- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:126-127
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者颂扬马拉松战役的深远意义并视其为全人类文明的基石,称雅典为希腊万民的庇护者,随后将论题转向薛西斯空前的东征大军及其傲慢狂妄的企图。
ἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς Ἕλλησιν εἶναι. δοκεῖ δέ μοι συγκληρωθῆναι τῇ τύχῃ τῆς πόλεως ἡ μάχη καὶ μηδένων ἄλλων εἶναι κατὰ γένος ἢ τῶν Ἀθηναίων. ἐκείνη γὰρ, εἰ καὶ νεανικώτερον εἰπεῖν, ὥσπερ μητρόπολις καὶ ἀφορμὴ τῶν ὕστερον πάντων ἐγένετο τοῖς Ἕλλησιν, οὐ μόνον τῶν ἐν τοῖς πολέμοις ἀγώνων ἀντὶ κρηπῖδος ἢ παραδείγματος προτελεσθεῖσα, ἀλλὰ καὶ πάντων ἐπιτηδευμάτων καὶ βίου καὶ προαιρέσεως καὶ, τὸ σύμπαν εἰπεῖν, τοῦ τῶν Ἑλλήνων σπέρματος. καὶ εἰ μὴ τότε ἡ πόλις οὕτω διήνεγκεν, ἅπαντʼ ἂν ἔρρει καὶ σώματα καὶ πράξεις καὶ λόγοι καὶ τὰ κοινὰ τῆς φύσεως. οἱ μὲν οὖν πολλοὶ θαυμάζουσιν ὅσας μυριάδας τῶν βαρβάρων ἐνίκων, ἐμοὶ δὲ δοκοῦσιν ἅπαντας ἀνθρώπους, οὐ μόνον πρὸς οὓς ἠγωνίσαντο, ἐκεῖνοι νενικηκέναι, εἰ δεῖ παραιτησάμενον τὸν φθόνον εἰπεῖν, οὐ μόνον τῷ πᾶσι τοιούτων ἀγαθῶν αἴτιοι καταστῆναι, ἀλλὰ καὶ τῷ μηδένας ἐγγὺς εἶναι τοῖς ὑπάρχουσιν. ὥστʼ εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττόνων ἐστὶν, ἅπαντας νενικήκασιν. οἶμαι μὲν οὖν εἰ καὶ μόνα ταῦτα ἐκλέξας ἐπεπαύμην, ἔχειν ἂν πέρας ἀρκοῦν τὸν λόγον καὶ μηδὲν ἂν προσδεῖν τῇ πόλει φιλοτιμίας μηδʼ ἀρετῆς εἰς τὸ ὁμόφυλον. τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώπους, πρώτην δὲ βίου χρῆσιν εὑροῦσαν, θρέψασαν δʼ οὐ μόνον τοὺς ἐξ αὑτῆς, ἀλλὰ καὶ πάντας, δεξαμένην δὲ τοὺς ἐκπίπτοντας πρώτην τε καὶ πλείστους, ἑκάστους τε καὶ σύμπαντας, πλείστους δὲ αὖθις ἀποστείλασαν πανταχοῖ, πάλιν δʼ ἐν τοῖς ὑπὲρ σωτηρίας ἀγῶσιν ἀμφοτέρων προστᾶσαν, τῶν τʼ ἐν τῇ ὑπερορίᾳ καὶ τῶν ἐπὶ τῆς ἀρχαίας Ἑλλάδος, πῶς οὐ διὰ παντὸς ἂν εἴποι τις ἀφῖχθαι1 καὶ καθάπερ τοὺς δρομέας τὸ γιγνόμενον πεπληρωκέναι; ὥστε μηδεμίαν πρὸ ταύτης ἐγχωρεῖν ἐν τοῖς Ἕλλησι κηρύττεσθαι. πρὶν γὰρ ἄρχεσθαι τῶν ὁμοίων ἑτέρους, τοσοῦτον ἡ πόλις προεληλύθει.
