- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:130-131
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典面对波斯的恐吓毫不屈服,诛杀使节并统领希腊诸邦;城邦毅然弃陆入海,以空前的决断使薛西斯陷入迷局,并凭借卓越的谋略成为拯救希腊的唯一真正功勋之邦。
ἐπιδεικνύναι. πρῶτον μὲν τοῖς περὶ τὰς ἐπιστολὰς ἀκροβολισμοῖς καὶ πείραις τοσοῦτον ὑπερέσχε φρονήματι καὶ τοσοῦτον ἀπέσχε τοῦ πτοηθῆναι πρὸς τὰς τῶν ἀτόπων ἐκείνων φόβων ἐπαγωγὰς, ὥστʼ οὐκ ἐδεήθη ψηφίσματος πρὸς ταῦτα ἔτι, ἀλλʼ ὥσπερ ἑνὸς κοινοῦ νενικηκότος τοῦ κατὰ Δαρεῖον, μηδένα ἀκούειν βαρβάρων, πρὶν ἐκκλησίαν ἀποδοῦναι, ἀφανίζει τοὺς ἀγγέλους αὐτῇ σκευῇ καὶ ποικίλμασι,1 καὶ τοῖς εὖ φρονοῦσι τῶν Ἑλλήνων ἡγεμὼν τῆς ἀποκρίσεως ἐγένετο. ἔπειτα πάντων ἀγγελλόντων τὰ δεινὰ δὴ ταῦτα, ὅτι πάντα χρήματα μίγνυται καὶ τῶν Ἑλλήνων κερδανοῦσιν οἱ τελευταῖοι, πάντες δὲ ὥσπερ ὑπὸ κύματος τοῦ πολέμου καλυφθήσονται, καὶ τοσαύτης κατεχούσης ἐκπλήξεως τοῦ βαρβάρου ὥστʼ εἰκάζειν θεῶν τινος εἶναι πορείαν μετὰ τῶν λοιπῶν ἀνθρώπων ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντος,2 οὐδὲν μᾶλλον ὑφεῖτο οὐδὲ μετέγνω περὶ ὧν ἐβουλεύσατο, οὐδὲ ἐμέμψατο αὐτῇ τῆς ἀποκρίσεως,3 ἀλλὰ τούς τε Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινὸν, αἰσχυνομένη μοι δοκεῖν μόνη φανῆναι τῷ βαρβάρῳ, καθάπερ πρότερον Μαραθῶνι. οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σωτηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν, οἵ γε ὁμοίως τε σωτηρίας δεόμενοι καὶ ἐλευθερίας, καὶ τὸ παράδειγμα ὑπῆρχεν ἀμφοῖν ἐγγύθεν ἡ προτέρα κρίσις, ἐσκόπει τε ὅ τι βουλευσαμένη πρῶτον ἀντεκπλήξει τὸν βάρβαρον· καὶ παρῆλθέ γε αὐτὸν τοῖς θαύμασι. μετοικίζεται γὰρ ἐξαναστᾶσα, καὶ τὸ μέγιστον ἁπάντων, γῆς μὲν οὐδαμοῦ, πᾶσα γὰρ εἴχετο, ἡ δὲ εἰς τὴν θάλατταν ἀπεχώρει, καὶ τῆς περὶ τὸν Ἄθω διωρυχῆς καὶ τοῦ πορθμοῦ τῆς γεφύρας οὔτε εἰς ἀκοὴν ἀηδέστερον οὔτε γνώμῃ φαυλότερον τοῦτο τὸ τόλμημα