← 阿里斯·台德斯

泛雅典娜节演说

§114-115

雅典一贯的恩德与转向军功叙述

演说者回顾了救助并护送赫拉克勒斯后裔重返故土,以及随后收容流亡者并组织大规模海外拓殖的事迹,称颂雅典始终如一的济世国策及其兼具古老与长青的双重殊荣,进而转入对充满险阻之军事功绩的阐述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§114

θάλατταν κεκοσμημένην ἄνευ τῶν ἄλλων πολλῶν καὶ πολλῷ μειζόνων. τοῦτο δὴ βούλομαι διὰ βραχέων ἐπανελθὼν ἐξετάσαι καὶ δεῖξαι τὴν συνέχειαν τῆς πολιτείας, ᾗ κέχρηται πρὸς τὸ Ἑλληνικὸν ἡ πόλις, καὶ ὅτι οὐκ ἔστι πρόσρημα βέλτιον ἐπενεγκεῖν οὗ νῦν ἐφθεγξάμην.1 ὅτε μὲν γὰρ τοῖς Ἡρακλέους παισὶν ἔδει βοηθείας, παρέσχε μόνη καὶ μετέδωκεν ἁπάντων, παρελθοῦσα τὴν χρείαν τῇ μεγαλοψυχίᾳ. ἐπεὶ δὲ ἔδει τὴν Πελοπόννησον Δωριέων γενέσθαι, συγκατήγαγε πάλιν αὐτοὺς μετὰ τοῦ θεοῦ. γενομένης δὲ τῆς Ἡρακλειδῶν καθόδου καὶ νεωτέρων συμβάντων ἐν τῇ Πελοποννήσῳ, πάλιν τὸ κινηθὲν ἐδέξατο. ἐν ᾧ τὰ μὲν τῶν προτέρων ἱκετῶν ἀσφαλῶς εἶχεν, ἕτεροι δὲ αὖ τὸ ἐκείνων σχῆμα μετειλήφεσαν. δεξαμένη δὲ ἤδη πάντας ἀνθρώπους καὶ μεταδοῦσα χώρας καὶ νόμων καὶ πολιτείας ἐπενόησεν ὑπὲρ τῆς Ἑλλάδος χρῆσθαι τῷ πλεονεκτήματι καὶ τὰς παρʼ αὑτῇ πόλεις πολλὰς συμπεφευγυίας ἀφορμὴν τῶν ἔξω πόλεων πολλῶν καὶ μεγάλων ποιήσασθαι. καίτοι πῶς ἂν φιλανθρωπότερον ἡ πόλις ἢ πῶς λαμπρότερον περὶ τῶν ἑαυτοὺς δόντων ἐβουλεύσατο; ἣ πρῶτον μὲν τῆς ἑαυτῆς χώρας καὶ πολιτείας μετέδωκεν, ἔπειθʼ ἑτέραν ὅπως κτήσονται συμπαρεσκεύασεν, ὁμοίως τῇ τε οἰκείᾳ καὶ τῇ ἀλλοδαπῇ δέχεσθαι τοὺς δεομένους ἀξιοῦσα, καὶ τὰ πρέποντα ἑκατέροις τοῖς καιροῖς ἐτήρησεν. ὅτε μὲν γὰρ ἀσθενεῖς ἦσαν, τὸν φόβον περιεῖλεν αὐτῶν καὶ τὰς ἀπορίας ἐπηνώρθωσεν· ὡς δʼ ἄμεινον ἢ κατὰ συμφορὰν ἐπεπράγεσαν, οὕτως ἤδη διεκόσμει καὶ προέπεμπεν, ἡγεμόνας τε ἑκάστοις ἐφιστᾶσα, ὥσπερ αὐτὴ συμπάντων ἡγεμὼν καὶ φύλαξ ἐγεγόνει κοινὴ, καὶ λεὼν οἴκοθεν παραζευγνῦσα. ταῦτα δʼ οὐ μόνον ταῖς πράξεσιν εὕροι τις ἂν συνεχῆ, ἀλλὰ καὶ τῷ βουλήματι. ὥσπερ γὰρ τοὺς προτέρους δεξαμένη κατήγαγε, τοὺς Ἡρακλείδας