- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:132-133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者对比了温泉关之役的溃败与局限,指出决定战局的是海战,并论述了雅典凭借庞大的舰队规模以及弃城出海的非凡魄力,成为拯救全希腊的真正支柱。
ὃ δὲ τούτου τʼ ἐξήρτηται καὶ καθʼ αὑτὸ διαρκῆ τὴν ἐπίδειξιν ἔχει πάλιν σκεψώμεθα. οὐδεὶς γὰρ οὕτω σκαιός ἐστιν οὐδὲ τἀναντία τοῖς φανεροῖς φρονῶν ὅστις οὐ συμφήσει ὡς εἰς τὰς ναῦς ἧκε τότε τοῖς Ἕλλησι τὰ πράγματα, οὐδʼ ὡς τοῦτο ἄριστον ἦν τῆς γνώμης· οἱ μὲν γὰρ εἰς Πύλας ἐξελθόντες καὶ τάξαντες ἑαυτοὺς ἐπὶ τὰς παρόδους οἱ μὲν1 ὥσπερ νεφέλην προσιοῦσαν οὐκ ἤνεγκαν, ἀλλʼ αἰσχρῶς τὴν ἐπίνοιαν διέφθειραν, δραπετεύειν ἀναγκασθέντες καὶ σώζειν ἑαυτοὺς χωρὶς ἕκαστοι μελλόντων ἔτι τῶν δεινῶν· οὕτως ἀνομοίως τὴν Μαραθῶνι μάχην ἐμιμήσαντο· οἱ δὲ ὑπολειφθέντες οὐκ ἠδυνήθησαν ταυτὸν τοῖς Μαραθῶνι διαπράξασθαι, ἀλλʼ εὐθύς τʼ ἔμειναν ὡς πεισόμενοι μᾶλλον ἢ δράσοντες καὶ καταχωσθέντες ἀπώλοντο, ἑνὶ τούτῳ κοσμήσαντες τὴν Ἑλλάδα, τῷ καλῶς ἀποθανεῖν, καὶ τοσοῦτον ἐπιδειξάμενοι μόνον· οἱ δʼ ὥσπερ χειμάρρους ἐχώρουν διὰ πάντων ἤδη δεχομένων. καίτοι τοῦτο δυοῖν ἐστι σημεῖον, τοῦ μήτʼ ἐν τῇ γῇ φανῆναί τινας τῶν Ἑλλήνων ὁμοίους τῇ πόλει καὶ οἷς ἐκεῖνοι πρότερον κατέπραξαν, μᾶλλον δὲ τοῦ μηδὲ σύμπαντας ὁμοίους καὶ τοῦ τὰ ἐν τῇ θαλάττῃ μόνα τότε τοῖς Ἕλλησι λειφθῆναι· οὕτω δʼ αὖ τούτου σαφοῦς ὄντος καὶ διπλῆν γενέσθαι τὴν γνώμην οὐδενὶ λείποντος τοσοῦτον διήνεγκεν ἡ πόλις ἐν τούτοις ὥστε κἂν αἰσχυνθῆναί τινα ὑπὲρ τῆς λοιπῆς Ἑλλάδος. πρῶτον μέν γε τῷ πλήθει τῶν τριήρων οὕτω λαμπρῶς ὑπερῆρεν ὥστε, εἴ τις χωρὶς ἀφέλοι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν δύναμιν πρός γε τὸν συλλεχθέντα τοῦ ναυτικοῦ ἀριθμὸν, ἐξεῖναι τὰς μὲν τῆς πόλεως ναῦς νομίσαι τὰς ἁπάντων εἶναι, τὰς δὲ κοινὰς ἁπάντων μιᾶς τινος τῶν ἐν τοῖς Ἕλλησι πόλεως. ὥστʼ εἴ τις θεῶν ἤρετο τοὺς Ἕλληνας τότʼ εἰ μὴ δέοι πάσας ἀγωνίσασθαι μηδʼ ἐξείη, πότερον τὰς ἁπάντων τῶν ἄλλων παρούσας δέξαιντο ἂν μᾶλλον ἢ τὰς Ἀθήνηθεν μόνας, οὐχ αἵρεσιν εἶναι πάντες ἂν εἶπον, ἀλλʼ Ἀθηναίους ὑπὲρ σφῶν ἀγωνίζεσθαι λείπεσθαι. κἂν εἰ πάλιν αὐτὸς ὁ θεὸς αὐτοὺς ἐπανήρετο, οὐκοῦν ὁμολογεῖτʼ Ἀθηναίοις γε θαρρεῖν ὑπὲρ αὑτῶν μᾶλλον ἢ ὑμῖν αὐτοῖς, ἄρνησις οὐκ ἦν δήπουθεν. οὐ γὰρ μέρος εἰς τὸ κοινὸν εἰσήνεγκαν, ἀλλʼ ἡ παρὰ πάντων συντέλεια μέρος τῶν ἰδίων τῆς πόλεως ἐγένετο. ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν τοσαύτην συνεισήνεγκαν ὥστε μικρὸν εἶναι τὸ ταῖς ναυσὶ τοσοῦτον ὑπερέχειν. μόνοι μὲν γὰρ ἁπάντων ἀνθρώπων ὑπέμειναν τὴν ἑαυτῶν ἐκλιπεῖν ὑπὲρ τοῦ μὴ τὴν τῶν ἄλλων ἁπάντων ἀνάστατον γενομένην ἐπιδεῖν, μόνοι δὲ οὐχ ὑπὸ πολεμίων τοῦτο παθόντες, ὑπὸ σφῶν αὐτῶν ἐξῳκίσθησαν ὑπὲρ νίκης, οὐ κατὰ συμφορὰν ὑφʼ ἑτέρων, ἀλλʼ ἃ τοῖς ἄλλοις πέρας εἶναι δοκεῖ τῶν ἐν τοῖς πολέμοις ἀτυχημάτων, ταῦτʼ εἰς ἀρετὴν ἔτρεψαν καὶ παρείλοντο Ξέρξην τὰς ἐλπίδας2 τὸ καθʼ αὑτοὺς, ἐνδειξάμενοι τοῦθʼ, ὅτι κἂν μυριάκις κατάσχῃ τὴν χώραν, κἂν τὰς ἑστίας διερευνήσηται, κἂν ἐκ βάθρων ἅπαντα ἀνασπάσῃ, οὐδὲν μᾶλλον τὸ τῶν Ἀθηναίων ἀξίωμα καθαιρήσει οὐδὲ ἀφαιρήσεται σφᾶς τό γʼ Ἀθηναίους εἶναι, ἀλλʼ ἀπέραντα πονεῖ καὶ τοῖς ἐν Ἅιδου καταδίκοις προσόμοια. καίτοι τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φανερωτέρα τίνων Ἑλλήνων ἢ καθάπαξ εἰπεῖν ἀνθρώπων ἐξετάζοντι φανήσεται; οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτʼ ἐν γῇ μήτʼ ἐν θαλάττῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφʼ ὧν αὐτοὶ προεῖντο τὴν αὑτῶν.3 ἡ μὲν δὴ πρὸ τῶν κινδύνων τε καὶ πρὸς τοὺς κινδύνους προθυμία τοσαύτη καὶ οὕτως ἄλογος ὡς εἰπεῖν, ἢ τό γε ἀληθέστερον εἰπεῖν, οὕτως εὔλογος· ἡ δὲ παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ κίνδυνον οὕτω περιφανὴς ὥστε μόνους ἔξεστιν εἰπεῖν ἐπὶ σφῶν αὐτῶν νικῆσαι· πρῶτοι γὰρ ἐποίησαν τὴν τροπήν.
