- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:142-143
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了波斯精锐在萨拉米斯附近小岛被歼及薛西斯的仓皇溃退,以马拉松、阿耳忒弥西昂以来的战功与神谕论证雅典独力拯救了全希腊,并进一步阐述雅典在与马尔多纽斯决战前所确立的决定性主导地位。
Σαλαμῖνος νῆσον, ὅπως ἀκριβέστερον ἢ δικτύῳ συγκλείοιντο οἱ Ἕλληνες. δοκεῖ γὰρ εἶναι μεγάλη συμφορὰ καὶ παρὰ τὸν νόμον τὸν Μηδικὸν, εἴ τις τῶν ἀνταίρειν τῷ βασιλεῖ τολμησάντων διαφεύξεται. κατὰ οὖν τοὺς ἐκπίπτοντας ἐκ τῆς ναυμαχίας ἐτάχθη τὰ κύρια τῆς στρατιᾶς, ἄνδρες Περσῶν οἱ πρῶτοι, καὶ κατέσχον τὴν νῆσον ἐφεστηκότες ὡς ἐφʼ ἑτοίμοις.1 ὡς δὲ τῶν πρώτων ἀπέτυχον καὶ μετὰ τῶν Ἑλλήνων ἦν ἡ τύχη καὶ περιέστραπτο ἡ πεῖρα, ἀνὴρ Ἀθηναίων εἷς ἐθελοντὴς τὸν κίνδυνον ὑφίστατο καὶ λαβὼν τοὺς ὄντας αὐτῶν ἐν Σαλαμῖνι τοὺς πρεσβύτας ἀποβιβάσας εἰς τὴν νῆσον κτείνει πᾶν τοῦτο τὸ Περσικόν. Ξέρξης δὲ καθῆστο μὲν ἐπὶ τῆς ἠπείρου κεκοσμημένος, ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν, ἤ τις τῶν ἐξ οὐρανοῦ κριτὴς τῶν γιγνομένων, οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρʼ αὑτοῦ φόβον ἀρκέσειν. καὶ τοσοῦτον ἦν ἄρα τὸ ἔργον αὐτῷ ὅσον τοῖς μὲν ὀργισθῆναι, τοὺς δὲ τιμῆσαι τῶν στρατιωτῶν. ὡς δʼ ἑώρα τὴν θάλατταν αἵματι καὶ ῥοθίῳ ζέουσαν καὶ πάντα νεκρῶν καὶ ναυαγίων μεστὰ καὶ κυριωτέρους ἑτέρους φοβεῖν καὶ τοὺς ἐκείνου καὶ αὐτὸν,2 ἐκπλαγεὶς καὶ νομίσας θαυματοποιὸν εἶναι τὴν πόλιν παλινῳδίαν ᾖδε, καὶ μεταστρέψας ᾔει τὴν αὐτὴν, οὐ μετὰ τοῦ αὐτοῦ σχήματος, ἓν ἤδη τοῦτʼ ἀγώνισμα ποιούμενος τὴν σχεδίαν καταλαβεῖν. οὕτω διὰ πάντων ἡ πόλις πᾶν ἔσωσε τὸ Ἑλληνικὸν, καὶ τοῖς πᾶσιν ἐδείχθη μόνον φυλακτήριον οὖσα τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τῷ λοιπῷ μέρει τῆς οἰκουμένης. τίσι δὲ λέγω τοῖς πᾶσιν;3 οἷς ἐνίκα πρότερον μόνη Μαραθῶνι, οἷς ὕστερον τοσοῦτον παρῆλθε τοὺς συστάντας, οἷς αὐτὴ κεφάλαιον τοῦ πολέμου τοῖς στόλοις ἀμφοτέροις ἦν, τοῖς ἐν Πύλαις ἀτυχοῦσιν ἄνευ τῆς πόλεως, τοῖς ἐπʼ Ἀρτεμισίῳ νικῶσι διὰ τῆς πόλεως, ταῖς τοῦ θεοῦ μαντείαις, ὧν αἱ μὲν τῆς Ἀθηνᾶς εἶναι τὴν