- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:128-129
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了波斯王薛西斯索求水土的狂妄通牒、极端的征服威胁,以及其翻移山海、以围墙丈量大军的空前东征,而雅典则处变不惊,挺身充当希腊坚不可摧的防波堤。
γὰρ ἔφασκεν οὐδὲν τῶν ἀλλοτρίων, ἀλλʼ ἀπαρχὰς γῆς καὶ ὕδατος· πάντων δʼ εἶναι τούτων κύριος. τῆς δʼ ἀγνωμοσύνης τῆς Μαραθῶνι λύσιν μίαν εἶναι καὶ παραίτησιν, εἰ ταῦτα συγχωρήσαιεν καὶ μετὰ τῶν ἄλλων ἀνθρώπων γένοιντο καὶ τὸν κοινὸν δεσπότην γνοῖεν· εἰ δὲ μὴ, διδάξειν αὐτοὺς καλῶς μετὰ τῶν προπατόρων θεῶν· οὕτω γὰρ θεοῖς τε καὶ Ξέρξῃ δοκεῖν ὑπὲρ τῶν Ξέρξου πραγμάτων· ἥξειν γὰρ ἄγων ἅπαντα, ναῦς μὲν ὅσας ἡ Ἑλληνικὴ θάλαττα οὐχ ὑποδέξεται, ἵππῳ δὲ καὶ πεζοῖς ἀποκρύψειν τὴν Ἀττικὴν, καὶ τὴν πόλιν ἱππόκροτον καταστήσειν, ἱερά τε συμφλέξειν καὶ θήκας ἀναρρήξειν καὶ μετασκευάσειν ἅπαντα. ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει καὶ γῆς ποίησιν ἔξω τῆς οἰκουμένης, ἣν ἀναγκάσειν ἠκρωτηριασμένους προχοῦν εἰς τὸ πέλαγος,1 ὕδωρ μὲν ἀντλοῦντας, πέτρας δὲ ὀρύττοντας, τοσαῦτʼ ἔχοντας τοῦ σώματος ὅσα τοῖς ἔργοις ἀρκέσει. καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζω, ἐτελεύτησε δʼ ἐνταῦθα, ἀλλʼ ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλὰς, ἄνευ γε τοῦ τι δυνηθῆναι, λέγω δὴ χρήσασθαι τῇ πόλει.2 τίνα γὰρ μεσόγειαν ἢ ποίαν Ἀτλαντικὴν ῥαχίαν οὐκ ἔσεισεν; ἢ ποῖον κόλπον ὧν ἴσασιν ἄνθρωποι, λέγω τῶν εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάττης, παρῆκεν ἀσύμβολον; οὐ τὸν εἰς Φᾶσιν, οὐ τὸν ἄνω τὸν Περσικὸν, οὐκ ἐρυθρὰν θάλατταν, οὐχ Ὑρκανίαν, οὐ πάντας συνήγαγεν; οὐ διηρευνήσατο πάντας τῆς γῆς τοὺς μυχοὺς ἀκριβέστερον ἢ Δᾶτις τὴν Ἐρετρικήν; οὐκ ἐσχατιαῖς γῆς καὶ θαλάττης τὸν στόλον ὡρίσατο, ὥσπερ σαγηνεύων τὴν ἀρχὴν τὴν αὐτὸς αὑτοῦ; ποῖον δὲ τότε φάσμα οὐκ ἐκινήθη; ἢ τί τῶν ὄντων οὐχ ὑπερώφθη; ἢ τί τῶν οὐκ ὄντων οὐκ ἐγένετο; οὐχ οἱ πορθμοὶ τοσοῦτον αὐτῷ τῶν ποταμῶν διαφέρειν ἐδόκουν ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν; οἱ δʼ ἀέναοι ποταμοὶ τῶν χειμάρρων οὐδὲν ἀλλοιότερον διετέθησαν, μᾶλλον δὲ τοῖς χειμάρροις εἰς τοὐναντίον περιέστησαν· ὥσπερ γὰρ τὰ ἐκείνων ῥεύματα ἐκ Διὸς αὔξεται, οὕτως ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν. ἐδέχετο δʼ αὐτὸν οὔτε γῆ οὔτε θάλαττα ἱκανῶς, καὶ ταῦτα εἶπε πρὸς τὴν ἐκείνου χρείαν καὶ μετέβαλλεν εἰς ἄλληλα. γῆ τε γὰρ ἡ μὲν ἐγίγνετο, ἡ δʼ ἀπώλλυτο, καὶ θάλαττα ὑπεχώρει καὶ πάλιν συνῄει τῷ βασιλεῖ· —καὶ νῦν ἐστι τῆς νέας θαλάττης ὅσος τῆς ἐκείνου διαβάσεως χρόνος καὶ ὁ Ἄθως ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται· —ὡς δʼ εἰπεῖν πάντα κινουμένοις ἐῴκει καὶ μεθισταμένοις ὡς ἐκείνῳ δοκοίη. κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστόν ἐστιν ἀνύσαι, τοσοῦτον ἐπέχουσαι. εἰ δʼ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθʼ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειε. πολλοῖς δʼ ἦν ἀφανὴς ὧν ἦγεν οὗ γῆς εἴη τὰ νῦν. οὐδὲν δʼ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι. φιλονεικήσας δὲ μαθεῖν ὁ πάντα ἄτοπος βασιλεὺς ὁπόσους ἄγει, χρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυνατὸν, ἠναγκάσθη μετρῆσαι τρόπον δή τινα μᾶλλον ἢ ἀριθμῆσαι τὴν στρατιὰν, καὶ κατασκευασάμενος τεῖχος μυρίανδρον πρὸς μέτρον ἠρίθμει. καὶ ὁ μὲν οὕτω πάντα κινῶν ᾔει, τοσαῦτα προσλαμβάνων ὁπόσοις ἐντύχοι, καὶ κατεπτήχει καὶ ἔθνη καὶ πόλεις καὶ πάντα γένη καὶ Εὐρωπαῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας πάντα, καὶ πρὸς τὴν κίνησιν εἶκεν ὥσπερ τὰ κοῦφα σὺν πολλῷ τῷ φόβῳ. ἡ πόλις δʼ ἕτερα ἀντεπεδείκνυτο, οὐδʼ ἦν Ξέρξην μᾶλλον θαυμάσαι τῆς ὑπερηφανίας ἢ τὴν πόλιν τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι·3 ἣ θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρραγέντος καὶ τῶν ἠπείρων ἀμφοτέρων κρινομένων ἐπὶ τῆς Ἑλλάδος ἀντέσχεν, ὥσπερ ἔρυμα καὶ πρόβολος, ἀπʼ ἀρχῆς ἀρξαμένη καὶ αὐτὴ τὰ αὑτῆς