而对于其他希腊人而言,则理当尊崇本邦,并将雅典人民视为希腊人的解放者。在我看来,这场战役乃是与本邦的命运息息相关,在血缘上除了雅典人之外不属于任何其他人。盖因那场战役,即便容我稍作豪迈之辞,也成为了希腊人此后一切事物的母邦与源头,它不仅作为战争中诸般斗争的基石或典范而被预先完成,而且也是一切行事规范、生活方式、道德抉择,乃至总括而言整个希腊人血脉的基石与典范。假若当时本邦未能如此脱颖而出,则万物皆将毁弃——躯体、事功、言论以及大自然的共通法则尽皆化为乌有。众人往往惊叹于他们击溃了多少万异族军队,而在我看来,那些勇士所战胜的乃是全人类,绝不仅仅是与他们交锋的敌人;若容我在祈请免遭妒忌之后直言不讳,这不仅在于他们成为全人类获取如此巨大福祉的肇端,更在于无人在成就上能够望其项背。是以,如果无力与人匹敌便等同于落败,那么他们已然战胜了全人类。 因此我认为,即便我仅仅拣选这些事迹便就此打住,这篇演说亦已达致充分的终局,而本邦在对待同族同胞的抱负与德行上亦毫无欠缺。盖因对于这率先繁衍人类、率先开创生息之道、不仅抚育自身子民且育养万民、率先且最广收容颠沛流离者(无论个别亦或全体)、继而复派遣最多民众拓殖各方、更在关乎存亡的争战中统领外方与古希腊本土两界民众的城邦,有谁能不说她已走完全程,并如同赛跑健儿一般完满了所当行之职责?以致在希腊人之中绝无可能在这座城邦之前宣布他邦夺魁;盖因在他人尚未来得及开启仿效之举以前,本邦便已领先至如此遥远。
οὐ μὴν ἐῶσί γε ἀπελθεῖν αἱ πράξεις, ἀλλὰ καλοῦσι καὶ προσάγουσιν εἰς τὸ πρόσω τοῦ λόγου, καὶ τοσούτῳ μᾶλλον ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται. τοσαύτην γὰρ ὑπερβολὴν τοῖς ἐφεξῆς ἐποιήσατο ἡ πόλις ὥσθʼ ὑπερῆρεν αὑτὴν τοσοῦτον ὅσονπερ πρὸ τοῦ τοὺς ἄλλους. καὶ πρὶν τὰ πρῶτα ἀξίως τινὰ θαυμάσαι, ἐπέθηκε τὰ δεύτερα, ὥσπερ αὐτὴ πρὸς αὑτὴν ἁμιλλωμένη. γενομένου γὰρ τοῦ Μαραθῶνι τολμήματος καὶ τῶν βαρβάρων ἐλαθέντων ἐκ τῆς Ἑλλάδος ὥσπερ κονιορτοῦ, Δαρεῖος μὲν οὐκ εἶχεν ὅ τι χρήσεται, ἀλλʼ ὥσπερ ἐκ θεοῦ πληγεὶς ὑποπεπτώκει τῇ πόλει καὶ τοὺς αἰτίους τῆς διαβάσεως κατεμέμφετο, ὡς κακῶς προξενήσαντας αὐτῷ τοὺς Ἀθηναίους, καὶ τελευτᾷ δὴ, πρίν τι δεύτερον κακὸν αὑτὸν ἐξεργάσασθαι. ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου, καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται, τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι,2 μετὰ πολλοῦ τοῦ κρείττονος. καὶ τοσοῦτον ὕβρισε τῇ ὑπερβολῇ ὥστʼ ἔγνω τὸν πρότερον στόλον ὡσπερεὶ παιδιὰν ἀποφῆναι. δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημίας τότε Ξέρξης οὐ μόνον πρὸς τὸν πατέρα ἁμιλλήσασθαι καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὑτοῦ βεβαίως ἐστὶν ἡ γῆ. ποίαν γὰρ κυμάτων