← 阿里斯·台德斯

泛雅典娜节演说

§138-139

雅典的实质领导权与重返撤离叙事

演说者阐述了雅典虽无其名却握有实权并确立了对波斯战争领导地位的始末,随后为其长篇论证的必要性作了申辩,并重返温泉关失守后雅典人疏散全城、背靠大海决战的叙事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§138

εἶχον τὴν ἡγεμονίαν. ὅ τι γὰρ μὴ δόξειεν Ἀθηναίων ἑνὶ, πάντʼ ἦν ἄκυρα, ὥσθʼ ὁ μὲν Λακεδαιμονίων ναύαρχος τῶν ἀφʼ ἑκάστων ἀρχόντων ἦρχεν, ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων·1 ἅπερ οὖν καὶ οἱ Ἕλληνες συνιδόντες τὰ ἀριστεῖα τῶν ναυμαχιῶν ἀπέδοσαν τῇ πόλει, καὶ μαρτυρίαν παρόντων ὡς ἀληθῶς καὶ ἑορακότων παρέσχοντο τίνες ἦσαν οἱ πρὸς τὴν σωτηρίαν αὐτοῖς ἡγησάμενοι. καὶ συνέβη τῇ πόλει διχόθεν τὰ πρωτεῖα ἀνελέσθαι. τὰς μὲν γὰρ πόλεις ὑπερεῖχον Ἀθῆναι, τοὺς δὲ ἄνδρας ἀνὴρ Ἀθηναίων εἷς. οὕτως ὃ μὲν ἦν τρόπου πραότητος ἐν τῷ συγχωρῆσαι παρέσχοντο, ὃ δὲ ἀληθινῆς ἡγεμονίας ἦν παρὰ πάντων ἐκείνοις ἀνετέθη. καὶ μὴν καὶ πρὸς τὰ λοιπὰ τοῦ πολέμου τὴν πόλιν ἤδη καθαρῶς προεστήσαντο οἱ Ἕλληνες· πάντες γὰρ οἱ σύλλογοι καὶ αἱ σύνοδοι πρὸς Ἀθηναίους καὶ παρʼ Ἀθηναίων ἐκ τούτων ἐγίγνοντο, καὶ κατέστη κοινὸν βουλευτήριον ἡ πόλις τοῦ πρὸς τὸν βάρβαρον πολέμου. ἀλλὰ γὰρ ἡ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγος λόγῳ παραδιδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. εἶμι δὲ ἐπʼ αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ μέσῳ διέλαβον. μηδεὶς δὲ ἡμᾶς ἡγείσθω πέρα τοῦ δέοντος διατρίβειν μηδʼ ἐπʼ ἐξειργασμένοις ἀναλαμβάνειν, ἀλλὰ σκοπείσθω τὴν χρείαν ὅση καὶ τὴν ἑκάστου τοῦ λόγου πρόφασιν καὶ ποῖ φέρει. κἂν οὕτως σκοπῇ, πολλὰ μὲν εἶναι δόξει τὰ λεγόμενα, ἕκαστον δʼ εἰσάπαξ εἰρῆσθαι, καὶ τῇ μὲν ἀνάγκῃ ἐφάμιλλα πάντα, ὥστε μηδὲν εἶναι παραλιπεῖν ἀτιμάσαντα, τῇ τάξει δʼ ἑτέρως οὐκ ἐγχωροῦντα συμβῆναι, τὸ δὲ ἀεὶ παρενεγκὸν τῆς συνεχείας ὂν καὶ τῆς ἀκολουθίας εἴσεται, ἀναλαμβάνων τῷ νῷ ταῦτα παρʼ αὑτῷ καὶ σκοπῶν εἴ πως ἑτέρως μᾶλλον ἥρμοττεν. ἔτι δὲ εἰ μὲν περὶ μηδενὸς ἀξίων πραγμάτων ἢ περὶ ὧν ἐκ γειτόνων ἐστὶ τὰ παραδείγματα