← 阿里斯·台德斯

泛雅典娜节演说

§120-121

援助爱奥尼亚与波斯战争的发端

演说者从雅典难以尽述的武功转入演说的核心主题波斯战争,阐述了雅典援救爱奥尼亚及远征萨狄斯如何引发了大流士的戒惧、野心与东侵之师。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§120

δʼ ἐξ ἴσου καθεστῶτος τοῦ θʼ εὑρεῖν ἃ χρὴ παραλιπεῖν καὶ τοῦ πρὸς ἀξίαν εἰπεῖν τὰ νικήσαντα, καὶ οὐδενὸς μὲν οὐδʼ ἐν ἁπλῇ διηγήσει πάντα πω διεξελθόντος, πλεῖστα δʼ ὑπὲρ μιᾶς πόλεως ταύτης ἁπάντων εἰρηκότων, μᾶλλον δʼ ὑπὲρ μόνης πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν, οὐκ ἐνδέχεται διεξιέναι καθʼ ἕκαστον ἀκριβῶς, ἀλλʼ ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν, ἵνα τοῖς μεγίστοις χρησώμεθα. ἐπεὶ τίς οὐκ ἂν ἀσμένως καὶ ταῦτα εἰς μέσον ἤνεγκεν ἃ ἑτέροις γʼ ἂν ἤρκει καὶ μόνα; τριῶν γὰρ ἐθνῶν τῶν μεγίστων ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει, τὸ μὲν αὑτῷ φυγῆς τιμῆσαν1 ἀπῆλθε, τὸ Δωρικὸν, Βοιωτοὶ δὲ χερσὶν ἡττῶντο, καὶ τῆς αὐτῆς ἡμέρας Εὐβοεῖς ἐν Εὐβοίᾳ· τοσοῦτον περιῆν τῇ πόλει· ἀλλʼ ἵνα μὴ πολλὰ τοιαῦτα λέγων πόρρω τοῦ καιροῦ γένωμαι, παρεὶς ἅπαν τὸ μέσον καὶ προσχρησάμενος καὶ πρὸς αὐτό γε τοῦτο τῇ τῆς πόλεως μεγαλοψυχίᾳ καὶ δὴ πρὸς αὐτὰ τὰ κύρια τοῦ λόγου τρέψομαι. ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ μικρὸν πρὸς πολὺ τῆς γῆς μέρος ἠγωνίζετο, ὁ δʼ ἀγὼν ἦν ὑπὲρ τῆς σωτηρίας ἅμα καὶ ἀρετῆς, τότʼ ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι, τὸ δὲ πλέον χεῖρον ἢ ὅσῳ πλέον ἐδόκει.2 ἔξεστι μὲν οὖν καὶ θεῶν τινα αἰτιάσασθαι τοῦ παντὸς ἔργου βουλόμενον ὥσπερ κρίσιν τινὰ ποιήσασθαι τῶν ὑφʼ αὑτὸν ἀνθρώπων καὶ τὸν ἀγῶνα τοῦτον διαθεῖναι, καθάπερ τοὺς εἰωθότας ἡμεῖς, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον μέρος ἡ τῆς πόλεως ἀρετὴ συνεβάλετο, καὶ μάλʼ εἰκότως καὶ μετʼ ἀξίου τοῦ λόγου τῆς μελλούσης τύχης. ὥσπερ γὰρ ἐπὶ τούτῳ κινοῦσα τοὺς βαρβάρους, ἵνʼ αὐτήν τε καὶ πᾶν τὸ Ἑλληνικὸν ἐκφήνειε καὶ δείξειε τίς οὖσα τίνων προέστηκεν, οὕτως ἐφειλκύσατο αὐτοὺς, οὐκ ἄδικον τὴν ἀρχὴν παρασχομένη οὐδʼ, ὥσπερ οἱ ὕστερον διαβάντες εἰς τὴν Ἀσίαν, ἔρωτι τοῦ πλείονος, ἀλλʼ ἤδη τότε ἀμυνομένη καὶ δίκην ἀξιοῦσα λαβεῖν τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ἰώνων δεδουλωμένων Ἑλλήνων, οὓς μόνη μὲν ἐδέξατο φθειρομένους κατὰ πᾶσαν τὴν Ἑλλάδα, μόνη δὲ εἰς τὸ δέον κατέστησε. καὶ πρῶτοι δὴ τῶν εἰς ἐκεῖνον τὸν χρόνον Ἑλλήνων ἀναβάντες εἰς Σάρδεις στρατιᾷ κοινῇ πορθήσαντες ᾤχοντο· τέως δὲ ἐν Βαβυλῶνος τάξει καὶ τῶν ἐν Ἰνδοῖς Ἕλληνες Σάρδεις ἐθαύμαζον· λαβὼν δὲ ταύτην πρόφασιν Δαρεῖος ἡσυχίαν ἄγειν οὐκ ἠδύνατο, ἀλλʼ ἐξήταζε τὴν ἀρχὴν καὶ τὰς δυνάμεις συνεκρότει, καὶ πᾶν μικρὸν ἦν αὐτῷ. καὶ τὸ μὲν πρόσχημα τοῦτο ἦν ἀμύνασθαι Ἀθηναίους καὶ Ἐρετριέας· παρενθήκην γὰρ τοὺς Ἐρετριέας ἐποιήσατο, ἵνα δὴ πιστὸν ᾖ. δύο δʼ ὡς ἀληθῶς ἦν τὰ κινοῦντα, ἓν μὲν φόβος ἤδη καὶ ὑποψία τῆς πόλεως μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ·3 ἕτερον δʼ ἐπιθυμία καὶ πόθος αὐξῆσαι τὴν ἀρχὴν ἐνδόξῳ προσθήκῃ τῇ τοῦ Ἑλληνικοῦ καὶ τῆς γῆς μὴ διῃρημένως ἄρχειν, ἀλλὰ καὶ πάσης. τοῦτο δʼ οὐ παντάπασιν ἀνέλπιστον ἦν αὐτῷ, διὰ πλῆθος τῶν ἤδη δεδουλωμένων ἐθνῶν, ἃ καὶ ὀνομαστὶ γνωρίσαι φιλοτιμίαν εἶχε καὶ ψιλῇ πορείᾳ διελθεῖν ἐλπίδος κρεῖττον ἦν. πάντα γὰρ τότε Πέρσαις εἵπετο, ὥσπερ ἄλλως ζῆν οὐ δυνάμενα. ἔχων δʼ, ὡς εἶπον, μέσην τινὰ τοῦ τε φόβου καὶ τῆς ἐπιθυμίας ἦλθεν. αὐτὸς μὲν γὰρ ἀπέγνω μὴ διαβαίνειν,4 τὰ δʼ ἔθνη πέμπειν ἐπενόει. καὶ πρῶτον μὲν ἡ τῶν κηρύκων περίοδος ἡ γιγνομένη κατὰ τὴν Ἑλλάδα ὑπʼ ἐκείνου τε καὶ τοῦ μετʼ ἐκεῖνον βασιλέως περὶ τῆς γῆς καὶ τοῦ ὕδατος ἀπὸ ταύτης τῆς πόλεως ἤρχετο, καὶ πάντα πρὸς ταύτην διελέγοντο· ἔν τε ταῖς ἐπιστολαῖς ταῖς Ἑλληνικαῖς καὶ ὅσαι πυκναὶ τοῖς ὑπάρχοις ᾔεσαν οὐδὲν ἦν ὅτι μὴ Ἀθῆναι, ὡς ταυτὸν ὂν εἰπεῖν τὴν Ἀθηναίων πόλιν καὶ τὴν Ἑλλάδα, καὶ οὐκ εἰπεῖν μόνον, ἀλλὰ καὶ ἔργῳ συμβαῖνον πάσας ἔχειν τὰς πόλεις, εἴ τις κατάσχοι ταύτην. καὶ μὴν ὅσα γε αὖ