ἐπιρροὴν, ἢ τίνας σκηπτοὺς, ἢ τίνας σεισμοὺς, ἢ ποίαν νεφῶν ἢ χαλάζης ἐμβολὴν, ἢ ποίους ἀήθεις ἀστέρας οὐκ ἐλαφροτέρους ἐκεῖνός γε ἀπέδειξεν; ἢ ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρʼ αὑτοῦ; οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι, ἀλλʼ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ προὔλεγον ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου μόνου. αἰτεῖν μὲν
然而,那些功业决不容我抽身离去,反而召唤并引领我深入演说的后续篇章;且对这些事迹考察得越发周详,这种引召便越发强烈。盖因本邦在随后的事迹中做出了如此惊人的超越,以致她超越自身之幅度,恰如先前超越他人之幅度一般。而在任何人能够对首度功业致以应有赞叹之前,她便已叠加了第二度功业,仿佛在与自身竞逐一般。盖因当马拉松的壮举发生、异族人宛如尘芥般被驱逐出希腊之后,大流士已束手无策,反如遭受天谴般在本邦面前屈服受挫,并痛斥促成东征渡海的祸首,怨其为自己招惹了雅典人这样的煞星;他终究未及给自己招致第二场祸患便已弃世。然而,其子薛西斯在狂妄构想上压倒所有君王,绝不遗漏任何荒诞离奇之念,他指责其父进犯不力,又蔑视本邦与希腊人以为不足挂齿,便依仗绝对优势的力量展开了一场双重竞逐——既要超越其父,又要报复本邦。他在奢靡铺张上骄纵至极,以致决意将先前的远征衬托得宛如儿戏。在我看来,当时的薛西斯不仅是在与其父竞逐,更是与天象异兆以及一切人类不可思议之视听现象相竞逐,仿佛旨在昭示整个大地确凿无疑属于他一己所有。盖因何种巨浪之奔涌,何种霹雳,何种地震,何种阴云冰雹之突袭,何种怪异之星象,未曾被他衬托得微不足道?何种陆地或海洋之可怖灾异,未被他自身所造之声势掩盖压制?闻其恐吓者起初绝无法平心静气侧耳倾听,反被震慑驱赶至天涯海角;其所昭告之事,除他一人之外绝非任何人所能设想。他索求着……
- 126τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώπους ... πῶς οὐ διὰ παντὸς ἂν εἴποι τις ἀφῖχθαι
长篇修辞性周期句。一连串阴性单数宾格分词(ἀνεῖσαν、εὑροῦσαν、θρέψασαν、δεξαμένην、ἀποστείλασαν、προστᾶσαν)皆修饰不定式“ἀφῖχθαι”的逻辑主语(即城邦雅典,τὴν πόλιν)。主句为反问句“πῶς οὐ ... ἂν εἴποι τις”(怎能不说……),后接宾格加不定式结构(“τὴν [πόλιν] ... διὰ παντὸς ἀφῖχθαι καὶ ... πεπληρωκέναι”)。
- 127ἀγῶνα διπλοῦν ἀγωνίζεται, τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι
不定式短语“τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι”作为同格成分解释同源宾格“ἀγῶνα διπλοῦν”(双重竞逐)。阳性冠词“τὸν μέν”指代前文提及的其父大流士(τὸν πατέρα / Δαρεῖον),阴性冠词“τὴν δέ”则指代城邦雅典(τὴν πόλιν)。
- 126τοῖς δὲ ἄλλοις Ἕλλησι τὴν πόλιν
承接前一段落末尾之句“τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν”(对于本邦而言理当因所成之功勋尊崇解放者宙斯),在此通过表对照的连词“δέ”省略了“προσήκειν τιμᾶν”(理当尊崇)。其底层句法结构为“τοῖς δὲ ἄλλοις Ἕλλησι προσήκειν τιμᾶν τὴν πόλιν”。
未在正文中定位
