- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:122-123
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典处死波斯使臣以示决绝对抗,大流士震怒之下派遣庞大舰队远征并在席卷埃雷特里亚后直逼雅典;当全希腊因恐惧而陷入瘫痪之际,雅典虔敬地祭告诸神并严阵以待。
τούτοις ἔδει χρήσασθαι καὶ προβουλεῦσαι περὶ τῶν ὅλων, ἅπαντα ἡ πόλις ἐξήταζεν, ἀπʼ ἀρχῆς προτάξασα τῶν Ἑλλήνων ἑαυτήν. καὶ διχόθεν ἤδη ἀπὸ Περσῶν καὶ Ἀθηναίων συνεκροτεῖτο ὁ πόλεμος, τοῦ μὲν ἀπειλοῦντος καὶ πειρωμένου, τῆς δʼ ἀνθεστηκυίας καὶ νικώσης εὐθὺς ταῖς ἀποκρίσεσι. καὶ παρʼ ἀμφοτέρων τούτων ἐμαρτυρεῖτο ὅτι Ἀθηναίων καὶ Περσῶν ἐστιν ὁ πόλεμος περὶ τῆς Ἑλλάδος, τῶν μὲν λαβεῖν πειρωμένων, τῶν δὲ κωλῦσαι. ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθη—λέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρʼ ὑμῖν—καὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι1 τοὺς ἀγγέλους. τῷ δʼ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵνʼ, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον, ὡς οὐδʼ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις. καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ· τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίγνεσθαι. καὶ οὕτω δὴ ῥίπτουσιν εἰς τὸ βάραθρον, ὥστʼ ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις καὶ παρὰ τῶν πεμφθέντων μὴ ἐκγενέσθαι μαθεῖν. ὁ δὲ δὴ καὶ δὴ λαμπρῶς ἐκινεῖτο, καὶ τοῦτο μὲν τοῖς ὑπάρχοις ἐκέλευεν ἑτοιμάζειν αὐτόθεν τὰς πέδας ὑπερβαλὼν ἢ καθʼ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι, ἵνα μηδεὶς ἄδετος αὐτῶν διαφύγοι, καὶ τῆς ὀργῆς ἀπολαύων ἕως ἐξῆν, τοῦτο δὲ τοῖς πλήθεσιν ἄλλα ἄλλοις ἐπέταττεν. ἐκ δὲ τούτου κήρυκες μὲν οὐκέτι ἐφοίτων εἰς τὴν Ἑλλάδα, αὐτάγγελον δὲ ἤδη κατέπεμπε τὸν στόλον, προστήσας ἄρχοντας Περσῶν τοὺς ἀρίστους, καὶ δίδωσι πλῆθος στρατιᾶς. οὗ τὸ διαλλάττον παρʼ ἑκάστους τοὺς ἀφηγουμένους τοσοῦτόν ἐστιν ὥστʼ εἶναι τὸν μέγιστον ὅρον στόλου, βουλόμενος μηδεμίαν πρόφασιν λιπεῖν μήτʼ ἐκείνοις μήτʼ αὐτὸς αὑτῷ τὸ μὴ οὐ πρᾶξαι2 περὶ ὧν ἐνετέλλετο. ταῦτα δʼ ἦν τὴν μὲν πόλιν καταποντίσαι, τὸ δὲ φῦλον κομίζειν ἅπαν ὡς αὑτὸν ᾧ δὴ προειρήκειν τῷ σχήματι. θυμοῦ μὲν δὴ καὶ παρασκευῆς οὕτως εἶχε τὰ τοῦ βασιλέως, οἱ δʼ ἐφέροντο ὑπερηχοῦντες μὲν τὸν Αἰγαῖον, ἀποστεροῦντες δὲ τὴν ὄψιν τοὺς ἐντυγχάνοντας, φυγῆς δʼ ἐμπιμπλάντες τὴν θάλατταν· ὥστʼ οὐδεὶς ἦν ὅστις νῆσον τότʼ ἂν οἰκεῖν ἐβούλετο. ἔτι δʼ αὐτοῖς οὖσιν ἐν πλῷ καὶ μικρὸν πρὸ τῆς καταγωγῆς ἔδοξεν ἀπάρξασθαι τοῖς τοῦ βασιλέως ἐπιτάγμασι καὶ ὥσπερ τι προοίμιον ᾆσαι τοῦ πολέμου· καὶ δόξαν οὕτως3 Ἐρετριᾶς ἐπιβάντες ᾤχοντο φέροντες, σαγήνην τινὰ μιμησάμενοι ναυτικήν. καὶ τὸ μὲν Ἐρετριέων γένος οὕτως ἀνήρπαστο ὡσπερεὶ παρʼ ἄλλου τινὸς τῶν κρειττόνων ἁρπασθὲν, οἱ δʼ ἐπὶ τὸν δεύτερον ᾔεσαν, ὡς ἀνασπάσοντες αὐτοὺς ἤδη τοὺς Ἀθηναίους καὶ τὴν Ἑλλάδα ἀναρπασόμενοι, κακῶς εἰδότες οἵαν θήραν μετέρχονται καὶ ὅτι οὐκ ἐνέχονται τῷ λόγῳ ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν, ἀλλὰ μᾶλλον τὰ τῷ διώκειν συνήθη. οὕτω δὲ τούτων κεχωρηκότων καὶ φερομένων αὐτῶν πρὸς τὴν ἤπειρον ὥσπερ ἄλλου τινὸς ἐκ τοῦ πελάγους κακοῦ, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες καὶ πάλαι προϊδόντες τὴν διάβασιν καὶ τότε ὁρῶντες ἤδη καθῆντο ἐκπεπληγμένοι, τὸ μέλλον ἀποσκοποῦντες, ὀνειροπολοῦντες ἕκαστοι τὰς Ἐρετριέων συμφορὰς, καὶ τοσοῦτον τῶν δεινῶν ἀπέχειν νομίζοντες ὅσον τὸν στρατὸν αὐτῶν. ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ. ἱερά τε γὰρ πάντα ἀνέῳγε καὶ τὰ τῶν ἱερέων γένη συνῆγε καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον τρόπον, συμμάχους τε καλοῦσα καὶ ἡγεμόνας ποιουμένη· ὡς δʼ αὐτῇ τὸ θεῖον ἤσκητο, οὐδὲν ἦν ἀργὸν ἔτι, ἀλλʼ οἱ μὲν φύλακες τῶν ἱερῶν οἱ γέροντες καὶ τῆς πόλεως
再者,凡是在需要处置这些事由并对全局深思熟虑之处,本邦从一开始便自领于希腊诸军之首,详察万事。战事已由两方同时铸就,即来自波斯人与雅典人双方:前者恫吓相逼、步步试探,后者挺身抗拒、甫于对答之际便已胜出一筹。双方的事态皆无可置辩地印证了这一点:关乎全希腊的战事,实乃雅典人与波斯人之间的角逐,一方企图夺取,另一方则力加阻止。然而在彼时风云变幻之际,事功屈居于言辞之下——我所指的乃是他人的事功屈居于诸位面前的言辞之下——而一份超越战胜丰碑的法令在载入青史之际大获全胜,在言辞与行动两方面皆取得了胜利。盖因该决议旋即由众人付诸实行,不仅如同法律所定那般凭举手表决确立,更藉由处死来使而见诸实效。至于那位转译国书者,他们虽然付诸公民大会表决,以便使他因其身为希腊人而更能保有审判的形式,却亦将其处死,盖因他们认为即便在言语发声的微末层面亦不可服务于异族。其有利之处遂逆转而反诸其身:他们绝不容许本邦的殖民者在背弃本邦与全体希腊人的情势下,沦为天生宿敌的通译。于是他们将这些人掷入深坑,以致向国王复命传达答复者皆为他人,国王无法从所遣使节口中获悉实情。国王更是气势汹汹地全面动员,一方面饬令属地总督当即打造桎梏,其数量远超他所料想的雅典人总数,以免任何一人免于羁押而脱逃,在怒气尚可肆虐之际尽享其愤,另一方面又对各族群分派不同指令。自此,使节不再频频出入希腊,而是直接将舰队本身作为告警的信使派遣南下,并委任波斯各路首领中最出类拔萃者统率,授予庞大军旅。在各个史家的叙述中,该军力规模悬殊甚巨,以致达到了舰队的最高限度;国王意在不给统帅亦不给自己留下任何推诿的借口,以防未能执行其所颁命令。而那些命令乃是将该城邦沉入海底,并将全部族众依我先前所述的形态尽数押解至其驾前。国王的震怒与筹备便是如此这般;而波斯敌军长驱直入,声震爱琴海,夺去迎面撞见者的视线,使整片汪洋填满了仓皇奔逃之人,以致当时再无一人愿意栖居海岛之上。当他们尚在航行途中且距靠岸不远之时,决意先行向国王的诏令献上初试之锋芒,宛如为战事奏响序曲;既然心意已决,他们便登陆上岸,仿照海中拉网捕鱼之法,将埃雷特里亚人掳掠而去。埃雷特里亚全族便如此被席卷掳掠,宛如被某种无可抗拒的高等力量攫取一般;随后他们直逼第二个目标,意欲彻底连根铲除雅典人自身并横扫希腊,全然不知自己所捕猎的究竟是何等猎物,亦不知那句常言并不适用于他们,因为实际上他们所追逐的并非溃逃之众,反而更像是惯于追击之师。当事态发展至此,敌军如汪洋深处涌现的某种浩劫般向大陆席卷而来时,其余全体希腊人早在很久以前便预见了这场横渡,如今亲眼目睹其降临,皆陷入惊恐而呆若木鸡,惶惶瞩目于未来,人人忧惧回想埃雷特里亚人的厄运,并认为自己距离大难的远近仅取决于敌军距离的远近。然而本邦此刻宛如在举行盛大的神圣游行,而非整军备战。盖因她洞开所有神庙,召聚历代祭司家族,依循古制派遣使节向诸神祈愿,呼求其为同盟并将诸神奉为统帅;当侍奉神明的大礼告成,城中再无一人闲散,老人们镇守神庙与城池……
- 122τῷ διαφθεῖραι
定冠词不定式的工具性与格,与前文表手段/方式的与格 τῇ χειροτονίᾳ 构成平行与递进对照。表明该法令的生效不仅通过法定程序(举手表决),更是直接通过处死使节的实际行动得以确立。
- 123τὸ μὴ οὐ πρᾶξαι
带有双重否定 μή οὐ 的定冠词不定式,紧承带有否定词的主句表达(μηδεμίαν πρόφασιν λιπεῖν)。在表阻止、妨碍或托词的动词/词组受否定修饰后,引导从属的不定式惯用 μή οὐ,意为“(不留任何借口)以致不执行其所受之命”。
- 123δόξαν οὕτως
由无人称动词 δοκεῖ 的中性单数宾格分词构成的“绝对宾格”(accusative absolute)。承接前文的 ἔδοξεν,用作状语表示伴随情况或原因,意为“既然已作此决议”。
