- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:124-125
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典青年奔赴马拉松战场,向庞大的波斯大军发起迅猛冲锋并一举溃敌,为全希腊赢得了带来拯救与自由的光辉胜利。
ὑπελείποντο, ἡ δὲ νεότης ἐχώρει. καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλλιόνων τῶν ἄθλων ἠγωνίζοντο, τοσούτῳ θαυμαστοτέραν τὴν προθυμίαν παρασχόμενοι· ἔπειτα κρείττους ἦσαν τὰ τελευταῖα ἢ τὰ ἀπὸ τῶν πυλῶν.1 καίτοι μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλεν ὥσπερ πνεῦμα ἀπὸ θαλάττης βοὴ συμμιγὴς ἵππων καὶ ἀνδρῶν καὶ τῶν ἄλλων ἐφολκίων τῷ στρατοπέδῳ, τῶν μὲν χρείας ἕνεκα, τῶν δὲ καὶ ψυχαγωγίας βαρβαρικῆς κεκομισμένων. ὑπερβαλόντες δʼ οὐκ εἶχον ὅ τι ἴδωσι, πλὴν τῶν πολεμίων καὶ τῶν ἀτόπων ἐκείνων φασμάτων. χαλκὸς δὲ καὶ σίδηρος πόρρωθεν εἶργε μὴ προσιέναι.2 τοσαύτη δʼ ἦν ὑπερηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων ὥστʼ ἐξαρκεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον. ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώσειν ἑαυτοὺς ἀκονιτί. αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ τοὺς ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦτον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος καὶ παρασκευὴν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλʼ ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν, ἀλλʼ εἰς προθυμίαν κατεχρήσαντο, οὐδʼ ἐξεπλάγησαν τῶν ὁρωμένων τὴν ἀήθειαν, ἀλλʼ ἥσθησαν ὁρῶντες ὅσων κρείττους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰληφέναι παρὰ τῆς τύχης ὑπερβαλέσθαι πάντας ἀνθρώπους ἀνδραγαθίᾳ καὶ τοῦτʼ εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυτῶν. καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι, καὶ πάντα ταῦτα ἡ νίκη παραδίδωσι. ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες καὶ πρὸς ἀλλήλους ἕκαστοι διαλεχθέντες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος, ἐχώρουν δρόμῳ, καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν ὅ τι ἐστὶ τὰ γιγνόμενα, ἀλλʼ ἅμα τε τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτείνοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα.3 ἤδη δέ τις καὶ τελευτήσας εἱστήκει περιτοξευθεὶς ὑπὸ τῶν βαρβάρων, φοβῶν τοὺς λοιποὺς, ὥσπερ ἀθάνατος ὤν. ἀπολλύμενοι δὲ οἱ τὰ μεγάλα τολμήσαντες καὶ τρόπαια φέροντες ἐν ταῖς ναυσὶ πλείους αὐτοῖς ἐφάνησαν ἢ πρότερον.4 οὔτε γὰρ τὸ ἕλος οὔτε ἡ θάλαττα ἀρκούντως αὐτοὺς ἐδέχετο, οὐδʼ ἦν εὐρυχωρία τοῖς κακοῖς οὐδὲ διέξοδος, ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι. ὥστε οἱ τοῦ αἵματος ῥύακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι. τοσαύτη δὲ ἡ λαμπρότης τῶν ἀνδρῶν ἐκείνων ἐγένετο καὶ τοσοῦτον τῆς νίκης τὸ ἀξίωμα, ὥστε καὶ τὸ χωρίον ὥσπερ τι σύμβολον ἀρετῆς κατέστησαν. οὔκουν ἔστι γε οὐδεὶς ὅστις ἀκούσας τὸ τοῦ Μαραθῶνος ὄνομα οὐκ ἀνίσταται τῇ ψυχῇ οὐδʼ ὥσπερ ἄλλο τι τὴν ἐπωνυμίαν ἀσπάζεται καὶ σέβεται σὺν