- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:134-135
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将论述回溯至海战爆发前的时刻,高度赞扬了雅典人在承担绝大部分兵力与巨大牺牲的前提下,毅然将名义统帅权拱手相让、避免内耗的非凡气度与宽宏美德。
βούλομαι δὲ ἐπαναχωρήσας ἔτι μικρὰ πρὸ τῆς ναυμαχίας προειπεῖν. οἱ μὲν γὰρ ἄλλοι πάντες τὸ τῶν νεῶν πλῆθος καὶ τὴν προθυμίαν τῆς πόλεως καὶ τὰς πράξεις ἐγκωμιάζουσιν, ἐγὼ δὲ, εἰ καὶ παράδοξον εἰπεῖν, ἕν τι φημὶ πάντας αὐτοὺς παραλιπεῖν, οὐδενὸς ἧττον τούτων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, ὃ νῦν αὐτὸς εἰς μέσον θήσω, τἀληθὲς οὐκ αἰσχυνθείς· ὡς ὅστις αἰσχύνῃ τοῦτο παρέρχεται καὶ διʼ εὔνοιαν τὴν πρὸς τὴν πόλιν παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν ναυμαχίαν παρέρχοιτο διʼ εὔνοιαν τὴν πρὸς τὴν πόλιν. ἀμφοτέρας γὰρ τὰς νίκας ἀνείλοντο σαφέστατα ἀνθρώπων οἱ τότε, πάλαι τε δὴ τὰς Ἀθήνας οἰκοῦντες καὶ ἔτι κάλλιον κομισάμενοι· τοὺς μὲν γὰρ ἐχθροὺς τοῖς ὅπλοις, τῇ δʼ ἐπιεικείᾳ τοὺς φίλους ἐνίκησαν. τὸ γὰρ τοσαύτην μὲν προθυμίαν παρεχομένους ὑπὲρ τῆς ἁπάντων σωτηρίας, τοσαύτην δὲ εἰσφορὰν εἰσενεγκόντας τῇ κοινῇ χρείᾳ, πάντα δὲ αὐτοὺς ὄντας, καὶ τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς, τῶν δʼ ἐν ταῖς ναυσὶν εἰς τὴν πόλιν ἀνακειμένων, τῶν δʼ ἄλλων, ὥσπερ χειμῶνος ὥρᾳ, καταφευγόντων πρὸς τὴν ἐκείνων δύναμιν καὶ ἐπὶ τῆς ἐκείνων ἀρετῆς τε καὶ τύχης ὁρμούντων, καὶ μηδʼ ἂν αὐτῶν, ὅπερ εἶπον, ἐξάρνων γιγνομένων ὡς οὐχ οὕτως ταῦτʼ ἔχει, τοσοῦτον πραότητος καὶ μεγαλοψυχίας προσθεῖναι ὥσθʼ ἑτέροις ἡγεῖσθαι συγχωρῆσαι τὴν ἐπὶ σχήματος ἡγεμονίαν, καὶ μὴ φιλονεικῆσαι, μηδὲ ἃ κἂν οἱ νωθρότατοι τὴν φύσιν εἶπον, κἂν ὑπὲρ αὐτῶν ἕτεροι μηδὲν μήτε φθέγξασθαι μήτε μελλῆσαι μήθʼ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τούτων ἕνεκα, πῶς οὐ πᾶσαν ἤδη σοφίαν παρʼ ἐκείνοις οὖσαν ὡς ἀληθῶς ἀποφαίνει1 καὶ πάντων ἄνδρας ἀρίστους ἐκείνους καὶ κατὰ ἔθνη καὶ καθʼ ἕνα καὶ ὁπωσοῦν ἐξετάζοντι; εἰ γὰρ τότʼ ἐκεῖνοι δυσχεράναντες τὴν τοιαύτην ἀγνωμοσύνην ἐκποδὼν ἔστησαν, ἢ πρὸς φιλονεικίαν ἐχώρησαν, τίς μηχανὴ σωτηρίας, ἢ ποῖον ὄναρ χρηστὸν κατελείπετο τοῖς ἄλλοις, ἢ τίς τῶν εἴτε πλεόνων εἴτε ἐλαττόνων νεῶν ὑπῆρξεν ἂν εἰς τὸ δέον τοῖς Ἕλλησιν ἔτι; φέρε γὰρ πρὸς θεῶν, ἵνα μικρὸν προσδιατρίψωμεν τῷ λόγῳ καὶ τὸ ἦθος αὐτῶν καὶ πᾶν ὃ λέγω σαφέστερον κατίδῃ τις, εἰ τὴν ἡγεμονίαν αὐτοὶ τότε τοὺς Ἕλληνας ᾔτησαν, λέγοντες ὡς, ἂν μὲν κρατηθῶσι τῇ ναυμαχίᾳ, οὐκ ἔσονται κύριοι σφίσιν αἱρεῖσθαι τοὺς ἡγεμόνας οὐδὲ ὑπὲρ τῶν ἐν αὐτοῖς ἡγησομένων ὁ βάρβαρος αὐτοῖς εἶναι ποιήσει τὸν λόγον, ἀλλʼ ἀκολουθεῖν αἰσχρῶς ἐκείνῳ δεήσει καὶ δούλους καὶ ἀναρπάστους γενέσθαι, ἴσως δὲ οὐδʼ ἀκολουθεῖν, ἀλλʼ ἀφανισθέντας τρόπον ὅντινα ἐκείνῳ δόξειεν ἀπελθεῖν ἐξ ἀνθρώπων αὐτοῖς ἱεροῖς καὶ ὅπλοις καὶ νόμοις· λέγοντες δʼ ὅτι ταῦθʼ ἡμεῖς προορώμενοι τὴν πόλιν εἰς τὰς τριήρεις πᾶσαν μετεσκευάσαμεν, καὶ εἴτε δεῖ τὰ μέγιστα τετολμηκέναι, ἐκλέλειπται τὰ κοινὰ τῆς ἀνθρωπείας φύσεως ἡμῖν ὑπὲρ ὑμῶν, εἴτε παρασκευῆς οὕτως ἔχειν, ὡς ἀβίωτον ὂν ἡττηθεῖσιν, ἡμεῖς τοῦτο διανενοήμεθα· καὶ μόνοις ἡμῖν ἀναγκαῖόν ἐστι τὸ νικᾶν· ὥστʼ εἴτε τι νίκης δεῖσθε, τοσοῦτον ἡμῖν προκέκοπται, εἴτε καὶ τὴν συντέλειαν δεῖ σκοπεῖν, δύο τοῦ παντὸς μέρη μόνοι πληροῦμεν, οὗτοι δʼ εἰκοστὸν τοῦ παρʼ ἡμῶν· εἰ ταῦτʼ ἔλεγον καὶ κεφάλαια προσετίθεσαν, ὅτι εἰ μὲν δέχεσθε ἐπὶ τούτοις· εἰ δὲ μὴ,2 σκοπεῖτε μὴ οὐχ ἡμᾶς μειζόνων ἢ ὑμᾶς αὐτοὺς ἀποστερήσετε·3 εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ τὸν ἡγούμενον, ὃς τοσοῦτον ἁπάντων ὑπερεῖχεν ὥσθʼ εἷς ἀντὶ πάντων ἦν, ὃς μόνος καὶ τόπους καὶ καιροὺς καὶ τὰ τῶν βαρβάρων ἀπόρρητα καὶ τὰ μέλλοντα ὥσπερ μάντις ἐξηγεῖτο· ἀλλʼ εἰ προσέθηκαν ἐκεῖνο μόνον τῇ προκλήσει, ὅτι, εἰ δʼ ἄρʼ ἄλλως ἐγνώκατε ὑμεῖς, ἡμῖν δʼ ἕτερος δώσει τὴν ὑμετέραν ἡγεμονίαν ἄσμενος καὶ προσθήσει χρήματα Μηδικὰ καὶ δωρεὰς, πρὸς ταῦθʼ αἱρεῖσθε ὁπότερα βούλεσθε, ἆρʼ ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας, ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ παριδεῖν, εἶπον ἂν, εἰ τούτοις
