- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:112-113
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞颂雅典始终如一地庇护来自希腊各邦的流亡难民,继而阐述其在阿波罗神谕指引下肃清海上贼寇、整饬航道,并将殖民城邦扩展至小亚细亚及全地以护卫并壮大希腊民族的功绩。
ἐσχάτοις ἀτυχήμασι καὶ πρὸ τούτων τοὺς ἐπὶ Θρᾴκης κακῶς πράξαντας δύο καὶ τριάκοντα πόλεων ὅσον λοιπὸν,1 τοὺς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου καὶ πανταχόθεν τίς ἂν ἐξαριθμήσειεν; οἶμαι μὲν οὐδὲ τοὺς ἐκ τῶν νήσων μόνον εἶναι ῥᾴδιον. μόνη γὰρ ὡς εἰπεῖν διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη πᾶσι περιτρέπειν τὰς συμφορὰς ἐπὶ θάτερα, καὶ τὴν παροιμίαν ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράξαντος,2 ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. οὐδʼ εὖ μὲν πράττουσι κέχρηται, κακῶς δʼ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν, ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποίηκε,3 τοῖς πολλοῖς τὰ παρʼ αὑτῆς ἀγαθὰ προσθεῖσα καὶ ποιησαμένη κοινωνοὺς, ὧν ὅτε κάλλιστα ἔπραττον οὐδʼ ἐλπὶς ἦν αὐτοῖς. καὶ γάρ τοι πάντες ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς μίαν ταύτην ὁδὸν εἶδον τὴν δεῦρο φέρουσαν. καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων οὖσα τῷ δέχεσθαι τοὺς πανταχόθεν μᾶλλον ἢ τῷ προειληφέναι τῷ χρόνῳ τοῦ γένους ὡσπερεὶ πατρίς ἐστι καὶ ἑστία κοινή. καὶ τὴν ἐπιτηδειότητα τὴν πρὸς ἅπαντας οὐ μόνον οἷς αὐτὴ παρʼ αὑτῆς ἀπέστειλεν ἐδήλωσεν, ἀλλὰ καὶ τῷ τοὔδαφος παρέχειν τοῖς ἔξωθεν καταφεύγουσιν εἰς αὐτὴν καὶ προσίεσθαι πάντας ὡς μέρος αὐτῆς. ἓν μὲν οὖν τοῦτο τοιοῦτον καὶ τοσοῦτον εἶδος εὐεργεσίας τοῖς προϋπηργμένοις ἀκόλουθον· ἕτερον δʼ, ὃ καὶ τοῖς πράγμασίν ἐστιν ἐφεξῆς καὶ μεγέθους χάριν οὐ λείπεται, προσλαβοῦσα γὰρ τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν, ἑαυτῇ δὲ πατρῷον, τὸν Ἀπόλλω τὸν Πύθιον, ἐξήγαγε πανταχῆ γῆς τὸ Ἑλληνικὸν, τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει ποιουμένη. καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν, ἔοικα δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην ἀφεῖλε, τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς ἀναστήσασα, λέγω τὸ λῃστικὸν ἅπαν καὶ βαρβαρικὸν, καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν εἴσπλων ἀποχωρῆσαι. ἐξ ὧν ὁ τῶν νήσων κύκλος ᾠκίσθη βεβαίως καὶ διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν σύνδυο καὶ σύντρεις πόλεις, ὥσπερ ἐν ἠπείρῳ νήσου μιᾶς ἀμείβοντας ἔστιν οὗ· οὕτως εὖ κατεσκεύασε τὴν θάλατταν. πρὸς δὲ τούτοις τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε, τοὺς ἑσπερίους τόπους οἰκειουμένη καὶ πανταχόθεν τοὺς βαρβάρους ὥσπερ προβόλοις ἀνείργουσα· ὡς δʼ αὐτῇ διχόθεν κατεσκεύαστο ἡ τῆς Ἑλλάδος φρουρὰ καὶ συνεκέκλειστο ὥσπερ λιμέσι κλειστοῖς, οὕτως ἤδη καὶ μέχρι τῆς ὑπερορίας ᾔει διὰ τῆς θαλάττης, καὶ διεβίβαζεν εἰς τὴν Ἀσίαν τὰς πολλὰς καὶ μεγάλας ἀποικίας, συνάπτουσα τὴν γῆν ὡς μίαν οὖσαν τῇ φύσει, καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα, ἕως κατεσκεύασε τὸ ἐπὶ τῆς Ἀσίας ἀντίπρῳρον, εἰ οἷόν τʼ εἰπεῖν, Ἑλλάδι τῇ παλαιᾷ,4 μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλλησι, μέγα δʼ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοινὴν, ὡς ἔδειξεν ὁ μέλλων χρόνος. κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα οὐ μόνον τῷ πλήθει καὶ ἅμα καιρίῳ τῆς χώρας, ἀλλὰ καὶ τῷ δεῖξαι τὴν ὁμόνοιαν ὅσων καὶ οἵων ἀγαθῶν αἰτία γίγνεται. ταύτης δὲ τοιαύτης ὥσπερ κρηπῖδος ἢ ῥίζης ὑποκειμένης ἐξεφοίτησαν καὶ διὰ πάσης ἤδη γῆς αἱ τῶν Ἑλλήνων ἀποικίαι. τοῖς γὰρ πεμφθεῖσι καὶ κρατήσασιν ἔρως ἐμπίπτει μιμήσασθαι τὴν μητρόπολιν. καὶ διαλαβόντες ᾤκιζον τὴν γῆν, ἐκτείνοντες ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος, ἕως ἐξεπλήρωσαν ἅπαν τὸ δεχόμενον. καὶ νῦν ἐπʼ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ὑμετέρων παίδων παῖδες οἰκοῦσιν, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δʼ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. ὥστʼ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶ
当底比斯人再次遭遇极度厄运之时,本邦予以接纳;而在此之前,在色雷斯战事中罹难的三十二座城邑的幸存遗民,以及来自科林斯、萨索斯、拜占庭和四面八方投奔而来的人,又有谁能尽数其数呢?我想,单单是来自各海岛的人,要清点出来也非易事。盖因本邦可以说独一无二地始终与万人的厄运转战相抗,竭力将众人的灾厄逆转为福分,甚至改写了那句古谚:本邦并未表明“友人遭难时当避而远之”,反而在不幸之中,将许多昔日的仇敌化为了挚友。本邦既不曾唯在众人顺遂时相交、落魄时相弃,依运势盛衰来裁量仁爱之心,反倒将他们厄运之时化为获福之机,将自身的福祉加诸大众,使他们得以共享在鼎盛之年亦未敢奢望的恩惠。因此,万人在一切困厄之际,皆认定通向此地的道路是唯一的出路。本邦作为希腊诸邑中最古老者,与其说是因族系渊源在时间上的先驱,不如说是因收容四方之客而成为全希腊共同的故土与共同的火塘。本邦对万人之善意,不仅通过自身从本土送出之物昭示于世,亦通过将疆土提供给外来流亡者、将众人视同己出予以接纳而展现无遗。 凡此实为承继前恩、如此卓越且宏大的又一种恩泽形式。而另一种恩德,不仅在事势次序上紧随其后,就其崇高宏大而言亦毫不逊色:本邦得蒙全希腊公认的指路神明、亦即自身的先祖之神皮托阿波罗的相助,引领希腊部族遍布全地,使之既成为全族的屏障,又成为部族的扩充。本邦首先荡平了环绕四周的沧海——尽管我谈及的未必是最初的伟绩——仿佛拭去了希腊眼目的积翳,驱除了踞于门庭前的侵扰者,亦即一切海盗与蛮族之流,迫使他们远离希腊海岸与航道港口。由此,环岛列屿得以稳固聚居,人们航行于爱琴海最为温和的水域之上,在某些地方便如同置身大陆一般巡历同一座岛屿上的两三座城邑;本邦将海疆整治得如此完备。此外,本邦殖民了毗邻伯罗奔尼撒的列岛,绥抚西方之地,如同构筑防波巨石般从各方抵御蛮族。当希腊在东西两侧皆构筑起防线,宛如闭锁的港湾般周全无虞之时,本邦旋即跨海越境,向小亚细亚输送了大批庞大的殖民城邦,将这片土地联结为自然本为一体之物,使希腊对岸不再隔绝,直至在亚细亚建起宛如直面古希腊的相对船首与前哨,极大地扩充了希腊人的版图与实力,并为共同的安全展示了远见卓识,正如后世所印证的那样。本邦不仅以土地之广袤与战略之要冲,更以昭示和睦能带来何其丰盛美善之福,为希腊本土与殖民部族双方赋予了最壮丽的华章。正因奠定了如此的基石与根脉,希腊人的殖民地随后遍及普天之下。盖因那些被遣出且克敌制胜之人,心中涌起了效法母邦的炽热渴望。他们划分土地并建立殖民地,宛如将希腊的规度不断向外拓展,直至充斥了所有容纳之地。而今,在天涯海角的两端皆居住着你们子子孙孙的后裔,一脉从马萨利亚延伸至加代拉,另一脉则散居于塔奈斯河与湖泽沿岸。因此,当我听闻当世诸城夸耀自身的浮华、自命不凡若享殊荣之时,我不禁哑然失笑;因为每当我深思审度,便发现是由你们的城邦将大地与
- 112ὅσον λοιπὸν
对格限定短语,与前文作宾语的名词短语(τοὺς ... κακῶς πράξαντας)同格,意为“[三十二座城邑中]余留下的所有人”。
- 112οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράξαντος
化用了“朋友落魄时当避而远之”的世俗谚语。φίλου κακῶς πράξαντος 为属格独立结构(“当友人遭逢厄运时”),不定词短语 ἐκποδὼν εἶναι 则充当 κατέδειξε 的补足语。
- 112τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποίηκε
双宾语结构的变体或同一名词的承前省略:τοὺς τοῦ δυστυχεῖν καιρούς 为直接宾语(对格),冠词加不定词属格 τοῦ πράττειν εὖ 充当谓语补足语,意即“将厄运之时变成了获福[之时]”。
- 113ἀντίπρῳρον, εἰ οἷόν τʼ εἰπεῖν, Ἑλλάδι τῇ παλαιᾷ
航海术语的比喻用法。形容词 ἀντίπρῳρος(船首相对的)作中性名词化使用,受接头词 ἀντί- 支配,其补足成分 Ἑλλάδι τῇ παλαιᾷ 为与格,意为“与古希腊相对峙朝向的船首前哨”。