ἀντεπεδείξατο ἐπὶ τῆς θαλάττης φανεῖσα, καὶ Ξέρξῃ καταλιποῦσα τὸ ἴχνος μόνον προσιδεῖν· ὥστʼ ἐλθὼν οὐχ εὗρε τὴν πόλιν οὐδὲ εἶχε λαβεῖν ἔχων ὡς ᾤετο· οὕτως εἰς ἄπορον καὶ ὑπερφυὲς αἴνιγμα συνηλάθη. ἀλλʼ ὥσπερ τῶν ποιητῶν φασί τινες τὸν Ἀλέξανδρον τῆς Ἑλένης τὸ εἴδωλον λαβεῖν, αὐτὴν δὲ οὐ δυνηθῆναι, οὕτω καὶ Ξέρξης τῆς πόλεως τοὔδαφος εἶχεν, αὐτὴν δὲ οὐχ εὗρε, πλήν γε δὴ καλῶς εὗρεν ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι, καὶ τὴν θέαν οὐκ ἤνεγκεν, ὥσπερ τινὸς ἐν μύθῳ Γοργόνος, ἀλλʼ ἐκπλαγεὶς ἔδεισεν οὐ μόνον περὶ τῶν λοιπῶν, ἀλλὰ καὶ περὶ τοῦ σώματος, πάντα τὸν ἔμπροσθεν χρόνον ἀήθης ὢν τούτου καὶ τῷ φοβεῖν συνεζηκώς. ὅπερ δὲ καὶ πρὶν ἅπτεσθαι τῶν λόγων τούτων προειρήκειν, ὅτι ἄμφω τὼ γένη τῆς πόλεως ἡττᾶτο λαμπρῶς, τό τε Ἑλληνικὸν καὶ τὸ βαρβαρικὸν, τὸ μὲν ἁπάντων ἀποτυχὸν, τὸ δὲ οὐδʼ ἐγγὺς γενόμενον, καὶ πάλιν ὃ μικρῷ πρόσθεν ἔφην, ὅτι μᾶλλον αἰσχυνομένη συνῆγε τοὺς Ἕλληνας ἢ δεομένη, νῦν τοῦτο ἄξιον εἰπεῖν καὶ πάρεστι διὰ τῶν πραγμάτων καταμαθεῖν. φανεῖται γὰρ πανταχῆ σκοπουμένῳ τοσοῦτον ὑπερβαλλομένη ὥστε μὴ πρώτη τῶν Ἑλληνίδων μηδὲ μάλιστα αἰτία τῆς ἐλευθερίας μᾶλλον ἢ μόνη δικαίως ἂν ἀκοῦσαι πάντα κατειργασμένη. πρῶτον μὲν γὰρ ἐκεῖνο πάντες ἂν συμφαῖεν ὅτι τοῖς τοσοῦτον λειπομένοις καὶ ναυσὶ καὶ ὅπλοις καὶ σώμασι καὶ χρήμασι καὶ πάσῃ τῇ τοῦ πολέμου παρασκευῇ ἓν μόνον ἀντίρροπον κατελείπετο καὶ ὡς ἀληθῶς Ἑλληνικὸν, τὸ βουλεύεσθαι καλῶς, ἢ χρῆναι ἀτίμως συμπατηθῆναι, καθάπερ τὰ μικρὸν τῆς γῆς ὑπερέχοντα. μὴ γὰρ ὅτι εἰς ἀντιπάλων μέρος ἐξήρκουν, ἀλλʼ ἐν προσθήκῃ τῷ βασιλεῖ γενομένων οὐκ ἂν ἦν τὸ ἐπίδηλον.4 τούτου δʼ οὕτω κειμένου καὶ πάντων ἂν ταύτῃ [κατὰ ταὐτὸ ψηφιζομένων ἢ] θεμένων καὶ σοφῶν καὶ πολλῶν οὐκ ἔστιν ἀντειπεῖν ὡς οὐχ ἥδʼ ἐστὶν ἡ παρασχομένη τὸν βουλευσάμενον καὶ περὶ αὐτῶν καὶ περὶ τῶν ἄλλων ἃ σώσειν ἔμελλεν.
