- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:116-117
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将论题由和平时期的功业转向战阵武功,列举了击退欧律斯透斯以救援赫拉克勒斯后裔,以及在波奥提亚收葬阵亡阿耳戈斯人的伟绩,指出一切困厄者皆奔赴雅典求援的事实彰显了城邦在英勇与正义上的卓绝地位。
ἤδη δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν καὶ οἷς κατεσκεύασε τὸν βίον ἡμῖν ἀποχρώντως μνημονεύσαντας εἰκὸς ἦν δή που καὶ τὰς ἐπὶ τῶν ἑτέρων καιρῶν πράξεις μὴ παρελθεῖν,1 ἄλλως τε καὶ πλείους μὲν ἢ τὰς τῶν ἄλλων συμπάντων, μείζους δὲ ἁπασῶν οὔσας ὧν παρειλήφαμεν· ἑτέρου δʼ ὅτι συμπίπτει τῇ πάσῃ φιλανθρωπίᾳ τῆς πόλεως, ἣν ἄρτι διεξιόντες ἐπαυσάμεθα, ὁ τῶν ἔργων τῶν ἐν τοῖς πολέμοις ἐξετασμὸς, ὥσθʼ ἡμῖν πάλιν ἀρχὴν ἐκ τελευτῆς ἐπανήκειν. σχεδὸν μὲν οὖν οὐδὲ τὰς ἀποικίας εὕροι τις ἂν τοῦτο τὸ μέρος τῶν λόγων διαπεφευγυίας. οὐ γὰρ ἄνευ μεγάλων ἀγώνων οὐδὲ τοῦ πανταχοῦ κρατεῖν οὐδʼ αὗται δή που συνέβησαν. ἐπάνειμι δʼ ὅθεν ἐπαυσάμην. οὐ τοίνυν μόνον ταῖς ἄλλαις δωρεαῖς οὐδὲ τῇ τῶν καταφευγόντων δή που θεραπείᾳ καὶ προστασίᾳ, οὐδʼ οἷς, ὡς εἴπομεν, ηὔξησε τὸ Ἑλληνικὸν τῆς εἰς πάντας ἀρετῆς καὶ μεγαλοψυχίας ἐναργῆ δείγματα ἐξήνεγκεν ἡ πόλις ἡμῖν, ἀλλʼ οὐδείς ἐστιν ἀγὼν ὅτου δεῆσαν ὤκνησεν, ἀλλʼ ἀμείνων περὶ τοὺς δεηθέντας ἢ ʼκεῖνοι συνεβούλοντο ἐγένετο. ἀφʼ ὧν δʼ ἠρξάμεθʼ ἀρτίως τὴν ὅλην φιλανθρωπίαν ἐξετάζειν, ταῦθʼ ἡμῖν καὶ νῦν τῆς ἐπὶ τῶν ἀγώνων ἀρχέτω, τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους μεθʼ ὅσου τοῦ κρείττονος ἠμύνατο ὑπὲρ τῶν Ἡρακλειδῶν καὶ τὸ πρᾶγμα ὡς μετέθηκεν. ὃν γὰρ οὐ πόλις, οὐκ ἀνὴρ, οὐ γένος οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν ὑφίστατο, καὶ ᾧ τοσοῦτον περιῆν ὥστʼ ἀπειλεῖν ἀπειλὰς κοινὰς τοῖς τε Ἡρακλέους παισὶ καὶ ταῖς πόλεσι, τοῖς μὲν, εἰ φανήσονται, ταῖς δὲ, εἰ δέξονται τοῦτον, εἰς τοῦτʼ ἤγαγεν2 ὥστʼ αὐτὸν οἴκοι ταφῆς μὴ τυχεῖν, καὶ τῆς ἐξουσίας, ἧς παρʼ ἀξίαν ἀπέλαυσεν Εὐρυσθεὺς, τὴν τελευτὴν ἡ πόλις εὗρε κατʼ ἀξίαν. καὶ τοῦτʼ ἄρʼ ἐκεῖνος ἐν καιρῷ μόνον ὕβρισε· τοῖς γὰρ ὑπάρχουσι θαρρήσας ἔδωκε δίκην. καὶ τοῦτο μὲν ἐν τῇ Ἀττικῇ τὸ ἔργον ἐκρίθη, καὶ διὰ τῆς τῶν ἱκετευσάντων σωτηρίας ἅπασαν τὴν Πελοπόννησον ἠλευθέρωσε, τοσούτῳ χεῖρον ἐκείνων διακειμένην ὅσῳ τοῖς μὲν μὴ καταφεύγειν ἀπορρηθὲν, τοῖς δὲ μὴ δέχεσθαι,3 οἱ μὲν διὰ τῆς πόλεως ἄδειαν εὕροντο, οἱ δʼ οὐκ εἶχον ὅπως μὴ ποιήσουσι τὸ κελευόμενον· ἕτερον δὲ πρὸ τούτων ἐν μέσῃ τῇ Βοιωτίᾳ τῆς πόλεως ἔργον γίγνεται, καὶ μάλα μέντοι τῆς πόλεως, ὃ τῷ μὲν ἀκοῦσαι καὶ τῇ χρείᾳ τῶν ἱκετῶν ὑπὲρ Ἀργείων οἱ τότε ἔπραξαν, τῇ δʼ ἀληθείᾳ καὶ τῷ σχήματι τῆς εὐεργεσίας ὑπὲρ τῆς φύσεως ἁπάσης τῆς ἀνθρωπείας κατεπράχθη. ὡς γὰρ ἤκουσαν τοὺς ὑπὸ τῇ Καδμείᾳ δυστυχήσαντας ἀτάφους ἐρρῖφθαι, οὐ φοβηθέντες τὴν ὕβριν τῶν ταῦτα τετολμηκότων οὐδʼ οἷα βουλευομένοις περὶ ὧν ἂν κρατήσωσιν ἐπίασιν, ἀλλὰ τὴν μὲν τοῦ νικήσειν ἐλπίδα τῷ συνειδότι τοῦ κρείττονος δόντες, τὴν δʼ ὀργὴν ὥσπερ ἂν αὐτοὶ πεπονθότες, οὕτω λαβόντες ὑπὲρ τοῦ κοινοῦ νόμου πρέπουσαν τοῖς μὲν τὴν τιμὴν, τοῖς δὲ τὴν τιμωρίαν ἀπέδοσαν. καὶ μὴν αὐτὸ τοῦτο πρῶτον τὸ πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν4 ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς, οὐχ ὅσον λανθάνειν, καὶ μαρτύριόν γε δυοῖν τοῖν καλλίστοιν ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει, λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας. ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι καὶ τὴν ἀνάρρησιν ἀπʼ αὐτῶν τῶν ἔργων πεποίηνται, μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων μήτε ἀμείνους εἶναι κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλʼ εἶναι τὰς μὲν ἄλλας πόλεις τῆς Ἀθηναίων δεομένας αὐτὰς ἐφʼ αὑτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δʼ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος· ὥστʼ ἄμφω
