- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:118-119
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了雅典抗击亚马逊人与色雷斯人入侵的卫国壮举,并盛赞厄瑞克透斯、勒俄斯与科德罗斯等人为保卫城邦所作出的自我牺牲,以及城邦对他们所施予的崇高祭祀与恩典。
τὼ γένη διʼ ἀμφοῖν νικᾶν. ταυτὶ μὲν οὖν κοινὰ δείγματα, ὅπερ εἶπον, ἀνδρείας τε καὶ φιλανθρωπίας ὑπαρχέτω τῶν ἀρχαίων ἐξειλεγμένα. ἀλλὰ μὴν ἅ γε ὑπὲρ τῆς οἰκείας ἐπεδείξαντο πρὸς τοὺς ἑκάστοτε ἐπιόντας ἀνήκοος μὲν οὐδεὶς οἶμαι, λεκτέον δὲ καὶ τούτων μικρὰ προχειρισαμένους· Ἀμαζόσι μὲν γὰρ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν, ἱππομαχίαν συνάψαντες πανωλεθρίᾳ διέφθειραν, οὐδενὸς ἀνταίροντος τῶν μέχρι τῆς Ἀττικῆς, ἀλλʼ ἐξισώκεσαν ἤδη τὰς ἠπείρους, ὥσπερ ἀπὸ σημείου τοῦ Θερμώδοντος ὁρμώμεναι, τὴν μὲν Ἀσίαν μέχρι Λυκίας καὶ Καρίας καὶ Παμφυλίας παρατείνουσαι, ὥσπερ ἐν στρατοπέδῳ, τὴν δʼ Εὐρώπην ἄχρι τοῦ στρατοπέδου τοῦ πρὸς τὴν πόλιν. ἐντεῦθεν δὲ ἤδη πάντα ὥσπερ κάλω ῥαγέντος1 ἐχώρησεν ὀπίσω, καὶ διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος, καὶ ἡ πόλις κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει, καὶ νῦν εἰς ἄπιστον περιέστηκεν εἴ ποτε ἐγένοντο. οἶμαι δʼ οὐδὲ Θρᾷκας αὑτοῖς μέμψασθαι τῆς συμφορᾶς, οἳ δεῦρʼ ἔτι πρόσθεν ἐλθόντες σὺν Εὐμόλπῳ καὶ Ἑλλήνων τοῖς τἀκείνων ἑλομένοις ἔγνωσαν παραπλήσια βουλεύσαντες ὥσπερ ἂν εἰ τὴν θάλατταν ἐνεχείρουν περαιοῦσθαι πεζῇ. ἄξιον τοίνυν κἀκεῖνο προσθεῖναι, ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ τῷ δημοσίῳ παρεῖται, ὅτι οὐ μόνον ἡ κοινὴ τῆς πόλεως προθυμία τε καὶ ῥώμη τοσαύτη περὶ πάντα ἃ δεῖ γεγένηται, ἀλλὰ καὶ ἰδίᾳ πεφήνασιν ἐνταῦθα βουλόμενοί τινες χρήσασθαι συμφοραῖς ὑπὲρ τοῦ κοινοῦ, καὶ μάλα εὐλόγως. ᾧ γὰρ ἑώρων τρόπῳ τὴν πατρίδα τοῖς Ἕλλησιν ὁμιλοῦσαν, τοῦτον ᾤοντο δεῖν αὐτοὶ προσφέρεσθαι τῇ πατρίδι, ἡνίκα ὁ καιρὸς καλοίη· ὥστε καὶ ἐκ τῶν κοινῶν καὶ ἐκ τῶν ἰδίων διπλῆν εἶναι τῇ πόλει τὴν ὅλην φιλοτιμίαν. ὃ δέ γε