ὥστʼ ἀδικήσω καθυφεὶς μᾶλλον ἢ διοχλήσω λέγων.3 ἔπειτα ἐνθυμητέον καὶ ἀπʼ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων ὅτι οὐδὲ τὴν τῶν Παναθηναίων αὐτῶν ἑορτὴν ἡμῖν ἡμέρας μιᾶς ἀνάγκη μετρεῖν, ἀλλʼ, εἴ γε καὶ τοῦτο δεῖ προσθεῖναι, καὶ τὸ πλῆθος τῶν ἡμερῶν κόσμου χάριν καὶ σεμνότητος ἀνεῖται· ὥστε οὐδὲ τὸ τῶν λόγων πλῆθος ἄκαιρον ἐν τοιούτῳ τῶν ἔργων καιρῷ. σύνισμεν δὲ δή που καὶ τὸν ἀγῶνα τὸν γυμνικὸν καὶ ἔτι μᾶλλον τὸν τῆς μουσικῆς οὐκ εἰσάπαξ ὁριζόμενον, ἀλλʼ ἐφʼ ἑκάστῃ τελευτῶντα ὡς εἰπεῖν τῇ ἡμέρᾳ καὶ πάλιν ἐξ ἀρχῆς καθιστάμενον, καὶ οὐδὲ τοῖς εἴδεσι τῶν θεαμάτων ἐκπληρούμενον αὐθημερόν. ὥσθʼ ὅσα καὶ τὸν νῦν καιρὸν ἐκφεύγει τὸν ὅλον γε δή που τῆς πανηγύρεως οὐ παρελήλυθεν. ἢ κομιδῆ γʼ ἂν εἴη τῶν ἀτόπων,
通过拉刻代蒙人向他们恳求。因为双方各自拉拢、招徕他们归于己方这一事实本身,便是双方公开投下的赞成票和明晰的明证,表明双方都深知雅典人不仅远胜过他们各自,也远胜过其对手。起初怀抱此种期望的人们,离去时则怀有更深沉的钦佩;因为雅典人对一方绝不容忍,而对另一方则是以绝对居高临下的优越地位予以接纳。因此,合乎情理的结果也随之而来:雅典人自己也为自己投下了无愧于自身的赞成票,从而使见证者相继达到三个——他们的敌人、他们的盟友,以及通过实际行动在万事中始终如一的他们自己。他们集结了如今更能追随他们的希腊人,抵达了普拉提亚。至于叙述两军的威容、野蛮人横亘波奥提亚全境的阵列,抑或战前的种种经过,都只是无法企及我们庄重主旨的旁骛罢了。然而在战斗中,双方再次向这座城邦作出了令人赞叹的见证。因为拉刻代蒙人将正对波斯人的战阵让给了雅典人,仿佛波斯人注定要败于雅典人乃是出于某种必然与天性。而马尔多纽斯反过来也相应调整,宁可选择拉刻代蒙人作为对手,认为拉刻代蒙人壮烈战死对他而言,胜过雅典人漂亮地取胜;因为他是从以往同他们交手的先例中得出这一结论的。于是,他们如同拳击手一样首先争夺站位,而雅典人迎战波斯人,迎战所有来敌,并在一切方面皆居于胜势,在英勇上压倒野蛮人,在英勇与兵力上皆压倒希腊人。他们冲破一切阻碍,斩杀骑兵将领,决断了战局。当需要攻打营垒胸墙时,其他人比之于他们有多么低劣,说出来直令人汗颜;直到野蛮人中,一部分人陈尸于地,以不同于先前的方式占据着波奥提亚,而另一部分人则如海难余生者一般,丢盔弃甲、溃不成军,视黑夜贵于白昼,大军中仅存少数,众人化作零星小队退走,深刻记取了其傲慢大军与雅典人带给他们的教训。局势既已如此底定,其余所有希腊人皆欣然舒了一口气,庆幸自己逃脱了超出预期的暴风雨,他们为这座城邦加冕、赞叹它,无论用何种言辞称颂它都觉得微不足道;他们离做出哪怕看似与它相称的事,是如此相差甚远。然而正是在此时,这座城邦最充分地展现了其美德的充裕。因为她在行动中乘胜追击,以至于在域外向野蛮人更加充分地展示了:究竟是谁在希腊本土重创了他们,究竟是从谁面前逃脱才让他们庆幸保全了性命。 固然,我看到演说正在拉长,在讲述了上述如此伟大的事迹之后,不仅说话者自己不易再讲出令人悦耳之辞,也不易觅得耐心的听众,正如在一位于众望所归的竞技者之后登场的另一人那样。然而,我承担这一演说并非为了取悦大众,而是为了依凭真实昭示城邦的价值;因此,与其说继续陈词会招致厌烦,不如说中途退缩便是有失公允。再者,单从这一演说的缘由本身亦当思及,我们绝无必要将泛雅典娜节本身限定于区区一日;甚且——若必须补充这一层的话——日数的众多本就是为了增添荣美与庄严而特意留设的;因此,在述及如此宏大的伟业之际,言辞的繁富绝非不合时宜。我们想必都深知,体操竞赛、尤其是音乐竞赛,绝非一次性便告完结,而可以说是每天收场后又从头重新开始,各种形式的盛观绝不可能在同一天内倾囊呈献。因此,凡超出当下时限的,绝未越过整个盛会的全期。否则,那将是极度荒谬的,
- 146ὥσπερ ἀνάγκῃ τινὶ καὶ φύσει συγκεκληρωμένον
带有 ὥσπερ 的无人称分词绝对宾格(accusative absolute)结构,表示主观认定的缘由或比况(“仿佛出于某种必然与天性被注定”)。中性单数宾格分词 συγκεκληρωμένον 引出不定式短语 Πέρσας Ἀθηναίων ἡττᾶσθαι 作为其逻辑主语。
- 146καὶ δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν
该句由无人称动词 δεῖ 的中性分词 δεῆσαν 构成的绝对宾格(“当需要攻打营垒胸墙时”)开启,其后紧接一个表示程度的感叹/比较结构。句子的核心骨架为 οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν(“其他人相比于他们而言处于[劣势]”),中间插入的潜能希求法从句 ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν(“到了令人羞于启齿的程度”)作为修饰成分界定其差距之甚。
- 147ὥστʼ ἀδικήσω καθυφεὶς μᾶλλον ἢ διοχλήσω λέγων
在由 ὥστε 引导的结果从句内部,通过 μᾶλλον ἤ(“更会……而非……”)并列了两个将来时直陈式动词(ἀδικήσω 与 διοχλήσω)。每个动词分别附带一个情状分词(καθυφείς“退让/中止”与 λέγων“继续陈述”),形成了鲜明的对比,表明演说者宁可长篇大论招致听众厌烦,也绝不在职责上妥协退缩。
