← 阿里斯·台德斯

泛雅典娜节演说

§144-145

拒绝波斯诱降与对斯巴达的回应

波斯大王与马尔多纽斯派遣马其顿王亚历山大以优厚条件诱降雅典,雅典人断然拒绝;随后斯巴达人恐慌来援,雅典人亦出于崇高气节宽宥并谢绝了其抚恤提议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§144

προσειπεῖν. ἦν μέν γε τὸ πάντων κράτιστον περιφανῶς, εἰ προὐχώρησε.1 τοῦτο δὲ ἦν παντὸς μᾶλλον ἀδύνατον. τί δὲ τοῦτο ἦν; ἐσκέψαντο μεταστῆσαι πρὸς αὑτοὺς τὴν πόλιν καὶ ψιλῶσαι τὸ Ἑλληνικὸν αὐτῆς, οὐ μόνον τὰ παρελθόντα συνειδότες, ἀλλὰ καὶ τὰ παρόντα ὁρῶντες ὡς διʼ ἐκείνων ἤγετο· πρὸς δὲ τούτοις καὶ τῶν ἐκ Δελφῶν λογίων, ὡς λέγεται, διαρρήδην μαρτυρούντων, εἰ γένοιντο Ἀθηναῖοι μετὰ τούτων, οἰχήσεσθαι τοῖς Ἕλλησι τὰ πράγματα. ἐδόκει δὴ τῷ βασιλεῖ καὶ τὸν φόβον ὠνουμένῳ καὶ τὸ κέρδος ἐνθυμουμένῳ πειρᾶσθαι τῆς πόλεως· καὶ πέμπει δὴ κήρυκας τἀναντία τοῖς πρόσθεν λέγοντας. ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος,2 ταῦτα ἐδίδου τότε, οὐκ ἀπὸ ἴσου τοῦ μέτρου, ἀλλὰ τοῦτο μὲν τὴν πόλιν καὶ τὴν χώραν αὐτοῖς ἀπεδίδου πᾶσαν, τοῦτο δὲ τὴν λοιπὴν Ἑλλάδα δωρεὰν προσετίθει. χωρὶς δὲ τούτων ἐπῆν χρήματα ὑπὲρ πάνθʼ ὅσʼ ἐν Ἕλλησι καὶ φίλους καὶ συμμάχους εἶναι βεβαίως· ἐξ ὧν ὅτι καὶ μόνους ἐδεδίει καὶ μόνοις ἐθάρρει μᾶλλον ἢ πᾶσιν οἷς εἶχεν, εἰ πείσειεν, ἐμαρτύρει. καὶ τὸ μὲν κεφάλαιον τῆς πρεσβείας τοιοῦτον ἦν. ἐκηρύκευε δὲ Ἀλέξανδρος βασιλεὺς Μακεδονίας. οἱ δὲ τοσοῦτον ἀπέσχον τοῦ θαυμάσαι τὰς ἐπαγγελίας, ἢ καὶ σύμπαντα ἃ κέκτηται διδόντα ἄξια σφῶν εἶναι νομίσαι, ὥστε ἔσωσε τὸν πρεσβευτὴν τὸ σχῆμα τῆς προξενίας. οὐ μὴν οὐδὲ οὕτως ἀδεᾶ καθάπαξ ἀπέστειλαν, ἀλλʼ εἰ μὴ πρὸ ἡλίου δύνοντος ἐκτὸς ὅρων εἴη, καὶ τοῦ λοιποῦ προειπόντες ἄλλο τι τοῖς Ἀθηναίοις μᾶλλον προξενεῖν, ὡς οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα·3 καὶ ἅμα ἀγωγοὶ διὰ τῆς χώρας αὐτὸν ἦγον, ὅπως μήτε τις ἅψηται μήτε τῳ διαλέξηται. ταύτην ἐγὼ τὴν ἀπόκρισιν τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῶν τροπαίων οὐχ ἧττον ἀξίαν ἡγοῦμαι θαυμάσαι