τὴν ἐξέτασιν ταύτην καὶ σπουδὴν ἐποιούμεθα, εἰκότως ἄν τις ἡμᾶς ἔφη μικρολογεῖσθαι· νῦν δὲ ὑπὲρ ὧν πάντες μὲν ποιηταὶ λέγοντες ἐλάττους γεγόνασι, πᾶσα δʼ ἡ περὶ τοὺς λόγους δύναμις ἥττηται, πάντες δʼ ὥσπερ ὑπʼ ἐκπλήξεως θαυμάζουσι μᾶλλον ἢ οἱ διʼ ἀκριβείας ἕκαστα ἑορακότες, περὶ τούτων ἀγωνιζόμεθα οὐδὲν ἐλάττω κατὰ τοὺς λόγους ἀγῶνα μικροῦ δεῖν ἢ κατὰ τὰς πράξεις ἐκεῖνοι τότε. οὐδὲν οὖν ἀργὸν οὐδʼ ἀνεξέταστον εἰκὸς παραλιπεῖν, ὡς ὁμοίως ἥ τʼ ἐπὶ τοῖς μικροῖς σπουδὴ φέρει μέμψιν καὶ τὸ τοῖς τηλικούτοις μὴ τὴν ἀξίαν διὰ πάντων φυλάξαι. καὶ γὰρ τοῦτο ἕτερον τρόπον ἄν τις εἶναι φαίη μικρολογουμένου. ἀλλʼ ἐπάνειμι δή. συμβάντος γὰρ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς Ἑλλάδος λαμπρῶς καὶ σφαλερῶς ἀνοιχθείσης οἱ μὲν ὥσπερ πύλας τείχους ῥήξαντες εἰσεχέοντο, δυοῖν μερίδοιν οὐδετέρας στερόμενοι.2 οἱ μὲν γὰρ ἑκόντες, οἱ δʼ ἀνάγκῃ προσεχώρουν, περιρρέοντος τοῦ πολέμου καὶ πάντων ἐφεξῆς ὥσπερ πῦρ ἐπιὸν ὑποφευγόντων, οἱ δὲ τῆς Ἀθηνᾶς ἐν πολλοῖς ἤδη πολλάκις δείξαντες ὡς ὀρθῶς εἰσιν ἐπώνυμοι καὶ μάλα ἵλεῳ τῇ τῆς θεοῦ χρῶνται διανοίᾳ, καὶ συνειδότες ἔξωθεν οὖσαν τῇ πόλει τὴν φυλακὴν ψήφισμα ποιοῦνται τὴν μὲν πόλιν ἐπιτρέψαι τῇ πολιούχῳ θεῷ, παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα παρακαταθέσθαι, αὐτοὶ δὲ γυμνωθέντες τῶν περιττῶν προβαλέσθαι τὴν θάλατταν,3 πάντων ὅσα τις εἴποι μέγιστα κατʼ ἀνθρώπους ἐν ἡμέρᾳ μιᾷ παρασχόμενοι σύμβολα εὐσεβείας, καρτερίας, φρονήσεως, φιλανθρωπίας, μεγαλοψυχίας· εὐσεβείας μὲν διὰ τὴν πίστιν ἣν ἐν τοῖς θεοῖς εἶχον· καρτερίας δὲ παίδων καὶ γυναικῶν καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀπεζευγμένοι φέροντι τῷ θυμῷ· φιλανθρωπίας δὲ ὅτι ταῦτα ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ὑπέμενον. καὶ μὴν καὶ μεγαλοψυχίᾳ γε τίς ἀνθρώπων ἐκείνοις ὅμοιος, οἳ τῶν ὄντων ὑπὲρ τῆς ἐλευθερίας ἀπέστησαν; ἀλλὰ μὴν τό γε γνῶναι τὸ μόνον μέλλον διασώζειν ἅπαντα τὰ πράγματα,