εἶπον, οὕτω καὶ τοὺς μετʼ ἐκείνους δεξαμένη πρῶτον, εἶτʼ ἐπεξήγαγε, διπλῆν ἀνθʼ ἁπλῆς τὴν εὐεργεσίαν ἐπʼ ἀμφοτέρων τιθεμένη. καὶ προϊοῦσα ἀπὸ τοῦ πρώτου πρὸς τὸ τελευταῖον ἀεὶ οὕτως, ὅπερ εἶπον, πολιτείᾳ προσέοικεν ἡ τῆς πόλεως ὑπὲρ τῶν Ἑλλήνων πρόνοια καὶ διὰ πολλῆς καὶ συνεχοῦς τῆς ἀκολουθίας σώζεται. καὶ μὴν τὸ μὲν τοὺς φεύγοντας δέχεσθαι, εἰ καὶ μηδὲ τοῦτʼ ἐκφεύγει κοινῆς εἶναι δεῖγμα φιλανθρωπίας, ἀλλʼ οὖν εἴποι γʼ ἄν τις ὡς ἐκείνους ἦν εὖ ποιούσης μόνους, ὅσοι ταύτης τῆς τύχης ἐπειράθησαν. αἱ δὲ τῶν ἀποικιῶν κατασκευαὶ κοινὸν τῶν Ἑλλήνων κέρδος εἰσὶν, οὐ μόνων τῶν ἀπελθόντων. καὶ γὰρ πόλεις καὶ χώρας καὶ δυνάμεις πολλὰς καὶ μεγάλας εἰς τὸ κοινὸν προσέλαβον, ἐξ ὧν οὐκ ὀλίγῳ μείζους ἐγένοντο. οὕτως ἐγώ φημι τῆς πόλεως οὐχ ἧττον τὸ ἐκπέμψαι παρʼ αὐτῆς ἢ τὸ εἰσφέρεσθαι τοὺς δεηθέντας πρὸς τὴν παρὰ τῶν Ἑλλήνων εἶναι χάριν. καὶ γάρ τοι συμβέβηκε μόνοις τοῖς ταύτῃ καὶ διὰ τῶν ἐναντίων εὐδοκιμεῖν. οἱ γὰρ αὐτοὶ πρεσβύτατοι τῶν ἄλλων Ἑλλήνων εἰσὶ καὶ εἰς νέους Ἕλληνας τελοῦσι2 πολλαχῆ, καθάπερ τὸν Διόνυσον γράφουσιν. ἐπελθόντες δὲ οὐδαμόθεν, ἀλλʼ αὐτόθεν φύντες τοὺς πανταχόθεν πόλεως δεηθέντας ἐδέξαντο. καὶ μὴν δεξάμενοι τοὺς ἁπανταχόθεν, πανταχῆ καὶ πεπόμφασι, σώζοντες κἀν τούτοις τὸ προσῆκον ἑξῆς. καὶ γὰρ τῶν πρεσβυτάτων πλείστους εἶναι τοὺς ἀπογόνους εἰκὸς καὶ μᾶλλον ἢ τινῶν ἄλλων, καὶ τὸ δέχεσθαι τοὺς δεομένους τῶν κρειττόνων ἐστί. καὶ μὴν τῷ γε τὸν σῖτον ἐν ἀρχῇ διανεῖμαι πῶς οὐκ εἰς ταυτὸν ἥκει τὸ καὶ τὰ τῶν ἀποικιῶν σμήνη διαπέμψαι καὶ κατοικίσαι τὴν γῆν; ἄλλως τε καὶ ἐξουσίας ἤδη πᾶσιν οὔσης ἐργάζεσθαι καὶ τὰ τοῦ βίου τίθεσθαι ῥᾷον ἀφορμῶν ἕνεκα. ἐκδέχεται δʼ ἡ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, καὶ ὑπὸ πολλῶν, αἱ μετὰ τῶν κινδύνων πράξεις, ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων3 ὅτε ἐπραγματεύετο. οὐ μὴν ἀλλʼ ἀναγκαῖον ἅψασθαι καὶ τούτων