展现出自身的使命。首先,在围绕书信的交涉试探与威吓之中,本邦以其卓绝的意气远占上风,且丝毫不曾为那些耸人听闻的恐慌威吓所惊骇,以至于对这些恫吓甚至无需再行拟定决议;反之,宛若大流士时代所达成的一项共同决议依旧生效那般——任何人不得听从蛮族之辞——在召开公民大会之前,本邦便将那些使节连同其服饰装具一并灭除,并由此成为所有明智希腊人做出回应的领路者。其后,当所有人都在风传那些可怕的消息,宣称一切事物皆陷入混杂,希腊人中唯有排在最后者方能获利,而全员都将如被战争巨浪吞没一般;当对蛮族的极度恐慌笼罩四野,以致人们疑心这乃是某位神祇统领余下的人类正向希腊进发之时,本邦亦绝未妥协,未曾悔改先前的决议,亦未曾对其回应有所怨尤,反倒召集希腊同胞投身于共同的抗争——依我看,这正是因为本邦耻于再次如往昔在马拉松那般,仅仅孤独地直面蛮族。盖因本邦自身绝非将生存的希望寄托于他人,反倒是所有人将自身的希望寄托于本邦——这些同样渴求生存与自由之人,而双方的榜样早已近在眼前,那便是先前的决战;本邦遂思忖首先应当定下何种计策以反震蛮族;而本邦确乎在奇迹上超越了他。因为本邦起身迁徙,且最不可思议的是,并未迁往陆地任何一处——盖因所有陆地皆已沦陷——而是径直退入汪洋大海;这项壮举无论在听闻的震撼上还是在构想的宏大上,都绝不下于开凿阿索斯海峡与在海峡上架设浮桥,本邦通过现身于海面展示了这等魄力,而留给薛西斯的仅仅是供其徒然张望的足迹废墟。以致薛西斯到来之时,既未能寻见本邦,虽自以为已将其握在手中,却无法将其擒获;他便如此陷入了一场束手无策、匪夷所思的迷局。然而,正如某些诗人所言,亚历山大所得的不过是海伦的幻影,却未能占有海伦真身,薛西斯同样仅仅占有了这座城邦的泥土,却未能寻见城邦自身——不过,他在阿耳忒弥西昂与萨拉米斯倒是真正见识到了城邦,且宛若面对神话中的戈耳工一般无法承受那等景象;他惊骇万分,不仅为余部担忧,更恐惧自身的性命,盖因他在过往的全部岁月中从未习惯于此,生来唯知令人恐惧。正如我在触及这些论述之前早已指出的那样:希腊与蛮族这两大族群皆光彩夺目地败于本邦之手——一方一败涂地,另一方则望尘莫及;亦如我方才所言,本邦召集希腊人宁说是出于羞耻而不愿孤身应敌,毋宁说是出于匮乏依赖;如今这番话理当道破,且完全可以通过事实予以明察。盖因在从各个方面加以审视之人眼中,本邦将显得如此超卓绝伦,以致不应被称为希腊诸邦之首或自由的主要造就者,而理应公正地被称颂为独力成就一切的唯一城邦。首先,所有人皆会赞同这一点:对于在舰船、武器、兵力、财富以及一切战争物资上皆如此匮乏的人们而言,所剩下的唯一制衡手段且真正属于希腊人的力量,唯有运筹帷幄;否则便注定要如同地上微小的凸起之物一般,遭受屈辱的践踏踩碎。盖因他们不仅远不足以充当势均力敌的敌手,即便全员归附于万王之王作为附庸,其存在亦微不足道。既然事实已然如此确立,且无论哲人还是大众皆会在此点上达成共识,便无人能够反驳:正是这座城邦,提供了那位不仅为本邦亦为全体同胞筹划出那将带来拯救之策的人。
- 130ἀφανίζει τοὺς ἀγγέλους αὐτῇ σκευῇ καὶ ποικίλμασι
短语 αὐτῇ σκευῇ 是伴随性的与格结构(dative of accompaniment with αὐτός),意为“连同其服饰装具一并……”。代词 αὐτός 的与格与名词一致且不带前置词,是希腊语表达“某物与其随身附带之物一同被摧毁或吞没”的固定句式。
- 130ὥστʼ εἰκάζειν θεῶν τινος εἶναι πορείαν μετὰ τῶν λοιπῶν ἀνθρώπων ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντος
在 ὥστε 引导的结果从句中,不定词 εἶναι 以 πορείαν 为主语对格,并以领属性属格 θεῶν τινος 作表语(“乃是某位神祇的行军”)。分词 ἐλαύνοντος 在性、数、格上与 θεῶν τινος 一致,意为“率领其余人类向希腊进发”。
- 130οὐδὲ ἐμέμψατο αὐτῇ τῆς ἀποκρίσεως
动词 μέμφομαι(“责备、懊悔”)在此处同时接表示对象的与格 αὐτῇ(指代城邦自身)以及表示原因的属格 τῆς ἀποκρίσεως(“因其所作的回应”)。代词 αὐτῇ 代替了反身代词 ἑαυτῇ 来指称主语城邦。
- 131μὴ γὰρ ὅτι εἰς ἀντιπάλων μέρος ἐξήρκουν, ἀλλʼ ἐν προσθήκῃ τῷ βασιλεῖ γενομένων οὐκ ἂν ἦν τὸ ἐπίδηλον
μὴ ὅτι... ἀλλά... 是希腊语中表示“非但不及……甚至连……”的固定句式(源自 μὴ εἴπω ὅτι 的省略)。后半句中的 γενομένων 为附带条件的独立属格结构(省略了主语“那些弱小城邦”),与主句中的 οὐκ ἂν ἦν 构成与过去事实相反的虚拟语气(“即便他们成为万王之王的附庸,其存在亦不可得见”)。