他们实际上统领着那些领袖自身。因为凡未经哪怕一个雅典人同意的事情,统统皆属无效;因此,拉刻代蒙人的海军统帅指挥着来自各邦的长官,而雅典的长官则统领着长官们的长官。正是鉴于此,希腊人才将历次海战的最高战功授予了这座城邦,并以真正亲临其境且亲眼目睹者的身份提供了明证,证明究竟是谁引导他们走向了生存。由此,这座城邦在双重意义上赢得了头奖:因为雅典在各城邦中拔得头筹,而雅典的一位人物则在所有个人中冠绝群伦。就这样,属于性情温和的美德,他们通过退让予以展现;而属于真正统帅权的权能,则由众人完全托付给了他们。不仅如此,在此后战争的剩余阶段,希腊人已然毫无保留地推举这座城邦作为领袖;因为从此以后,所有的集会与盟会皆面向雅典人并由雅典人发起,这座城邦成了抗击蛮族之战的共同议事厅。 然而,对于证明论点的热切追求,以及由一个论点引向另一论点的叙述,将我们带到了稍显过远的地方。不过,既然我已在插叙中明确了原想陈述的内容,我现在就重新回到行动本身。请任何人不要认为我们拖延过甚,或是在已论述完毕的事情上翻来覆去,而当审视这一阐说的需求何其巨大,每一论证的缘由何在,以及它导向何方。若能如此审视,便会发现所言之事虽多,每一项却只论及一次,且在必要性上彼此不相上下,以致没有任何一项可以被轻忽舍弃,在次序上也绝不可能有其他更妥当的安排;读者若能在心中独自回味这些论辩,并思索是否存在某种更为契合的次序,便会明了那不断推进论述的环节正是出于思想的连续性与必然的脉络。再者,倘若我们是对无足轻重的事物、或是对俯拾即是的例证展开此等探究与推演,那么有人指责我们斤斤计较、小题大做本是理所当然;但如今,面对那些所有诗人加以吟咏皆显词穷、一切雄辩之能皆告退却、世人无不宛如被震慑般惊叹——甚至超越了那些确切目睹每一细节之人——的壮举,我们此刻在言辞上展开的角逐,几乎不亚于他们当年在实际行动中所经历的奋战。因此,合乎情理的是绝不遗漏任何闲置未审的要点,因为正如在琐屑微末之事上耗费心神会招致非议,在如此浩大的伟业上未能自始至终守护其应有的崇高价值,同样会招致责难;因为有人会说,这不过是以另一种形式表现出的狭隘鄙陋罢了。那么,且让我重返主题。 在温泉关的惨败发生、希腊的大门被轰轰烈烈却又险象环生地敞开之际,敌军宛如冲垮城墙的门扉般倾泻而入,两类顺从者他们无一缺失:因为随着战火向四周蔓延,众人宛如躲避扑面而来的烈火般接连奔逃,一些人是心悦诚服地归附,另一些人则是迫于无奈而投降。然而,雅典人此前已在诸多情境中屡屡证明自己名副其实地承袭了雅典娜之名,享有女神极为宽宏的庇佑,并深知对城邦的真正护卫乃在城墙之外,遂颁布法令:将城邦托付给守护女神,将妇孺安置于特罗曾,而他们自身则抛弃一切身外之物,将大海作为前哨屏障。在短短一日之内,他们展现了人类所能称道的一切至高品德的明证:虔敬、坚忍、明哲、博爱与恢弘气度。其虔敬,在于对诸神所怀有的坚定信仰;其坚忍,在于即便被迫与妇孺及至亲之人的深厚依恋诀别,仍能以百折不挠的意志默默承受;其博爱,在于他们甘愿为了他人的存亡忍受这一切苦难。至于气度的恢弘,世间又有何人堪与这群为了自由甘愿舍弃全部所有的人相提并论呢?然而,能够洞悉唯一足以彻底挽救一切大局的途径——

语法注3 条
  1. 138ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων

    ἄρχοντος 为单数属格(指代斯巴达将领欧律比亚德,即各邦指挥官的总统领),其支配动词承前省略了 ἦρχεν。此处与前半分句形成精妙对照:斯巴达指挥官统领各邦长官,而雅典指挥官(地米斯托克利)则统领着这位“长官们的长官”。

  2. 139δυοῖν μερίδοιν οὐδετέρας στερόμενοι

    δυοῖν μερίδοιν 为双数属格,后文紧接着解释为两部分人:心甘情愿归顺者(ἑκόντες)与被迫臣服者(ἀνάγκῃ)。结合否定词 οὐδετέρας,意为侵略者“并未缺少这两类人中的任何一类”,即两类归顺者兼而有之。

  3. 139γυμνωθέντες τῶν περιττῶν προβαλέσθαι τὴν θάλατταν

    γυμνωθέντες 带有表分离的属格 τῶν περιττῶν(“脱去/抛弃了身外之物”)。不定词 προβαλέσθαι 为中动态,本义为“将……置于身前作为掩护”,引申为以大海作为抗敌的前沿屏障。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:138-139