然而如今,鉴别哪些事应当略去与恰如其分地称颂那些脱颖而出的功业,已然成为同样艰巨的任务;且从未有人即便在简朴的叙事中便能穷尽一切,所有人关于这单一城邦所作的论述又是最多的——或者说,关于她一邦所论述的,几乎多于其他所有城邦的总和——因此,巨细靡遗地逐一叙述已不可能,必须略去绝大多数,以便我们能够专注于最伟大的功勋。盖因谁又不愿欣然将那些即便单独列出便已足够他人自傲的事迹公之于众呢?事实上,当希腊人中最强大的三个族群进犯本邦时,其中一支即多利斯人的军队自裁退避而遁走,波奥提亚人在肉搏战中溃败,而在同一天优卑亚人亦在优卑亚岛上受挫;本邦的优胜便是如此压倒一切!然而,为了不因赘述诸多此类事例而迁延失时,我将略去其间所有诸事,并恰恰为此依凭城邦自身的博大胸襟,进而径直转向演说的主旨核心。盖因当希腊人与异族人的命运悬于决断,大地的渺小一隅与辽阔广域展开鏖战,而这一角逐关乎存亡亦关乎德性之时,本邦对这两个种族皆取得了超越祈望的辉煌胜利,以致前者被证明不过是她的微末附庸,而后者在劣势上的显露,远甚于其在数量上看似巨大的程度。固然,人们完全可以将这一全盘伟业归因于某位神明,认为他意欲借此考查自己庇护下的人类,因而设立了这场竞技,宛如我们设立惯常的盛会一般;然而,城邦的德性所贡献的力量亦绝非微薄,且极合情理,并伴有足以与未来的际遇相称的道理。盖因城邦宛如正是为了这一目的而激起异族人的攻势,以便彰显自身及全体希腊人,并展现自己是何等城邦、统领着何等军民;她便是如此将敌人吸引至此,既未在起初提供不义之由,亦非如后来渡海远征亚细亚者那般出于无厌的贪欲,而是当时便已起而自卫,并要求为那些在爱奥尼亚大陆上沦为奴役的希腊人讨回公道——正是本邦,在他们流散于全希腊濒临灭顶之际独力接纳了他们,并独力予以妥善安置。而且,他们确实是截至彼时首批挥师挺进萨狄斯的希腊人,联合进军将其荡涤后方始班师;而在此之前,希腊人一直将萨狄斯视为等同于巴比伦与印度境内城邑的不可企及之奇观。大流士以此为借口,再也无法安居内廷,而是巡视帝国、集结大军,在他眼中一切皆显得微不足道。他的公开幌子乃是向雅典人与埃雷特里亚人复仇;盖因他将埃雷特里亚人作为陪衬并置其中,以使其借口看似可信。然而真正驱使他的动因实有其二:其一是对本邦早已萌生的恐惧与戒心,唯恐她最终凡事皆不以满足为度;其二则是企图以希腊这一辉煌的版图扩充其帝业,不再割裂地统治大地,而是将其全盘尽揽于怀的欲望与渴求。鉴于其麾下已被奴役的庞大部族,这对他而言绝非完全无望之事;那些部族单是点明其名便已是一桩壮举,仅凭行军穿越其境更是超越常人的指望。盖因当时万物皆顺从波斯人,宛如别无存活之途一般。处于我所说的这种状态,他走了一条介于恐惧与欲望之间的中间道路。他自己决意不亲身渡海,而盘算着遣派各部族前往。 首先,由他以及继他之后的国王所派遣的使节在希腊全境索取泥土与清水的巡行,正是从本城邦起始,他们的一切交涉皆直接针对本邦;无论在致希腊人的书信中,还是在频频发往总督们的指令中,所言非雅典即无他物,宛如直呼雅典人之城便等同于言及希腊,且不仅在言辞上如此,在实际事态上亦是如此:任何人若能攻克此邦,便意味着将所有城邦尽收囊中。而再者,凡是那些……