ἔτι τούτου μεῖζόν ἐστιν, ὅτι καὶ τῶν ξένων τινὲς οὕτω πρὸς αὐτὴν διετέθησαν. λέγεται γὰρ Ἐρεχθεὺς μὲν ἐν τῷ πρὸς Εὔμολπον τούτῳ πολέμῳ τὴν θυγατέρα ὑπὲρ τῆς πόλεως ἐπιδοῦναι, τοῦ θεοῦ χρήσαντος, προσαγαγεῖν δʼ αὐτὴν κοσμήσασα ἡ μήτηρ ὥσπερ εἰς θεωρίαν πέμπουσα· λεὼς δὲ ὅμοια τούτῳ βουλεύσας, ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ·2 Κόδρος δʼ ἐν τῷ πρὸς Δωριέας πολέμῳ καὶ Πελοποννησίους αὐτὸς ἐθελοντὴς ὑπὲρ τῆς χώρας ἀποθανεῖν. ὥστε καὶ οἷς τοιαῦτα ὑπάρχει τῶν σφετέρων διηγήσασθαι, καὶ τούτοις μηδὲν εἶναι πλέον εἰπεῖν τῶν παρʼ ὑμῖν, ἀλλὰ καὶ τῶν τοιούτων ἔργων ἄρχειν τὴν πόλιν διὰ τοσούτων καὶ ἔτι πλειόνων τῶν παραδειγμάτων, καὶ μηδεμίαν λείπεσθαι μήτε κοινὴν ὑπερβολὴν μήτʼ ἰδίαν. οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθʼ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσων εἶπον κεκρατηκέναι, τῶν δὲ παρʼ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι περὶ τὴν χάριν,3 ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρʼ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασα. καὶ ταῦτα μὲν ἡμῖν εἰς τοσοῦτον ἀνήχθω τοῦ λόγου, δείγματα τῆς τε πρὸς τοὺς ἔξωθεν φιλανθρωπίας τῶν προγόνων καὶ τῆς ὑπὲρ αὐτῶν εὐψυχίας ἐν τοῖς ἐπείγουσι, καὶ αὖ τῶν ἐπιφανῶν τε καὶ πολλῶν ὡς ἀλλήλοις ὡμίλουν. χρὴ δὲ καὶ τῶν λοιπῶν ἴσως καθʼ ὅσον ἐγχωρεῖ μνησθῆναι, ἐπισκοποῦντας τά θʼ ὑπὲρ τῶν ἄλλων καταπραχθέντα καὶ ὅσα ὑπὲρ τῆς οἰκείας ὑπέστησαν, ὅπως ἂν συμπίπτῃ τῷ λόγῳ τοῦ μὴ πολὺ τὰς πράξεις τῷ χρόνῳ παρενεγκεῖν. ἔξεστι δʼ ἀκούοντας ἐπʼ αὐτῶν τῶν ἔργων διαιρεῖν τά τε κοινὰ καὶ τὰ ἴδια. εἰ μὲν οὖν περὶ ἄλλης τινὸς ἦν πόλεως ὁ λόγος, οὐκ ἂν ἦν παρελθεῖν ἃς νῦν δεήσει πράξεις, ἀλλὰ μόνας ἂν ταύτας ἀπέχρησεν εἰπεῖν· εἰσὶ γὰρ οἵας ἄν τις ἐζήτησε, καὶ πολλοὶ πολλῶν ἂν χρημάτων, εἰ δύναιντο, πρίαιντο αὑτοῖς εἶναι. νῦν
