- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:136-137
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了雅典甘愿让出名义统帅权背后压倒性的正义性与自我牺牲精神,指出正是雅典人的隐忍与远见挽救了希腊免于彻底灭亡。
ἐχρῶντο;1 μὴ γὰρ ὅτι2 λειπομένης μὲν τῆς θαλάττης μόνης, τοσαύτας δὲ ναῦς αὐτοὺς ἰδίᾳ παρεχομένους,3 τῶν δʼ ἐλπίδων ὄντας τὸ κεφάλαιον, ἐφεστηκότας δὲ τῇ ῥοπῇ τῆς σωτηρίας, μόνους δὲ ἀγωνιστὰς ὄντας τοῦ πράγματος ἀξιόχρεως, πάντων δὲ προβεβληκότας αὑτοὺς, οὐχ ἡγεμόνων τάξιν μόνον, ἀλλὰ καὶ πατέρων, ἔχοντας δʼ ὡς εἰπεῖν παρʼ αὐτῶν ὧν ἐποίουν τὴν ἡγεμονίαν· ἀλλʼ εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενὸς, πάντες δʼ ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις ἀλλήλοις, ἔρανος δʼ ἦν, ἔδει δʼ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἀστέρες; ἢ πῶς οὐχ ὑπὲρ σύμπαντας ἦσαν ταῖς ψήφοις, οὐ μόνον κατὰ τὴν ἐπιστήμην; καίτοι τοῦτο ἔσχατον εἶναι δοκεῖ τῶν δικαίων ἐν τοῖς τοιούτοις· οὐ γὰρ δή που κατὰ μίαν μὲν τῶν τριήρων αὐτοῖς οὕτως ἦρχον οἱ κυβερνῆται τέχνῃ προκριθέντες, πασῶν δὲ λαβεῖν τὴν ἡγεμονίαν οὐ τοῖς ταῦτα κρατίστοις ὠφείλετο, ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δίκαιον. ἀλλʼ ἐκεῖνό γε δὴ καὶ πρόδηλον καὶ μόνον ἀρκοῦν, τῶν συνειλεγμένων δέον τινὰς ἡγεῖσθαι τοῦ πρὸς τὸν βάρβαρον πολέμου, οὐ τοὺς πρὸς τὸν πρότερον στόλον τῶν αὐτῶν τούτων βαρβάρων μόνους κινδυνεύσαντας ὑπὲρ πάντων, τούτους ἡγεῖσθαι ἔδει; οἷς γὰρ τὰ παρόντα κοινὰ πρὸς τοὺς μετέχοντας ἦν, οὗτοι τοῖς ἰδίοις ἐνίκων ἅπαντας· καὶ τοσούτῳ γε ἐλάττω τὴν χάριν ἐκομίζοντʼ ἂν, ὅσῳ πάντας μὲν ἠλευθέρωσαν, τῶν παρόντων δὲ ἔμελλον ἡγήσεσθαι. καὶ μὴν εἰ μὲν οὐδεὶς ἀντεῖπεν αὐτοῖς πρὸς ταῦτα, ἀλλὰ πάντες ἀμφοῖν χεροῖν ἀπέστησαν, πῶς οὐκ ἄξιον τῆς μεγαλοψυχίας ἀγασθῆναι; οἳ πανταχῆ παρεῖδον τὰ καθʼ ἑαυτοὺς, καὶ τοσοῦτον μὲν τὸν πρόσθεν ἀράμενοι, πάλιν δὲ ἐν τῷ τότε ὑπὲρ τὴν φύσιν φιλοτιμούμενοι πλέον οὐδὲν ἐζήτησαν. εἰ δὲ μὴ προσέξειν ἔμελλον αὐτοῖς οἱ Ἕλληνες, οἱ δὲ πρὸς ὀργὴν ἐγκατέλιπον, τί ἦν ἐν μέσῳ τῆς οὐδʼ ἐν τοῖς βαρβάροις ἀπεστερημένης Ἑλλάδος τὸ θαυμάζεσθαι ἀλλʼ οὐδʼ ὄνομα νῦν λείπεσθαι; ἀλλὰ μὴν τριῶν