οὐδὲ ἐλάττω φιλοτιμίαν παρέχειν οὔτε τοῖς δοῦσιν οὔτε τῷ πείσαντι. εἰς μὲν γὰρ ἐκεῖνα ὅπλοις καὶ τριήρεσι καὶ ὀργάνοις ἔδει προσχρήσασθαι, ἐνταῦθα δὲ τοῖς σφετέροις αὐτῶν καθαρῶς ἐχρήσαντο, γνώμῃ καὶ λόγῳ. τίνες οὖν ἀρετῆς ἀγωνισταὶ καλλίους, ἢ τίνες τῶν πώποτε διαρκέστερον τὴν ἐπίδειξιν αὐτῆς ἐποιήσαντο; οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο καὶ πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμήσαντες, κινδύνους δʼ ἀντʼ ἀσφαλείας ἑλόμενοι, δικαιοσύνην δʼ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας. καὶ οὐ πρὸς μὲν τὰς βαρβαρικὰς ὑποσχέσεις οὕτως ἐχθρῶς καὶ παρατεταγμένως εἶχον, πρὸς δὲ τὰς Ἑλληνικὰς, εἰ προσείη σχῆμα χρείας, ὑποπεπτωκότως, ἢ ὡς ἐπὶ πλεῖον ἀκοῦσαι λόγου. ἀλλὰ ἐλθόντων Λακεδαιμονίων περιφόβων καὶ δεομένων ἐναντία τῇ τοῦ βασιλέως πρεσβείᾳ καὶ τοὺς παῖδας καὶ πρεσβύτας καὶ γυναῖκας αὐτοῖς θρέψειν ὑπισχνουμένων, ἕως ἂν ὁ πόλεμος ᾖ, συνέγνωσαν μᾶλλον ἢ ἀπεδέξαντο, τῷ μὲν φόβῳ χρηστοὺς νομίζοντες, οἷς δʼ ἐπηγγέλλοντο ἀπείρους ἔτι τῶν Ἀθηναίων· καὶ τὴν μεγαλοψυχίαν οὐχ ἧττον ἔδειξαν τῷ τὴν ὀργὴν κατασχεῖν ἢ τῷ τὰς ἐπαγγελίας διώσασθαι· εὖ γὰρ ποιεῖν, οὐκ εὖ πάσχειν πεφυκότες ᾔδεσαν καὶ μισθὸν ὀφείλειν αὐτοὺς τοῖς εὖ ποιοῦσι τὸ Ἑλληνικὸν, ἀλλʼ οὐχ αὑτοὺς δεῖν παρʼ ἑτέρων μισθὸν τῆς ἀρετῆς λαμβάνειν, οὐδʼ ἐπὶ κέρδει φιλεῖν τοὺς δόντας αὑτοὺς, οὐδέν γε μᾶλλον ἢ τοὺς παῖδας καὶ γονέας ἐπὶ κέρδει φιλεῖν, ἀλλὰ καὶ μετὰ τῶν ἀναλωμάτων σώζειν, ὥσπερ εἰκὸς τοὺς ὡς ὑπὲρ οἰκείων ταῖς γνώμαις διακειμένους. καὶ τοῦτο μὲν τοσοῦτον καὶ τηλικοῦτον ἔργον εἰς ἀρετῆς λόγον ἐν τοῖς τοῦ πολέμου καιροῖς ἐξέλαμψε, μέσον τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς Πλαταιᾶσι μάχης. ἔδειξαν δʼ αὖ κἀκ τούτων χωρὶς ὧν καὶ πρόσθεν διεξῄειν καὶ βασιλεὺς καὶ οἱ Ἕλληνες ἐξ ἁπάντων τοῖς Ἀθηναίοις τιθέμενοι ὁ μὲν διὰ Μαρδονίου καλῶν ἐπὶ τούτοις, οἱ δὲ μὴ ποιεῖν ταῦτα διὰ