语法注4 条
  1. 120αὑτῷ φυγῆς τιμῆσαν

    借用法庭术语(τιμᾶν τινί τινος,指‘对某人判定……的刑罚’)的隐喻表达,讽刺性地描写多利斯人(斯巴达军队)不战自退、甘愿为自身判定溃逃之罚。

  2. 120ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι, τὸ δὲ πλέον χεῖρον ἢ ὅσῳ πλέον ἐδόκει

    表结果的 ὡς 引导不定式结构。其中 τὸ μέν 指其余希腊人(被证明不过是雅典的微末附庸),τὸ δέ 则指异族波斯大军。后半句的比较结构 χεῖρον ἢ ὅσῳ πλέον ἐδόκει 意为‘其拙劣逊色之处,比其数量看似庞大的程度还要深得多’。

  3. 121μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ

    由表示担忧与戒惧的名词(φόβος καὶ ὑποψία)所引出的 μή 从句。短语 οὐδὲν ἀποχρῆν ἀξιώσῃ 含有反向强调的意味(‘唯恐她竟认为凡事皆不足够’,即野心扩张永无止境),小词 ἄρα 则增添了‘终究/果真如此’的顾虑语气。

  4. 121ἀπέγνω μὴ διαβαίνειν

    附随于含有否定意义的动词 ἀπογιγνώσκω(决定放弃、断念)之后的冗赘否定词 μή(sympathetic negative)。虽然句法上形式重叠,但实际表达单一否定意义,即‘他自己决意不渡海’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:120-121