在两方面皆超越了这两种族。那么,就如我所言,让这些从古事中甄选出的事例,作为英勇与仁爱的共同证据吧。然而,关于他们在各个时期为保卫乡土抵抗外敌入侵所展现的功业,我想绝无人未曾听闻;尽管如此,我们仍须拣选其中少许加以述说。盖因面对在事迹上超越了女性本性的亚马逊人,他们与之展开骑兵鏖战并将其彻底歼灭;而在进抵阿提卡之前,未曾有人抵挡她们的锋芒,她们倒已抹平了两大陆,宛如以忒耳摩冬河为起跑标志,使亚细亚如同兵营般一直延伸到吕基亚、卡里亚与潘菲利亚,使欧罗巴则延伸至进逼雅典城下的阵营。然而从那时起,一切局势宛如缆绳崩断一般顿时倒转,亚马逊人的霸业与进军皆遭瓦解,本邦在此亦拯救了全人类的共同本性,乃至如今她们是否曾经存在都成了令人难以置信之事。我亦以为,就连色雷斯人也不会因这场厄运而责怪自己;他们更早之前与欧摩尔波斯以及倒向其一方的希腊人一同进犯此地,省悟到自己所筹划之举,恰似妄图徒步渡海一般。因此,亦值得补充那被大多数惯常在国葬上发表演说者所忽略的一点:即不仅本邦在公义上的热忱与威势在一切紧要之事上如此宏大,而且在私己方面,亦曾有人为了公益而甘愿承受灾厄,且此举极合情理。盖因他们见到祖国以何种方式对待希腊人,便认为在时机需要时自己亦当以何种方式效忠祖国;以至于无论从公举还是私行而言,整个城邦所享有的崇高声誉皆是双重的。而比这更为伟大的,则是甚至某些异邦人亦对她怀有如此心意。据说厄瑞克透斯在与欧摩尔波斯的这场战争中,因神降神谕而为城邦献出了自己的女儿,母亲将其盛装打扮引至台前,宛如送她去观礼朝圣;勒俄斯亦做出了类似决断,在瘟疫流行时同样献出了诸女;科德罗斯则在抗击多利斯人与伯罗奔尼撒人的战争中,亲自甘愿为乡土献出生命。因此,即便那些自身拥有此类事迹可供夸耀之人,亦绝无可能道出任何超越你们所有之事;相反,本邦凭借如此之多乃至更为繁复的典范而在这些善行上亦冠绝群伦,在公义与私德上皆未留下任何可被超越的余地。由此可见,本邦不仅在任何一项上皆未曾败于他人,亦未曾未能克制我所提及的那些强敌,更在感恩之举上绝未落后于邦内那些为她做出这些决断的人们;相反,显而易见的是,她甚至在恩惠回报上超越了他们:她将王位赋予科德罗斯的子嗣,使其家族无论在邦内还是海外皆享殊荣;她为少女们建立圣所,以崇高的祭礼使她们享有神圣的地位以取代必死的命运;并将厄瑞克透斯册封为卫城诸神的同席共奉者。这些事迹就让我们在演说中论述至此,作为先祖对外部之人的仁爱与在紧迫危难中为了自身而展现的英勇的明证,亦作为显贵与大众彼此如何相处的见证。然而,或许亦当在可能范围内提及余下的事迹,既审视为了他人所建之功,亦考察为了本土所履之险,以使演说在时间跨度上不致将诸项功业相隔太远。听者自可依据这些功业本身,区分公家之事与私家之行。若演说所论及的是其他任何城邦,便决不可能略去如今不得不省略的诸项功业,而仅凭叙述这些就已足够;盖因它们正是任何人所孜孜以求的事迹,若有可能,众人当愿出巨资将其据为己有。然而如今
- 118ὥσπερ κάλω ῥαγέντος
使用独立属格结构的航海术语惯用隐喻。意为“宛如缆绳(系泊绳或帆缆)崩断一般”,生动刻画了势头急剧逆转与崩溃的情态。
- 119λεὼς δὲ ὅμοια τούτῳ βουλεύσας, ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ
主语为专有名词 Λεώς(阿提卡第二变格单数主格)。不定词 ἐκστῆναι(ἐξίστημι 的第二不定过去主动不定词,接属格表示“放弃、献出”)受前面的 λέγεται 统辖,延续间接引语。此处指勒俄斯献出自己的女儿们以平息瘟疫(即勒俄科里翁圣所的起源神话)。
- 119οὐδὲ τῶν πολεμίων ὅσων εἶπον κεκρατηκέναι, τῶν δὲ παρʼ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι περὶ τὴν χάριν
在 οὐ τοίνυν τῶν μὲν ἄλλων... συμβέβηκεν 之下并列的否定对仗结构。与 κεκρατηκέναι(战胜敌人)相对,ἀπολειφθῆναι(“落在……之后/落后于”,支配属格 τῶν παρʼ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς)表示城邦在回报恩德(περὶ τὴν χάριν)方面,绝未落后于那些为城邦作出牺牲决断之人。