称呼这一计策。因为如果它能够成功,这显然是一切之中最绝妙的一着;但这却是万事之中最不可能实现的。那究竟是什么计策呢?他们不仅深知以往的事迹,而且看到当前的局势也是由雅典人所引领,于是企图将这座城邦争取到自己一边,从而剥夺希腊所依托的这一力量;加之据传德尔斐的神谕也明白地证实,如果雅典人与他们联手,希腊人的大局便将彻底瓦解。因此大王既为了收买自己的恐惧,又盘算着利益,决定试探这座城邦;于是他派遣使者,传达与先前截然相反的条件。因为,他不再像从前那样索取泥土和水,当时反而提供这些,且条件绝非对等:一方面他将整座城邦及其全部国土归还给他们,另一方面还将希腊的其余部分作为礼物赠予他们。除此之外,还附带了超过希腊人所拥有一切的巨额财富,并保证成为坚定的朋友和盟友;大王以此证明,如果能说服雅典人,比起他所拥有的全部力量,他唯独畏惧他们,也唯独信赖他们。使团的要旨大体如此。担任正使的是马其顿国王亚历山大。但雅典人绝没有对这些许诺表示钦佩,也没有认为哪怕他把所拥有的一切全拿出来就配得上他们,以至于仅仅是邦宾的身份才保全了这位使者。然而,即便如此,他们也绝未让他毫无畏惧地离去,而是警告他,若不在日落之前离开国境〔便不得安全〕,并且今后在为雅典人充当邦宾时务必经办其他事务,因为再次担当此类使节必难免一死;与此同时,向导护送他穿过国境,使任何人不得触碰他,他也不得与任何人交谈。我认为这一答复绝不亚于萨拉米斯的海战和那些纪念碑,同样值得钦佩,也不论是给做出这一答复的人,还是给劝导他们的人,都带来了毫不逊色的荣耀。 因为在那些战功中,他们还必须借助武器、三列桨战船和器具,而在这里,他们纯粹运用了属于自己的东西——决意与言辞。 那么,还有谁能成为美德的更卓越的角逐者,或者有谁曾比他们更持久地展示了这种美德呢?他们面对黄金、白银、钢铁以及世间万物始终立于不败之地,让大王的所有资财都如同仍深埋地下一般毫无用处;他们看重贫困胜于财富,选择危险胜于安全,选择正义胜于大王如此巨大的恩惠。而且,他们也绝非仅仅对野蛮人的许诺怀有敌意并严阵以待,而对希腊人的提议——纵使带有困厄的外表——就表现得屈从逢迎,或愿意作更进一步的倾听。相反,当拉刻代蒙人怀着极度的恐惧赶来,提出与大王使团相反的请求,并承诺只要战争继续就替他们抚养妇孺与老人时,雅典人对其宽宥多于接纳;他们认为斯巴达人出于恐惧而抱有善意,但从其提出的承诺来看,却依然不了解雅典人。他们通过克制怒火所展现的高尚胸怀,丝毫不逊于拒绝那些承诺时所表现的。因为他们深知自己生来是施予善行而非承受恩惠的,他们自己应当酬谢造福希腊人的人,而绝不应当从旁人那里索取美德的报酬;他们绝不应当为了利益去爱那些献出自身的人,就像绝不能为了利益去爱子女和父母一样,而是应当哪怕付出自己的耗费也要拯救他们,正如那些在心志上将他人视为己出的人所理当做的那样。在战争的危急关头,在萨拉米斯海战与普拉提亚战役之间,这一如此伟大、如此崇高的业绩,在美德的记录中熠熠生辉。此外,不仅有我先前详述的事实,而且从这些事中同样表明,大王与希腊人都在雅典人身上押下了一切:前者通过马尔多纽斯以此为条件进行招徕,而后者则为了阻止他们这样做而通过……

语法注3 条
  1. 144ἦν μέν γε τὸ πάντων κράτιστον περιφανῶς, εἰ προὐχώρησε.

    此处为表示过去非真实条件的句式,主句谓语 ἦν 省略了虚拟小词 ἄν。在带有表示可能性、必然性或“最善”等评价性的名词/形容词作表语的句式中,省略 ἄν 而直接使用过去陈述语气,是强调该判断之必然性与确定性的古典常规用法。

  2. 144ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος

    先行词的格吸附并纳入关系从句的结构。其本原结构为 ἀντὶ γῆς καὶ ὕδατος, ἃ ᾔτει πρότερον,但先行词 γῆς καὶ ὕδατος 被吸收入由 ὧν(受前置词 ἀντί 支配而作属格)引导的关系从句中,并同化为属格。

  3. 144ὡς οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα

    表示告诫内容的从属分词结构。连词 ὡς 引导未来时宾格分词 πρεσβεύσοντα,其逻辑主语为前文提及的使者亚历山大(宾格)。该成分依附于主句动词 προειπόντες,表达“警告其若再充当此类使节将必死无疑”的主观性断言理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:144-145