δωρεὰν, αἱ δὲ ἀπολέσθαι τοὺς Ἕλληνας ἔφραζον, εἰ συσταῖεν Ἀθηναῖοι μετὰ τῶν βαρβάρων. ὥστε καὶ ἐξ ὧν οὐκ ἔπαθον οἱ Ἕλληνες καὶ ἐξ ὧν ἔμελλον πείσεσθαι καὶ οἷς ἐποίησεν ἡ πόλις καὶ οἷς οὐκ ἐποίησε μόνη φέρεται τὴν τοῦ παντὸς κρίσιν· ἔτι πρὸς τούτοις τῇ τοῦ στρατηγοῦ συντελείᾳ, τῷ πλήθει τῶν τριήρων, τῷ κατάρξαι τῶν ναυμαχιῶν, τῷ τοὺς τόπους εὑρεῖν, τῷ τοὺς Ἕλληνας κατασχεῖν, τῷ πρώτην νικῆσαι καὶ τὴν μεγίστην τοῦ ναυτικοῦ μοῖραν, τῷ πλεῖστον διαφθεῖραι, τοῖς ἀπʼ Ἐλευσῖνος φάσμασι, τοῖς ἐν Ψυτταλίᾳ περιττοῖς, τῇ παρὰ τῶν ἐχθρῶν·4 οἱ μὲν γὰρ τὰ ἀριστεῖα ἔδοσαν τῇ πόλει καὶ ταῦτα ἡγεῖσθαι ἐφʼ ὧν ἦν, ὁ δὲ ἐκείνων βασιλεὺς φεύγων ᾤχετο· ὥστε καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων καὶ φίλων καὶ πολεμίων τῇ πόλει δεδόσθαι τὰς ψήφους. καὶ ταύτῃ αὖ διχόθεν ταῦτα συμβαίνει, τὰ μὲν ἐξ ὧν κοινῇ προὐκρίθη καὶ κατέπραξε, τὰ δʼ ἐξ ὧν διὰ τοῦ στρατηγοῦ. καὶ τὰ μὲν αὖ τοῦ βασιλέως οὕτως εἶχε· Μαρδόνιος δὲ ὑπελείπετο μὲν θανατῶν, συνειδὼς ἑαυτῷ μέρος τι τῆς στρατείας αἴτιος γεγονὼς, τῆς δʼ αὐτῆς μονῆς καὶ τύχης ἔγνω τι καὶ τολμήσας καὶ λαβὼν παρὰ τοῦ βασιλέως τὰ κράτιστα τοῦ πεζοῦ προσεκάθητο. οὐ μὴν οὐδὲ πρὸς ταῦτα ἑτέρων ἐδέησε τοῖς Ἕλλησιν, ἀλλʼ ὥσπερ ἄλλο τι λοιπὸν καὶ τοῦτο προσεξειργάσατο ἡ πόλις καὶ διεξῆλθε μέχρι τῆς τελευτῆς, ὥσπερ οἱ τοὺς στεφάνους συνειρόντες. οἱ μὲν οὖν ἄλλοι τῇ μετουσίᾳ τῆς μάχης σεμνύνονται, ὅσοι δὴ καὶ παρεγένοντο, καὶ ταῦτα οὐδένες αὐτῶν ἐγγὺς τῆς πόλεως οὔτε πλήθει στρατοπέδου οὔτε προθυμίᾳ γενόμενοι, ἡ δὲ ὑμετέρα πόλις πολλῷ πρότερον τῆς μάχης ἐνίκησεν αὖθις καὶ Μαρδόνιον καὶ βασιλέα ὡς ἀληθῶς ἰδίαν νίκην ἑαυτῆς καὶ μόνοις τοῖς Ἀθηναίοις προσήκουσαν. ὡς γὰρ πρὸς αὐτὴν ἑώρα πᾶν τὸ Ἑλληνικὸν καὶ παρʼ ἀμφοτέρων ἔγνωστο καλῶς οὗ τῶν πραγμάτων ἐστὶ τὰ κύρια, καὶ παρὰ τῶν Ἑλλήνων λέγω καὶ παρὰ τῶν βαρβάρων, ἐνθύμιον βασιλεῖ καὶ Μαρδονίῳ γίγνεται· ὃ καὶ φρόνιμον καὶ εὔηθες ἔξεστι