γε ἕν τι κατηνάγκαστο, ἢ πάντων εἰξάντων ἔχειν τὴν ἡγεμονίαν, οὗ μεῖζον οὐδὲν ἂν εἴποι τις δεῖγμα τῆς ἐκείνων ἀρετῆς καὶ τοῦ προῖκα τοὺς Ἕλληνας ἐλευθεροῦν, ἢ μηδενὸς ταῦτα συγχωροῦντος ἅπαντας οἴχεσθαι καταλειφθέντας, ἢ δίχα τὰς ψήφους ἐλθεῖν, ἐν ᾧ στασιάζειν καὶ πολεμεῖν πρὸς ἀλλήλους ἦν,4 οὐκ ἔχοντας ὅπως χρὴ τοῖς βαρβάροις·5 ὃ τῇ μὲν τοῦ πράγματος φύσει συμβὰν, τῇ δὲ ἐκείνων προνοίᾳ κωλυθὲν φαίνεται. καὶ μὴν εἰ μὲν ἐκίνει ταῦτα αὐτοὺς ἃ νῦν διεξῆλθον, εἶτα κατεῖχον σιγῇ τοὺς λογισμοὺς, ἐσχάτης βάσανον καρτερίας παρεῖχον. εἰ δʼ οὐδὲν ᾤοντο ἐλαττοῦσθαι, τίνας εἰς ταυτὸν ἄξιον ἐκείνοις θεῖναι, οἳ μόνοις ᾔδεσαν τοῖς βαρβάροις ὀργίζεσθαι; ἀλλʼ οἶμαι πρὸς ἓν τοῦτο ἅπαντα συνετάξαντο, ὅπως καὶ τοὺς παρόντας καὶ τοὺς ἀπόντας τοὺς μὲν ἑκόντας, τοὺς δʼ ἄκοντας ἐξαιρήσονται καὶ τοῦτο δίκαιον ἑώρων μόνον, ἐπεὶ πάντα γε εἰ καθαρῶς ἐξήταζον, οὐδεὶς ἂν Ἑλλήνων τότʼ ἦν ἐν Σαλαμῖνι. προσθήσω γὰρ εὐφημίας ἕνεκα τὴν Σαλαμῖνα. νῦν δὲ τοῦτο σφίσιν ἔκριναν ἐξαρκεῖν, καταστῆναι τοῖς Ἕλλησι τὰ πράγματα. καὶ διὰ τοῦτο οὐ μόνον τῆς ἡγεμονίας, ἀλλὰ καὶ τῆς πόλεως αὐτῆς ἀπέστησαν, ἁπάσης ἰδίας ἀσφαλείας καὶ πλεονεξίας τὰ κοινῇ συμφέροντα προκρίναντες, καὶ νομίζοντες ταύτην ὡς ἀληθῶς καὶ μεγάλην ἡγεμονίαν κατεργάσεσθαι, ἐὰν ἡγήσωνται τοῖς Ἕλλησι πρὸς τὴν ἐλευθερίαν καὶ τὸ σωθῆναι. Λακεδαιμονίους δὲ, ὥσπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἐβουλήθησαν προθυμοτέρους ποιῆσαι. καὶ διὰ τοῦτο ἤγαγον εἰς τὸ πρόσθεν παρακλήσεως ἕνεκα καὶ τοῦ τὰ πραττόμενα ὑπὸ σφῶν μιμεῖσθαι. ταῦτα δὲ ἐποίουν καὶ τοῖς ψηφίσμασιν. οὐ μὴν ὥσπερ τῷ ῥήματι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέροις παρεῖσαν, πόθεν; ἀλλʼ οἱ μὲν ὄνομα ἡγεμόνων, οἱ δʼ ἔργα παρείχοντο, καὶ τοσούτῳ κάλλιον αὐτοῖς τὸ σχῆμα καθίστατο ὅσῳ τῶν ἡγεμόνων αὐτῶν