让我们再来考察一下与此紧密相连、且其自身就具有充分论证力的事实。因为没有人会如此愚钝,或如此违背昭然若揭的事实,以至于不承认当时希腊人的局势完全系于舰船之上,且这乃是最佳的决策。盖因那些开赴普莱(温泉关)并在狭道驻防的人中,一部分人未能承受住那如乌云般压境的敌军,而在危难尚在逼近之时,便被迫各自逃窜以求自保,可耻地断送了原先的筹划;他们就这样以截然不同的方式模仿了马拉松之战。而那些留守下来的人,亦未能取得与马拉松勇士相同的战果,反倒从一开始留下来便更像是去领受厄运而非有所作为,最终被掩埋而亡;他们仅以一件事情光耀了希腊,那便是壮烈赴死,且也仅仅展现了这一点;而敌军则宛如山洪暴发,在全境望风归顺之中长驱直入。然而,这恰恰证明了两点:其一,在陆地上,希腊人中无一人能与本邦以及往昔雅典人的丰功伟绩相媲美——或者更准确地说,即便全体希腊人合力亦未能企及;其二,当时留给希腊人的唯有海上的希望。既然这一点如此明晰,以至于不容任何人产生分歧,那么本邦在海战中的超绝表现,甚至足以令人替其余希腊人感到赧颜。首先,在三列桨座战船的数量上,本邦展现出如此辉煌的绝对优势,以至于若有人撇开本邦的威望与实力,单看所集结的舰队总数,便完全可以将本邦的舰队视作全希腊的舰队,而将其余各邦集结的合军仅仅视作希腊某一单独城邦的微薄兵力。因此,倘若某位神祇在当时垂询希腊人,假使全军出战既无必要亦不可行,他们究竟是更愿意拥有其余所有城邦的船只,还是唯独要来自雅典的船只?所有人必定皆会回答这根本无需抉择,唯有让雅典人替他们出战才是生路。假使同一位神祇再次反问他们:“那么你们岂非承认,对于你们自身的安危,你们信赖雅典人甚于信赖你们自己?”——他们断然无法否认。因为雅典人并非仅仅向联军缴纳了一份配额,相反,来自所有城邦的资助总和,不过构成了本邦固有战力的一小部分而已。不仅如此,他们所一同展现的昂扬斗志与过人胆魄,甚至使得船只上的巨大优势相形见绌。因为在全人类之中,唯有他们忍受了抛弃自己的家园,只为了不亲眼目睹其余所有人的家园惨遭蹂躏;唯有他们并非在敌人强迫下承受这般命运,而是为了胜利主动自我迁徙,绝非将其视为受制于人的灾祸,反倒将他人眼中战乱之极厄化作展现美德的契机。就自身而言,他们彻底剥夺了薛西斯的希冀,昭示出纵使薛西斯上万次占领其疆土、搜掠其灶火、自根基拔除一切设施,他亦绝无可能削弱雅典人的尊严,亦不能剥夺他们身为雅典人的事实;他的所作所为不过是徒劳无功,宛若冥府中服刑的受罚者一般。然而,对于任何审视者而言,何等希腊人、抑或径直而言何等人类的热忱能比这更为辉煌,何等勇气能比这更为昭彰?他们退离本土,是为了在陆上与海上皆不受奴役;他们将保全眼前的财产视作奴役的开端,却将当下财物的丧失当作谋求未来福祉的契机;正是通过舍弃自己的城邦,他们拯救了那些依旧保有家业的人。他们在面临危险之前以及迎向危险之时的热忱如此之大,可以说是如此不可思议——或者更真实地讲,是如此合情合理。而他们在实际战斗与危难之中的热忱又是如此卓绝,以至于人们完全可以说正是他们独力赢得了胜利;因为正是他们率先击溃了敌阵。
- 132οἱ μὲν γὰρ εἰς Πύλας ἐξελθόντες καὶ τάξαντες ἑαυτοὺς ἐπὶ τὰς παρόδους οἱ μὲν
句首的 οἱ μὲν γὰρ ... ἐξελθόντες 原本作为统括性主语引入进军温泉关的希腊联军全体,但紧接着通过部分同位语(partitive apposition)重复使用 οἱ μέν(指逃跑的盟军),并与后文的 οἱ δὲ ὑπολειφθέντες(指留守断后的斯巴达人等)形成对照分述。
- 133παρείλοντο Ξέρξην τὰς ἐλπίδας
动词 παραιρέω(剥夺)支配双宾格,分别表示人(Ξέρξην)和事物(τὰς ἐλπίδας),意为“剥夺了薛西斯的希望”。
- 133ἀφʼ ὧν αὐτοὶ προεῖντο τὴν αὑτῶν
ἀφʼ ὧν 属于吸收了先行词的关系代词结构(相当于 ἐξ ἐκείνων ἅ),表示方式或手段,意为“通过放弃他们自己的[城邦]”。