……萨拉米斯岛,以便将希腊人比落入网中更为严密地围困起来。因为若是有敢于向大王举起兵刃的人逃脱,那被认为是一场大灾难,且有违米底人的法度。因此,为了防备海战中被抛上岸的人,波斯军队的精锐主力、波斯人中最卓越的人被部署在那里;他们登上并控制了该岛,俨然以为胜局已定。然而,当他们最初的图谋落空,幸运转到希腊人一方,整个局势逆转时,一名雅典男子挺身自告奋勇承担这一危险:他带领留在萨拉米斯岛上的雅典长老们,登上了该岛,将这整支波斯军队斩杀殆尽。与此同时,薛西斯身着盛装端坐在陆地上,仿佛是在举办另一场竞技,或是作为天上降临的裁判注视着眼前发生的一切,以为单凭自己散发的威慑就足以激励其军队;而他的任务似乎仅仅是对某些士兵发怒,对另一些士兵施予奖赏。但是,当他看到大海被鲜血和汹涌的波涛沸腾,四处堆满了尸体和残骸,看到更为强大的对手不仅令他的军队、甚至令他本人都感到恐惧时,他大为惊愕,认为这座城邦能够创造奇迹,于是改口收回狂言,转身原路撤回;然而他已不再带有原先的威仪,此刻他唯一的竞赛目标就是赶到浮桥。 就这样,在各个方面,雅典拯救了整个希腊民族;并且凭这一切得以证明,她不仅是希腊人的唯一屏障,我相信也是世界其余部分的唯一屏障。但我所说的“凭这一切”是指凭什么呢?凭她早先独自在马拉松取得的胜利;凭她后来远远超越了联合阵营中的盟友;凭她自身对双方舰队而言都是整场战争的命脉所在;凭那些离开该城邦便在温泉关遭遇厄运的人;凭那些依靠该城邦而在阿耳忒弥西昂赢得胜利的人;凭神的神谕——其中一部分神谕表明这是雅典娜的赐予,另一部分则宣告,如果雅典人与野蛮人联手,希腊人就将灭亡。因此,无论是从希腊人未曾遭遇的灾祸中,还是从他们本将遭遇的灾祸中;无论是从该城邦所做的事中,还是从她未做的事中,她都独自赢得了关于整场局势的裁决。此外,还凭借其统帅的贡献、三列桨战船的数量、开启海战的首创精神、阵地的选定、对希腊人的维系、率先击败敌海军中最庞大精锐的部队、消灭最多的敌人、来自厄琉息斯的神迹、在普绪塔勒亚所建立的多余战功,以及来自敌人的承认。因为一方将至高的殊荣授予该城,承认她在掌管的领域中处于领导地位,而那些人的王则仓皇逃窜;因此,无论来自神明还是世人,盟友还是仇敌,选票皆已投给了该城。而且在此处,这又是从双重途径实现的:一部分源自她作为集体被公推并成就的功勋,一部分则源自她通过统帅所达成的业绩。大王的情况便是如此;至于马尔多纽斯,他深知自己对这次远征负有部分责任,宁愿求死也不退缩,但他从同样的坚守和命运中下定某种决心,并在大胆向大王求取了最精锐的步兵后留驻围守。然而对于此战,希腊人也同样无需旁人协助;该城邦仿佛完成最后一件遗留的工作一样,将此事也一并办妥,贯彻始终,宛如编织花环的人一般。因此,其他人——只要是真正到场的人——都因参与了这场战役而自矜,尽管无论在兵力数量上还是在作战热忱上,他们没有一个人能与雅典相提并论;但你们的城邦早在战役打响很久之前,就再次战胜了马尔多纽斯和大王,赢得了一场真正属于她自己、且仅配属于雅典人的胜利。因为当全体希腊人都寄望于她,而双方——我指的是希腊人与野蛮人双方——都深知事态的核心枢纽究竟在何处时,大王与马尔多纽斯便心生一计;这计策既可以说得上精明,也可以说得上愚蠢……
- 142ὡς ἐφʼ ἑτοίμοις
由 ὡς 与介词 ἐπί 加上中性复数与格 ἑτοίμοις 构成的副词性短语,意为“宛如面对已成定局之事”或“仿佛胜券在握”,刻画出波斯守军主观上盲目确信己方必胜的心态。
- 142κυριωτέρους ἑτέρους φοβεῖν καὶ τοὺς ἐκείνου καὶ αὐτὸν
由动词 ἑώρα 统领的带不定式结构(与前面的分词短语并列)。κυριωτέρους ἑτέρους 是不定式 φοβεῖν 的逻辑主语(“更有权柄/更为强大的他者”),而 καὶ τοὺς ἐκείνου καὶ αὐτόν 则是不定式 φοβεῖν 的直接宾语(“使他的人马乃至他本人感到恐惧”)。
- 142τίσι δὲ λέγω τοῖς πᾶσιν;
承接前句 τοῖς πᾶσιν ἐδείχθη(“由一切证据表明”)而发出的修辞性自问。此处的 τοῖς πᾶσιν 以及随后的关系代词与名词短语(οἷς..., τοῖς..., ταῖς...)均为表示手段/证据的与格,通过列举具体的论据,澄清了前文中 τοῖς πᾶσιν 究竟是表示“向所有人”还是“凭借一切证据”的潜在双重理解。
- 143τῇ παρὰ τῶν ἐχθρῶν
在阴性单数定冠词 τῇ 之后省略了名词(如 κρίσει 或 ψήφῳ)。正如后文 ὥστε ... τῇ πόλει δεδόσθαι τὰς ψήφους(“票投给了该城”)所证实的,此处作手段与格,意为“凭借来自敌人的裁决/选票”。