χαρᾷ. καὶ συνέβη δὲ τῇ πόλει πρώτῃ μὲν κινδυνεῦσαι τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων, μόνῃ δὲ ἀρκέσαι νικῆσαι, τῶν δὲ ἰδίων κινδύνων κοινὰ τὰ ἆθλα ἅπασι καταστῆσαι καὶ τροφὸν οὖσαν τῆς Ἑλλάδος τοὐναντίον τοῦ νενομισμένου ποιῆσαι.5 τοὺς μὲν γὰρ ἄλλους τὰ τροφεῖα κομίζεσθαι παρὰ τῶν ἐκτραφέντων ὁ νόμος λέγει, ἡ δὲ πόλις πρὸς ταῖς τροφαῖς καὶ οἷς ἔδωκεν ἐξ ἀρχῆς καὶ τὴν ἐλευθερίαν μετὰ τῆς σωτηρίας ἐν τοῖς αὑτῆς κινδύνοις ἀπέδωκε τῇ Ἑλλάδι, ὥσπερ τοῦτο ὀφείλουσα τοῖς Ἕλλησι, ποιεῖν διὰ παντὸς αὐτοὺς εὖ καὶ τοῦτο ὡμολογηκυῖα τοῖς πρὸ τοῦ πᾶσιν. ὥστʼ εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δὲ
留守后方,青年男子则挺身出征。他们首先使那些桂冠竞技会中的奔跑相形见绌,因其所争夺的锦标越是崇高,所展现的奋勇热忱便越发令人惊叹;继而,他们最后的冲刺比从城门出发时的奔袭更加勇猛。然而,当他们尚在行军中途之际,军营所随带的战马、兵丁以及其他随行辎重(其中一部分系因军需之用,另一部分则为了异族的奢靡享乐而携来)所汇聚的喧嚣杂沓之声,宛如海面掀起的狂风般迎面袭来。越过山隘之后,除了敌人和那些光怪陆离的异象之外,他们目之所及别无他物。青铜与钢铁自远方阻遏着人们的靠近。其辎重装备之炫耀与举止之傲慢竟至这般地步,以致在异族人看来,单凭现身亮相便足以克敌制胜。盖因他们自以为犹如在竞技场上一般,所有人都会立时绝望放弃,不战而降。这是人类之中在众目睽睽之下发生的、关于德行对阵财富、希腊精神对阵异族人众与辎重的首场公判,它并非藉由巧言令色来裁决,而是凭藉事功的明证与危难时局的召唤来判定。盖因他们并未将所见之景化为恐惧,反倒将其全数化为奋战之热忱;他们既未被目击之物的诡异怪诞所震慑,反而因窥见自己将战胜何等众多的强敌而欢欣鼓舞,认定自己从命运之神手中获得了一个在英勇豪迈上超越全人类的契机,且面对如此浩荡的大军乃是一种得天独厚的优势,恰如恣意挥霍无尽的财富一般,并确信自己如今将由异族人以配得上自身德行的方式,大受一番极其壮丽的款待。战马、弓矢、舰船、臂镯、项圈、猎犬以及一切财货,皆是命运置于胜者面前的赐礼,而胜利必会将这一切拱手奉上。将领们自勉于心,士卒们亦以此互勉,他们从诸神和亲切的派安颂歌开始,随即拔步飞奔,宛如在空旷的原野上疾驰,全然不给异族人看清眼前局势的机会;转瞬之间,敌阵崩溃,士卒受戮,战马被俘,敌舰被拖拽,财货被掳走,所发生的一切犹如潘神的狂舞。甚至有人虽已阵亡,身中异族乱箭却依然屹立不倒,宛如不死之躯般令残敌胆战心惊。而那些曾敢于大举进犯并在船上载来纪功碑之人,在溃灭之际,在他们看来反倒比先前更加人多势众。盖因无论是沼泽还是大海皆无法尽纳敌众,其劫难既无施展回旋之余地,亦无逃生之退路;直到那时他们才真正发觉,自己不过是一群乌合之众,乃是自身最大的掣肘,并以远远多于起初任何人敢于挺身抗击之兵力的大惨败而告终。以致奔流的血泊足以让战船漂浮其中。那些勇士的光辉是如此夺目,胜利的尊严是如此崇高,以致他们将那片土地本身塑造成了德行的某种象征。是故,凡听闻马拉松之名者,断无一人不心潮澎湃,亦断无一人不满怀欢欣地迎受并敬仰这一称号,不亚于对其他任何事物。本邦更有幸在大战中成为大陆希腊人中率先履险者,仅凭一己之力便足以制胜,将自身独担凶险所博得的战果化为全员共享的锦标,并且身为全希腊的育养之母,却行了与常例截然相反之事。因法律规定,其他人皆当从受抚育者处获取赡养回报,而本邦除开初便赋予的抚育与诸般恩泽之外,更在自身的危难之中将自由连同救拔一并馈赠与希腊,宛如欠下希腊人这般债务——即始终造福于他们,且由先前一切功勋所允诺承担一般。是以理所当然可以说:本邦理当因所成之功勋尊崇解放者宙斯,而对于……
- 124κρείττους ἦσαν τὰ τελευταῖα ἢ τὰ ἀπὸ τῶν πυλῶν
中性复数宾格词组 τὰ τελευταῖα 与 τὰ ἀπὸ τῶν πυλῶν 作关系宾格(限制性宾格),限定比较结构 κρείττους ἦσαν,意指他们在最后关头的冲锋状态甚至超越了当初刚出雅典城门时的迅猛势头。
- 124εἶργε μὴ προσιέναι
表示阻碍、禁止的动词 εἴργω 接不定式 προσιέναι 时,带入赘生否定词 μή(同情否定),在意义上并不表达双重否定,即“阻遏其靠近”。
- 125χορεία Πανὸς ἦν τὰ ποιούμενα
中性复数主语 τὰ ποιούμενα 搭配单数谓语动词 ἦν(符合中性复数主语用单数动词的常规),表语为单数名词 χορεία Πανός,以“潘神的狂舞”比喻波斯全军在马拉松战役中因潘神引发的极度惊恐(panic)而彻底陷于溃乱。
- 125ἀπολλύμενοι δὲ οἱ τὰ μεγάλα τολμήσαντες καὶ τρόπαια φέροντες ἐν ταῖς ναυσὶ πλείους αὐτοῖς ἐφάνησαν ἢ πρότερον
单一冠词 οἱ 同时统摄 τὰ μεγάλα τολμήσαντες 与 τρόπαια φέροντες ἐν ταῖς ναυσὶ,共同构成指代波斯军的主语(暗指波斯人预先在船上载来纪功碑石材之典故)。状语分词 ἀπολλύμενοι 与主语一致,意谓他们在溃灭拥挤之际显得比先前更加人多势众(πλείους ἐφάνησαν),与下文沼泽与大海皆无法容纳相呼应。
- 125τοὐναντίον τοῦ νενομισμένου ποιῆσαι
实质化的完成时被动分词属格 τοῦ νενομισμένου(惯例之事)作 τοὐναντίον(即 τὸ ἐναντίον)所引出的比较/分离属格。以此引出后文法律喻意:通常由被抚养者向父母奉还赡养报酬(τροφεῖα),而作为希腊抚育之母的雅典却反向赋予了希腊自由与救拔。
