← 阿里斯·台德斯

泛雅典娜节演说

§140-141

雅典的抗战决意与萨拉米斯海战的胜利

雅典人严惩劝降者以彰抗敌之志,并迫使迟疑不决的希腊联军投入萨拉米斯海战,亲自身先士卒大溃波斯舰队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§140

τὴν σοφίαν λέγω, διʼ ἣν καὶ τῆς ὑπὸ πάντων ἐν τοῖς λόγοις τιμωμένης τοῖς ἄρχουσιν εὐπειθείας1 τοὺς πώποτʼ ἐνίκησαν τῷ δόγματι. καὶ οἱ μὲν οὕτως ἀπεσκευασμένοι πρὸς τῇ Σαλαμῖνι κατεῖχον τοὺς Ἕλληνας, ὁ δὲ ἀμφοτέρᾳ τῇ χειρὶ παρῆν, ἄγων τοὺς μέχρι τῆς Ἀττικῆς Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, καὶ πέμπει δὴ πάλιν εἰς τὴν Σαλαμῖνα, κελεύων ἃ πρὸ τοῦ, γῆν καὶ ὕδωρ λαβεῖν, νομίζων, εἰ παρόντων καὶ ὁρωμένων τῶν δεινῶν γίγνοιντο οἱ λόγοι, μᾶλλόν τι καμφθήσεσθαι καὶ παραδώσειν τὰ ὦτα αὐτούς· ἐνταῦθα δὴ καὶ πλεῖστον ἐλπίδος ἐσφάλη. οὕτω γὰρ πόρρω δέους ἢ τοῦ μεταθέσθαι περὶ τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγένοντο ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ συγχωρεῖν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα ἐπελθοῦσαι διέφθειραν ἐκ χειρός. καὶ παράκλησις αὕτη πρώτη πρὸς τὴν ναυμαχίαν τοῖς Ἕλλησιν ἐγένετο κοινὴ τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν. οὐ μὴν κατῄσχυναν ταύτην τοῖς ἔργοις ἐφεξῆς, ἀλλὰ πρῶτον μὲν ἀνάξια τῶν Ἑλλήνων βουλευομένων τῆς ἐπʼ Ἀρτεμισίῳ τόλμης καὶ τῆς Ἀθηναίων παρουσίας καὶ νικῶντος ἤδη τοῦ δρασμοῦ, διεκώλυσαν αὐτοὶ καὶ κατηνάγκασαν ὥσπερ παῖδας ἄκοντας ὑποστῆναι τῇ θεραπείᾳ πάντα πραγματευσάμενοι, τὸ μὲν πρῶτον ἐνδεχομένους μόλις φωνὴν πείθοντες, ἔπειτα, ὡς ἀπέραντον ἦν, ἀπροσδοκήτως περιθέντες τὰς ἀνάγκας καὶ συσκευάσαντες τὴν ναυμαχίαν, ὥστε πρὸς βίαν θαρρῆσαι. ἔπειτα γιγνομένης τῆς συνόδου καὶ τῶν βαρβάρων περικαλυψάντων ταῖς ναυσὶν ἅπαντα τὸν ἔξω τόπον, τότε ἤδη καὶ γῆς καὶ θαλάττης παρὰ τοσοῦτον ἐξειργόμενοι, παρʼ ὅσον αἱ τριήρεις ἐπεῖχον,2 καὶ ὡς ἀληθῶς ὥσπερ ἐν θαλάττῃ καὶ κύμασι πανταχῆ ταυτὸν ὁρῶντες ὅποι βλέψειαν, πολεμίους, οὐδὲν παρεῖσαν ἑτέροις, ἀλλὰ πρῶτοι μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμαχίας, ὥσπερ ἐν Εὐβοίᾳ πάντων ἀποκνούντων, μόνοι δὲ τὸ πᾶν ἐξειργάσαντο, ὅσα μὲν στρατηγοῦ προνοίᾳ κακῶσαι τὸν βασιλέα ἔδει πρότερον παρασκευάσαντες, ὥστʼ ἐν τοῖς πολεμίοις φιλίων καὶ τῶν συνευξομένων εὐπορῆσαι—λέγω δὲ τὴν περὶ τοὺς Ἴωνας πρᾶξιν—ἃ δὲ χειρῶν νόμῳ καὶ μετὰ κοινῆς τῆς εὐψυχίας ἔδει πραχθῆναι, κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ μάρτυρι καὶ τολμήσαντες καὶ τελεσάμενοι, τάξαντες μὲν αὑτοὺς ἐναντία ἐκείνοις, οἵπερ ἦσαν κεφάλαιον τοῦ ναυτικοῦ τῶν πολεμίων, τρεψάμενοι δὲ πρῶτοι καὶ διαφθείραντες ἄλλας ἀλλαχοῦ τῶν νεῶν ἐν παντοδαποῖς τῶν ἔργων εἴδεσι, παρασχόντες δὲ τοῖς λοιποῖς διώκειν ἀντὶ τοῦ ναυμαχεῖν. ὥστʼ ἐμοὶ μὲν παραπλησίως οἱ Ἕλληνες δοκοῦσι νικῆσαι τὴν ναυμαχίαν ἐκείνην ὥσπερ ἂν εἰ καὶ Μαραθῶνι παρόντες μετέσχον τῆς νίκης.3 ἐκεῖ τε γὰρ ἤρκεσεν ἡ πόλις αὑτῇ καὶ ἐν Σαλαμῖνι τῶν γιγνομένων ἀπέλαυσαν οἱ λοιποί. καὶ τότε μὲν ἡμέρᾳ μιᾷ τῆς μάχης ὑστέρησαν Λακεδαιμόνιοι, ἐκείνῃ δὲ τῇ ἡμέρᾳ αὐτῆς ὑστέρησαν τῆς τροπῆς οἱ συντελεῖς. καὶ τοσοῦτον διενήνοχεν ὥστʼ εἰκότως ἄν τινα φῆσαι μὴ μόνον τῆς ἐλευθερίας μηδὲ τῶν ἄθλων τῶν ἐκ τῆς ναυμαχίας χάριν ἂν τῇ πόλει τοὺς Ἕλληνας ἔχειν δικαίως, ἀλλὰ καὶ τῆς νίκης αὐτῆς. καὶ γὰρ ταύτην ὥσπερ ἄλλο τι κέρδος προσλαβόντες φαίνονται καὶ τῆς φιλοτιμίας κοινῇ μετασχόντες. ἐνταῦθα δὴ πᾶσα μὲν ἀκτὴ ναυαγίων ἐπέπληστο, πάντες δὲ οἱ πορθμοὶ συνεκέχυντο, ἔφερε δὲ ὁ πόρος πρὸς τὴν ἤπειρον ἔξω τῷ βασιλεῖ δεινὰ θεάματα καὶ μάλα ἀπᾴδοντα τῆς ἐκείνου περινοίας καὶ τρυφῆς. ἄξιον δὲ καὶ τῆς ἐπιθήκης τῶν κακῶν τῶν γενομένων τοῖς βαρβάροις μνησθῆναι. τὸ γὰρ δὴ πάρεργον τῶν ἔργων οὐκ ἀτιμότερον προσεξείργασται. τί οὖν ἦν τοῦτο; τρεῖς τόπους οἱ βάρβαροι κατέλαβον τὸ κατʼ ἀρχὰς, τὴν ἤπειρον, τὴν θάλατταν, τὴν πρὸ τῆς