以及海洋皆已井然有序——姑且不论其他众多且更为重大的功业。对此,我愿简略回顾并予以审视,昭示本邦对希腊世界所始终秉持的国策一贯性,并表明绝无可能赋予比我方才所言更为贴切的称号。盖因昔日赫拉克勒斯的子嗣急需救援之时,本邦独力施援并倾囊相助,以其豁达大度超越了对方之所求。当伯罗奔尼撒注定归属多利安人之际,本邦又奉神谕协助他们重返故土。及至赫拉克勒斯后裔回归、伯罗奔尼撒变乱丛生之时,本邦再次接纳了流离失所之众;彼时,先前的请愿者已然安居无虞,另一些人却又沦入他们当年的境遇。本邦接纳了万人,并将土地、法律与公民权悉数共享,随后便谋划为全希腊之利善用此等优势,将避难汇聚于此的诸多城邑遗民,化作在海外建立众多宏大城邦的基石。试问,对于那些将自身托付于本邦之人,城邦又何曾能作出更为仁厚、更为辉煌的筹谋?本邦首先将自身的土地与城邦制度分施于人,继而襄助他们获取另一片土地,认为无论是在本土还是在异域接纳贫弱者皆属分内之事,且在两个时期皆恪守了适宜之道。盖因当他们孱弱之时,本邦为其驱除恐惧并排解困厄;及至他们境况好转、摆脱灾厄之时,本邦旋即对其进行整编并护送出征,为各支队伍设立统帅,宛如自身已成为全体希腊人的共同领袖与卫士,并自本土遣民与之同行。人们当会发现,这些举措不仅在行动上一脉相承,在意志上亦复如是。正如本邦接纳了先前之人——我指的是赫拉克勒斯的后裔——并引领其回归一样,本邦亦首先接纳了其后之人,继而率其远征拓殖,对这两批人皆施予了双重而非单一的恩泽。从始至终历来如此推进,正如我所言,城邦为希腊人所运筹的深谋远虑宛如一部连贯的国策体系,借由漫长而连续的承袭得以长存。况且,接纳流亡之众——纵使此举毫无疑问亦是普世仁爱之明证——即便有人会说这仅仅造福了那些亲历此等厄运的个人,然而建立殖民城邦却是全希腊人的共同福祉,绝非仅惠及远行之人。盖因他们为全希腊共同体增添了众多广袤强大的城邑、土地与实力,希腊人由此变得无比强盛。因此我断言,本邦从自身遣出殖民者,较之收容求助者而言,同样是赢得全希腊人感恩的伟绩。故而,唯独此地的居民得以凭借全然相对之特质而广享盛誉:他们本身是希腊人中最古老者,却在诸多方面宛如人们描绘狄俄尼索斯那般,被列于年轻希腊人之中。他们非自外邦迁入,而是本土所生,却接纳了四方求索城邑庇护之人;而在接纳了四方之人后,又将其遣往普天之下,在这番事态中始终维系着合宜的次序。盖因最古老者比任何其他人繁衍出最繁盛的后裔乃顺理成章,而接纳困顿者本属至强者之风范。况且,上古时期分发谷物,与遣出如蜂群般的殖民队伍开垦大地,难道不归结为同等性质的恩泽吗?尤为显著的是,如今所有人皆得以自由劳作,并凭借这些资源更加从容地安排生计。 继而承接的,乃是如我所见久为众人所期盼的演说篇章,亦即那些伴随险阻的赫赫战功;我唯恐对于演说者而言,述说这些功绩所蕴含的凶险,竟甚于当年城邦付诸实施这些事迹时的危难。尽管如此,亦必须论及于此。

语法注3 条
  1. 114οὗ νῦν ἐφθεγξάμην

    受比较级 βέλτιον 支配的关系代词引缩(attraction)。比较属格的先行词 τούτου 被省略,本应作谓语动词 ἐφθεγξάμην 的直接宾格 ὅ 的关系代词,被吸引同化为所省略之先行词的属格 οὗ。

  2. 115καὶ εἰς νέους Ἕλληνας τελοῦσι

    惯用习语 τελέω εἰς(后接宾格),意为“列于……阶层/行列之中”或“归属于……”。此处指雅典人虽为全希腊最古老者(πρεσβύτατοι),却又因拓殖伟业在诸多方面被算作年轻希腊诸邦之列,兼具古老与常新的双重特征。

  3. 115δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων

    由 δέδοικα μή 引出的顾虑从句。不定式 εἰπεῖν 为说明/限定性不定式,修饰 κίνδυνον ἔχωσιν(在述说上有危险)。比较结构 μᾶλλον ἤ 将 τῷ λέγοντι... εἰπεῖν(演说者付诸言辞的危险)与 τῇ πόλει τῶν ἔργων(城邦当年付诸行动的危险)构成了修辞上的并列对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:114-115