我想稍稍回溯,在海战之前预先陈述几点。盖因其他人皆在称颂舰船的数量、本邦的热忱与战功,而依我之见——哪怕听来有悖常理——我认为他们全都遗漏了一件绝不亚于上述功绩、同样值得瞩目与赞叹的事迹;如今我本人将把它公诸于众,毫不因直言真相而感到赧颜。因为凡是出于羞怯以及对本邦的善意而略过此事的人,其所作所为正如出于对本邦的善意而略过海战本身无异。盖因当时的人们——那些自古世居雅典、随后又以更辉煌的姿态收复故土的人——在全人类中最无可争辩地赢得了双重胜利:他们以武力战胜了敌人,又以宽宏战胜了友邦。盖因他们为了全希腊的存亡付出了如此巨大的热忱,向共同的危局贡献了如此庞大的兵力,自身承载了一切,全局系于海战与舰船,而舰船上的局势又维系于本邦,其他人宛如在严冬之际投奔其羽翼之下,系泊于他们的德行与命运之上——甚至正如我所言,连他们自己亦无法否认事实确是如此——在这一切之中,雅典人竟还增添了如此的温和与恢弘的气度,以至于甘愿将名义上的统帅权让予他人,绝不起争竞之心,甚至连天资最愚钝之人亦会脱口而出的话、乃至他人亦会替他们说出的话,他们皆未曾吐露半句,亦未曾打算吐露,甚至因这些缘故从未显出哪怕丝毫如同能发声之人的模样:这岂非彻底昭示出一切智慧实实在在蕴藏于那些人之中,且无论按部族、按个人、抑或按任何方式考察,他们皆是全人类中最卓越之士?盖因倘若他们当时对这般不识大体心生怨愤而退避一旁,抑或执意争夺领导权,其余的人还能剩下何等拯救之策、抑或何等美好之幻象,抑或希腊人无论多寡的舰船,又有何者能继续发挥应有的效用?凭诸神起誓,且让我们在此论题上稍作停留,以便人们能更清晰地看清他们的品格以及我所说的一切:倘若他们当时亲自向希腊人索要统帅权,直言道倘若在海战中战败,希腊人将绝无自主选择统帅的权力,蛮族之王亦绝不会容许他们就内部谁来统领展开讨论,相反,他们不得不耻辱地顺从于他,沦为奴隶并惨遭掳掠流放——抑或甚至连顺从的机会都没有,而是任由他以其认定的任何方式,连同圣所、武器与律法一同自人间彻底抹去;又言道:“我们正是预见到了这些,才将整个城邦搬迁至三列桨座战船之上;假使必须敢于担当至大之险,我们为了你们已舍弃了人类天性共通的安居之所;假使必须怀有这般戒备,认定一旦失败便生不如死,我们已然下定了此等决心;唯独对我们而言,胜利乃是生死所系;因此,倘若你们需要一丝胜利的指望,我们已然为此开拓至这般地步;倘若必须审视兵力配额,我们独力便承担了全军的三分之二,而这些人不过提供了相当于我们二十分之一的份额而已”?倘若他们这般陈辞,并补充核心要点道:“倘若你们在此条件下接受,便罢了;倘若不然,你们且要当心,唯恐你们从自身夺走的,比从我们这里夺走的还要重大”;倘若他们进而补充——我且不论那位统帅,他如此卓绝于万人,以至于一人便抵得上众人,唯有他宛如先知般洞察地利、战机、蛮族的密谋与未来的走向——但倘若他们在提议中仅仅补充这一条:“倘若你们执意另作决断,自会有人欣然将统御你们的权力拱手让予我们,并奉上米底亚的金银与馈赠;面对这两条路,你们悉听尊便”——倘若他们说了这番话,难道他们所言乃是违背正义之辞,抑或是当下的严峻形势容许人们视而不见的话语吗?
- 134τὸ γὰρ τοσαύτην μὲν προθυμίαν παρεχομένους ... πῶς οὐ πᾶσαν ἤδη σοφίαν παρʼ ἐκείνοις οὖσαν ὡς ἀληθῶς ἀποφαίνει
这是一个宏大的悬置倒置结构(hyperbaton),冠词引导的不定式短语 τὸ ... προσθεῖναι(增添……这一事实)作为主语,对应句子的主动词 πῶς οὐ ... ἀποφαίνει(岂非昭示出……)。不定式 προσθεῖναι 的逻辑主语通过一系列宾格分词(παρεχομένους, εἰσενεγκόντας, ὄντας 等)层层铺开,后接 ὥστε 引导的结果状语从句以及由 καὶ μή 引导的并列不定式短语。
- 135ὅτι εἰ μὲν δέχεσθε ἐπὶ τούτοις· εἰ δὲ μὴ,
此处省略了条件从句 εἰ μὲν δέχεσθε ἐπὶ τούτοις 的主句归结(aposiopesis / 悬语省略)。上下文隐含了自明的肯定结果(如“那便罢了/甚好”),并与紧随其后的 εἰ δὲ μή(“若不然/否则”)形成对比。
- 135σκοπεῖτε μὴ οὐχ ἡμᾶς μειζόνων ἢ ὑμᾶς αὐτοὺς ἀποστερήσετε
由表示警惕或当心的动词 σκοπεῖτε(你们且当心/审视)引导的疑惧从句。μή 搭配将来时直陈式(ἀποστερήσετε)表达对现实后果的警惕,而 οὐχ 紧贴并否定 ἡμᾶς,与 ἢ ὑμᾶς αὐτούς 构成对比,意为“唯恐你们到头来剥夺自身的比剥夺我们的还要严重”。