——我指的乃是他们的明哲,正是凭借这种明哲,即便在世人言辞中所交口称赞的服从长官之美德上,他们也以自己的决议超越了亘古以来的所有人。当雅典人以此等轻装之态在萨拉米斯稳住希腊人时,波斯王率两支大军亲临此地,统领着直至阿提卡的所有希腊人以及蛮族大军;他再次向萨拉米斯派遣使者,如同先前一样索要泥土与水,自以为倘若在可怕的危难迫在眉睫且历历在目之际提出劝降,他们或许会稍有屈服并洗耳恭听。正是在这一点上,他的期望遭到了最彻底的挫败。因为雅典人距离恐惧以及背弃当初决议的心态是如此遥远,以至于当有人斗胆提议应当屈服时,男人们亲自扑向此人,妇女们则扑向其妻,亲手将他们置于死地。这便成了男女双方共同向全体希腊人发出的第一道海战号召。他们在接下来的实际行动中也绝未辜负这一号召;首先,当希腊联军企图做出有负于阿耳特米西昂之勇烈与雅典人之同在的苟且决议、逃跑之风已然占上风时,雅典人亲自出面阻止,施展了一切手段,强迫他们宛如不愿服药的孩子般接受医治——起初是苦口婆心地劝说那些几乎不容置喙之人,继而见口舌无用,便出其不意地布下绝境,促成了这场海战,迫使他们背水一战。紧接着,当会战爆发、蛮族用战船彻底包围了外围的一切水域时,雅典人此刻在陆地与海洋上被围困得仅剩下三列桨船所占据的那点立足之地,且真正宛如置身汪洋巨浪之中,举目所及尽是同一副景象——敌人,但他们绝不让旁人专美于前。相反,正如当初在尤伯亚众人畏缩不前时一样,他们亲自打响了海战的第一枪,并且独力成就了整场全功:在需要凭借将帅远虑以重创国王之事上,他们事先已筹划周备——即在敌人内部赢得了同情者与祝祷胜利之人,我指的正是策反爱奥尼亚人之事;而在需要凭借兵刃之威与共同勇气去完成之事上,他们在昭昭丽日之见证下,做出了天下最为壮烈的壮举与成就:他们直面敌方舰队的主力精锐列阵,首当其冲击溃敌军,在各类纷繁交错的交锋中将敌船击毁各处,使得其余希腊人得以转为追击而非拼杀。因此在我看来,希腊人赢得那场海战,正如他们即便当年亲临马拉松也同样能分沾胜利一般;因为在那里,雅典城邦足能自立自强,而在萨拉米斯,其他城邦亦不过是坐享现成之功。当年斯巴达人赶赴战场迟到了一日,而在那一日,盟军连击溃敌军本身都来迟了。两者的差距是如此之大,以至于人们完全可以合理地断言:希腊人理应感激雅典的,不仅是为了自由,也不仅是为了海战所赢得的战利品,更是为了胜利本身;因为他们似乎将这胜利当作某种额外捡来的横财予以接纳,共同分沾了这份无上荣耀。至此,每一处海岸都填满了残骸,每一条海峡皆陷入混乱,水流将一幕幕骇人听闻的景象推送给身处外围陆地的国王,与其狂妄与奢靡形成了极为刺眼的对照。此外,蛮族所遭受的苦难之追加部分,同样值得一提;因为在那场伟业的余波中所附带成就的事迹,其荣耀丝毫不遑多让。那么,这究竟是何事?蛮族起初占据了三处地点:陆地、海洋以及位于其前方的——