倘若他们运用了这番论辩,结果又当如何呢?更不用说,当仅剩大海这一生路时,他们独力提供了如此庞大的舰队,成为希望的核心,肩负着挽救危局的枢纽,是这项事业中唯一完全合格的战士,不仅位列统领之列,更宛如众人之父般挺身于全军的最前沿,可以说正是从他们所做出的功勋本身便自然获得了统率权;退一步而言,纵使当时一切皆属公有,无人胜过他人,众人平摊同等份额,舰队指挥官们的资质彼此相若,纯属共同集资摊派,必须依凭现有的人员甄选并确立统率之士,他们又岂能不宛如繁星般自众人之中脱颖而出?抑或凭借众人的投票,而不仅依凭专业才识,他们又岂能不高居万人之上?然而,在诸如此类的事情中,这似乎不过是最微不足道的合理要求罢了;因为断无可能在每一艘三列桨座战船上,舵手们因其技艺卓越而被预先推选并以此行使指挥,而统领全部舰队的权力反而不应归于在这些方面最强有力之人——然而即便这一条,对他们而言亦不过是细微的正义。但那一点确实显而易见且足以说明一切:假使受召集的人中理应有人来统领抵御蛮族的战争,难道不应由那些曾独力担当万民之险、迎击这些蛮族前次远征的勇士们来执掌统帅吗?因为那些与当下的参与者共享现有条件之人,单凭他们以往自身的功业便已压倒了众人;而且,既然他们解放了所有人,却〔只〕将统率在场之人,他们本会得到相应更为微薄的感激。 再者,倘若当时无人对这番论辞加以反驳,而是众人皆双手赞同退让,难道他们的恢弘气度不值得万分钦佩吗?他们无论在何种境地皆置自身利害于不顾,此前承担了如此巨大的重任,在彼时又再次超越常人之限倾注热忱,却未曾要求任何多余的回报。反之,倘若希腊人原本不愿听从他们,而他们又出于愤慨舍弃了盟友,那么即便在蛮族之中亦未被剥夺受人赞叹这一点的希腊,又有何屏障能阻止其如今连名字都不复存在呢?然而,三者之中必居其一:要么是众人退让而他们执掌统领——对于他们的德行以及毫无保留地换取希腊人自由之举,无人能举出比这更伟大的明证;要么是无人赞同此点,所有人在被舍弃后走向灭亡;要么是票数平分,陷入内部纷争并同室操戈,全然不知该如何应对蛮族——从事情的自然逻辑来看,这一局面本已不可避免,却显然被他们的先见之明所化解。再者,倘若我方才详述的那些思虑曾激荡其内心,而他们随后却在沉默中压制了这般盘算,他们便提供了极致隐忍的试金石。但倘若他们自认为丝毫无所受损,又有何人配与这些唯独懂得向蛮族宣泄怒火的勇士相提并论呢?然而依我之见,他们是将一切统统调谐于这一个目标:如何将眼前之士与不在场之人——无论其自愿还是被迫——尽数拯救,且唯独将此视为合乎正义之事;因为倘若他们彻彻底底地追究一切,当时在萨拉米斯便绝不会有哪怕一个希腊人。我之所以提及萨拉米斯,乃是出于修辞上的委婉之意。但事实上,他们判定只要能为希腊人稳定局势便已心满意足。正是为此,他们不仅退出了统帅权,更退出了城邦本身,将共同的福祉置于一切自身的安危与私利之上,并认定若能引领希腊人走向自由与生存,这才是真真正正建立起无可匹敌的统御力。至于拉刻代蒙人,〔雅典人〕宛如蒙童的先导良师一般,意在激发其斗志。正因如此,他们为了鼓舞士气,并使对方能够仿效自己的作为,才将〔拉刻代蒙人〕推向前沿。他们甚至在法令之中亦是如此行事。然而,他们绝非如在名义上与战线一翼那般,在实际行动中亦将领导权拱手让予他人——绝无此理!相反,一方提供了领袖的名义,另一方则贡献了实际的功业,而他们的风范之所以显得越发尊贵,正在于领袖们自身的……
- 136ἐχρῶντο
与上一段落末尾的条件句结论部分(εἶπον ἄν...)呼应的从句(εἰ τούτοις ἐχρῶντο)未完成过去时动词。作为反事实条件句的延续,意为“倘若他们运用了这些论点,难道所说的话会有违正义吗?”
- 136μὴ γὰρ ὅτι
惯用短语 μὴ ὅτι(“且不说”、“更不用说”)中插入了说明性小词 γάρ。它搁置了随后的属格独立结构与宾格分词群(λειπομένης μὲν τῆς θαλάττης μόνης...)所表明的极端且显而易见的情形,引出随后的对比假设 ἀλλʼ εἰ κοινὰ μὲν πάντα ἦν...(“纵使一切均等……”)。
- 136τοσαύτας δὲ ναῦς αὐτοὺς ἰδίᾳ παρεχομένους
在由 μὴ ὅτι 引领的结构中,句式由前面的属格独立结构(λειπομένης μὲν...)转换为与宾格代词 αὐτούς 一致的一连串宾格分词(παρεχομένους, ὄντας, ἐφεστηκότας, προβεβληκότας, ἔχοντας),列举了雅典人自身所具备的压倒性实际贡献与主导地位。
- 137ἐν ᾧ στασιάζειν καὶ πολεμεῖν πρὸς ἀλλήλους ἦν
关系从句 ἐν ᾧ 中的未完成过去时 ἦν 搭配不定式(στασιάζειν, πολεμεῖν),构成表示可能性或必然结果的非人称句式(“在那种情形下必然会陷入党争并同室操戈”)。其先行词为前文的“票数平分(δίχα τὰς ψήφους ἐλθεῖν)”。
- 137οὐκ ἔχοντας ὅπως χρὴ τοῖς βαρβάροις
分词 ἔχοντας 为宾格,指代全希腊人这一逻辑主语。在间接疑问句 ὅπως χρὴ [χρῆσθαι] τοῖς βαρβάροις 中,支配与格 τοῖς βαρβάροις 的动词不定式 χρῆσθαι 被省略,构成“不知该如何应对蛮族”的惯用表达。