盖因他声称自己并未索求任何属于他人之物,而仅仅要求土地与水这奉献的初熟之果;且他乃是这一切的主宰。至于在马拉松所犯下的狂妄无知,唯有一途可以化解并求得宽恕:那便是他们顺从这些要求,归入其余人类之列,并承认这共同的主人;若不然,他必将联同祖先的神明好好教训他们;盖因就薛西斯的功业而言,诸神与薛西斯皆作如是之想。他扬言必将率领全军而来:战船之多以致希腊的海域无法容纳,并将以骑兵和步卒遮蔽阿提卡的大地,使这座城邦变成充斥马蹄轰鸣之所,焚尽圣所,掘开墓冢,彻底重构一切。不仅如此,他还威胁要在亚特兰提斯之海进行屈辱的殖民安置,并在已知人居世界之外开拓土地;他将强迫他们被施以断肢之刑后向大海堆填沙石,汲水凿岩,身上仅保留勉强足以从事劳役的体躯。然而,他并非仅仅发出了这等荒诞离奇、越出常轨且远超恐惧的恐吓便就此止步,反而以实际功业掩盖了这些恐吓——唯独未能对本邦为所欲为,我是指对本邦加以施暴。盖因何处内陆或何处大西洋的浪蚀峭壁未被他所震动?或者在凡人所知的一切海湾中(我指的是由外海深入内陆的海湾),何曾有哪怕一个未纳贡赋?通往法西斯的海湾、上方波斯湾、红海、希尔卡尼亚海,他何曾未曾将它们悉数招揽?他搜寻大地一切深僻角落,岂非比达提斯清查埃雷特里亚更为彻底?他将远征军的界限划定在陆地与海洋的极边,宛如撒网兜收自己的帝国一般吗?当时何种异象未被触动?抑或现有之物何者未遭蔑视?未有之物何者未曾降临?在他眼中,海峡与江河的区别难道不就仅在于无法自其中取水饮用而已?而那终年不息的长流江河,其遭遇与冬日暴涨之山洪并无二致,甚或走向了山洪的反面:盖因山洪的水流因宙斯的雨水而暴涨,而薛西斯麾下的一切河流却尽皆干涸。无论是大地还是海洋都无法充分容纳他,它们迎合他的需求,并相互转化。陆地一面在生成,一面在湮灭;海洋在退避,继而又为万王之王重新聚合——如今那片新辟之海的年岁已同他渡海以来的岁月一般悠久,而阿索斯山则如石柱般被留存下来作为这项工程的丰碑——可以说,万物宛若都在依从他的心意而迁徙流转。骆驼身上金银闪耀,绵延占据了人们所能行尽的极远路程。他若贪图荫凉,他的荫凉便是一株黄金铸就的树木。以致在夜间他因金银而辉映,而在白昼,只要他下令放箭,便在任何地方降下黑夜。在他所统率的大军中,许多人甚至不知自己如今身处大地的何方。在行军途中的任何部族,没有一个大到足以不被遮蔽淹没。当这位在万事上皆荒诞离奇的国王一心想要知晓自己究竟率领了多少军卒时——因为这在他看来也必须化为可能——他被迫以某种方式去度量而非清点军队,在修建起一座可容万人的围墙后,他便依此度量来计数。他便如此翻天覆地地挺进,凡有所遇便收归己有;欧洲诸部族、城邦与所有族群,以及整个亚洲的民众,尽皆慑服屏息,怀着巨大的恐惧,如轻尘微物般顺从他的震动。然而本邦却展现出截然相反的风貌;赞叹薛西斯的傲慢,绝不应甚于赞叹本邦对他的诸般声势毫不动容。当如此巨大的风暴骤然降临整片大地,两大洲在希腊一决胜负之际,本邦如壁垒与防波堤般岿然坚守,从一开始便毅然践行自身所承载的使命……
- 128ἣν ἀναγκάσειν ἠκρωτηριασμένους προχοῦν εἰς τὸ πέλαγος
关系代词 ἣν 指代前文的“土地之开拓(γῆς ποίησιν)”或其中蕴含的“土地(γῆν)”,作不定式 προχοῦν(“向海中倾填/堆积”)的直接宾语(同族宾语性质)。ἀναγκάσειν 的逻辑主语为薛西斯,而其后接的不定式 προχοῦν 的逻辑主语则是宾格分词 ἠκρωτηριασμένους(即被肢解残害的雅典人)。
- 128ἄνευ γε τοῦ τι δυνηθῆναι, λέγω δὴ χρήσασθαι τῇ πόλει
介词 ἄνευ 支配带冠词的不定式 τοῦ τι δυνηθῆναι,表示限制或例外(“除了能够达成某些事情之外”)。随后的 λέγω δὴ χρήσασθαι τῇ πόλει 是起解释、澄清作用的插入语,说明前面的 τι δυνηθῆναι;其中动词 χράομαι 支配与格 τῇ πόλει,意为“随意处置城邦/对城邦施加暴行”。
- 129οὐδʼ ἦν Ξέρξην μᾶλλον θαυμάσαι τῆς ὑπερηφανίας ἢ τὴν πόλιν τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι
非人称动词 ἦν 搭配不定式 θαυμάσαι,表示“不可能/不应当赞叹”。动词 θαυμάζω 支配宾格(人)和属格(原因/理由):前半句由宾格 Ξέρξην 与表示原因的属格 τῆς ὑπερηφανίας 搭配;在比较连词 ἢ 之后的后半句中,宾格 τὴν πόλιν 则与表示原因的带冠词不定式属格 τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι 相对偶,两部分在句法上严整对应。