语法注3 条
  1. 140τῆς ὑπὸ πάντων ἐν τοῖς λόγοις τιμωμένης τοῖς ἄρχουσιν εὐπειθείας

    属格名词 εὐπειθείας(服从)由动词 ἐνίκησαν(超越)所支配,作表示比较或优越意义的属格。与格 τοῖς ἄρχουσιν 依附于 εὐπειθείας,表示“对长官的服从”。此处借普遍在言辞中受赞赏的服从美德(尤指斯巴达式的纪律),衬托雅典人通过共同决议(δόγμα)所展现出的更高境界。

  2. 140παρὰ τοσοῦτον ἐξειργόμενοι, παρʼ ὅσον αἱ τριήρεις ἐπεῖχον

    相关句式 παρὰ τοσοῦτον... παρʼ ὅσον... 表示空间或量度上的差异范围(“被隔绝于陆地与海洋之外,仅剩下三列桨船所占据的空间”),生动刻画出除战船自身所占狭窄水域外已别无立锥之地的重围险境。

  3. 141ὥσπερ ἂν εἰ καὶ Μαραθῶνι παρόντες μετέσχον τῆς νίκης

    ὥσπερ ἂν εἰ 后接直陈式过去时(不定过去时)μετέσχον,构成反事实比较句(“正如假若他们当年也亲临马拉松并分沾了胜利一般”)。小辞 ἄν 预示了省略的归结从句动词,表达与过去事实相反的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:140-141