原因有二:其一,在充分记述了和平所带来的福祉以及本邦为我们安排生计的功业之后,理所当然不应忽略在另一种时势下的战功,尤其是这些战功既多于所有其他人的总和,又比我们所传闻的一切功绩更为宏大;其二,对战时功业的审视恰与本邦的普世仁爱相吻合——而这正是我们方才述毕之处——从而使我们从终点再次回到新的起点。事实上,人们当会发现,即便殖民拓殖也未曾脱离演说的这一范畴;盖因那些功业若无重大的抗争与处处的克敌制胜,亦绝无可能达成。但我仍须回到方才止步之处。因此,不仅是通过其他的恩赐,亦不仅是通过对避难者的照料与庇护,或是如我们所说增进希腊势力的举措,本邦向我们昭示了其面向全人类的卓越德性与博大胸襟的昭彰明证;而且,每逢需要,绝无任何抗争使她退缩,反倒对于求援者而言,她所展现的善意远超他们自身的筹画。正如我们方才审视普世仁爱时所依循的起点,如今亦让那些事迹成为我们论述战阵抗争的开端:本邦以何等压倒性的力量为了赫拉克勒斯的后裔击退了欧律斯透斯麾下的伯罗奔尼撒人,又是如何扭转了乾坤。盖因那曾无一城、无一人、无希腊任何部族所能抗衡之人,那拥有如此滔天权势以至向赫拉克勒斯的子嗣与诸城邦同时发出严厉威吓之人——针对前者是倘若现身,针对后者是倘若接纳——本邦竟使此人沦落到死后在故里不得安葬的地步;对于欧律斯透斯不配享有的权柄,本邦赋予了他应得的结局。由此可见,那人唯独在此事上狂悖得恰逢其时;盖因他恃强自傲,终食恶果。此战决于阿提卡之地,且通过对请愿者的拯救,本邦解放了整个伯罗奔尼撒;而后者的境遇比前者尤为悲惨,盖因在前者被禁绝逃亡、后者被禁绝接纳的情况下,前者借由本邦寻得了庇护与安宁,后者却无法不屈从于号令。在此之前,本邦另一项功绩发生于波奥提亚的腹地——而且是一项极具本邦风范的伟业;彼时之人就听闻而言及就请愿者的需求而言,固然是为了阿耳戈斯人而战,但依实情及施恩的格局而言,却是为了整个人类的天性而建功。盖因当他们听闻在卡德墨亚城下受难之人被抛尸荒野不得安葬时,他们既不畏惧犯下此等暴行之徒的狂傲,亦不惧怕自己进军迎击的是对战败者施加何等惨毒手段之人;他们将克敌制胜的希望托付给对正义与至善的自省,满腔义愤宛如自身蒙难一般,为了公法而主持公道,向受害者施予了应有的荣耀,向施暴者施加了应有的惩戒。再者,首要的是这一事实本身——即凡需要救助之人皆当真如疾奔一般逃往本邦,而对其他任何城邦不屑一顾——乃是本邦从一开始便毫无隐藏地居于首位的一座比立石更为宏大且显赫的丰碑,亦是对两项至美之德——英勇与仁爱(或者随你所愿,以正义代指仁爱)——的确凿见证。盖因所有这些请愿者宛如为本邦四处传扬的使者,凭借其事迹本身向世人昭告:没有任何人比雅典人更关切正义,亦没有任何人比雅典人更能制止违背崇高的一切不义;相反,其他城邦虽各居其位在希腊充数,自身却有求于雅典人,而雅典则真如村落之间巍然耸立的真正城邑,在构建与理念上皆卓然不凡,比尊崇正义者更为坚固,比坐拥武力者更为公正;或者更确切地说,在正义的义理本身上比尊崇正义者更为严谨,而在最终结局上比倚仗暴力者更为强盛;以至于二者
- 116ἀποχρώντως μνημονεύσαντας εἰκὸς ἦν δή που καὶ τὰς ἐπὶ τῶν ἑτέρων καιρῶν πράξεις μὴ παρελθεῖν
宾格分词 μνημονεύσαντας 作非人称句 εἰκὸς ἦν(……乃顺理成章)后不定式 μὴ παρελθεῖν 的逻辑主语(宾格不定式构词,“当我们充分记述……之后,不忽略……乃顺理成章”),而非与隐含的与格或主格一致。
- 116ὃν γὰρ οὐ πόλις, οὐκ ἀνὴρ, οὐ γένος οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν ὑφίστατο, καὶ ᾧ τοσοῦτον περιῆν ὥστʼ ἀπειλεῖν... εἰς τοῦτʼ ἤγαγεν
长句悬置结构(先取/倒置):由关系代词 ὃν 和 ᾧ 引导的两个长关系从句率先描述欧律斯透斯的显赫权势,随后在主句中由复指指示代词 τοῦτον 承接,并受动词 εἰς τοῦτʼ ἤγαγεν(本邦将此人逼至如此境地)支配。
- 117τοῖς μὲν μὴ καταφεύγειν ἀπορρηθὲν, τοῖς δὲ μὴ δέχεσθαι
中性单数分词 ἀπορρηθέν 构成的非人称宾格绝对独立结构(accusative absolute):“在前者被禁绝避难,后者被禁绝接纳的情况下”,用以解释前文 τοσούτῳ χεῖρον... ὅσῳ(比……更为悲惨)的比较原由。
- 117ὥσπερ ἐκ δυοῖν ποδοῖν
希腊语成语,意为“全速疾奔”、“全力以赴”(字面义“宛如用双足疾跃”),多用于形容极速奔跑或竭尽全力。此处生动描摹求援者心无旁骛、一意孤行奔往雅典的情态。
