- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:110-111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者从雅典庇护赫拉克勒斯后嗣切入,赞颂雅典历来作为全希腊受难者的共同祖国,相继救助收留墨塞尼亚人、普拉提亚人及底比斯人等城邦与部族的辉煌历史。
πάλαι κοινωνὸν ἦγεν, ἀφʼ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ· καὶ ἃ μὲν κατειργάσατο μετʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι· τὴν δʼ οὖν ἐπιτροπὴν οὕτω λαμπρὰν αὐτῶν ἐποιήσατο ὥστʼ αὐτοῖς τὴν συμφορὰν λυσιτελῆσαι. οὐ γὰρ τὴν ὀρφανίαν μόνον ἄδηλον κατέστησεν, ἀντὶ τοῦ πατρὸς αὐτοῖς γενομένη, ἀλλὰ καὶ ὡς πατρόθεν εὐεργέτας τῶν ἀνθρώπων οὕτως ἐτίμησε, τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰκουμένων ἐν τῇ χώρᾳ, πρώτους δὲ θρέψασα δημοσίᾳ, πατρὸς εὐεργέτου παῖδας, ὥσπερ οὓς ὕστερον τῶν ἐν τῷ πολέμῳ τελευτησάντων τρέφειν ἐνόμισε. καὶ μέντοι καὶ τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ· τῶν γὰρ ὑπηργμένων ἀξίους εὗρεν· ἡ δʼ ἐκείνων ὁδὸς τὸ δεῦρο κοινὴ πάντων ὕστερον τῶν ἐκπιπτόντων ἐγένετο, μᾶλλον δὲ ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον. ἅπασι γὰρ ἡ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς, καὶ πάντες ἐπὶ δυοῖν ὁρμεῖν1 ἔδοξαν οἱ Ἕλληνες ἀληθῆ νομίσαντες, ἰδίᾳ μὲν ἕκαστοι τὴν ἀρχαίαν, κοινὴν δʼ ἅπαντες ταύτην προσονομάζοντες πατρίδα, καὶ τὴν μὲν προτέραν δευτέραν, τὴν δὲ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει. τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὑτοῖς εἶναι καὶ λυσιτελεστέραν, ὅσῳ μᾶλλον ἀνάλωτον καὶ ὡς ἀληθῶς ἱερὰν καὶ μετὰ τῆς πείρας ἔγνωσαν, ὀρθῶς βουλευόμενοι, τοῦτο μὲν οἱ περὶ Θήβας ἀτυχήσαντες καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες, τοῦτο δὲ Θετταλῶν οἱ ταύτῃ τραπόμενοι καὶ Ταναγραίων οἱ μεταστάντες, Δωριέων Πελοποννήσου κρατησάντων, ὑπὸ τῶν εἰξάντων ἀναστάντες· οὗτοι δʼ ἦσαν Ἰωνία πάντες. τὸ δʼ αὐτὸ πρὸς τοὺς ἀπʼ ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θʼ ἑσπερίου καὶ τοῦ ἑώου. καὶ γὰρ καὶ τούτους κἀκείνους ἐν ταῖς ἀνάγκαις ὑπεδέξατο. ἔστι δʼ ἃ καὶ παντάπασιν ἐκκεχωρηκότα νῦν γένη τῶν Ἑλλήνων καταφεύγοντα εἰς αὐτὴν ἀνέλαβεν, ὥσπερ Δρύοπας καὶ Πελασγούς· ὧν ἔτι καὶ νῦν σημεῖα τῆς σωτηρίας λείπεται. αἱ γὰρ ἀπʼ αὐτῶν ἐπωνυμίαι σύμβολον οὖσαι τῆς οἰκήσεως αὐτῶν ἅμα καὶ τῆς σωτηρίας εἰσίν. οὕτω δʼ ἐκ παλαιοῦ πᾶσιν ἑαυτὴν δοῦσα διετήρησεν ὥσπερ νόμον εἰς τέλος τὴν γνώμην, καὶ διεξῆλθε διὰ πάντων τῶν Ἑλληνικῶν καιρῶν, ἅπασι τὰς πύλας ὑπανοίγουσα τοῖς ἐκ τῶν πολέμων, ἢ κατὰ στάσιν, ἢ κατʼ ἄλλην τινὰ φεύγουσι τύχην πόρρωθεν προκηρύττουσα θαρρεῖν, ὡς οὐδεὶς ἔσται τῶν Ἑλλήνων ἄπολις, ἕως ἂν ἡ τῶν Ἀθηναίων ᾖ πόλις, ἀλλʼ ἢ πατρίδα μεταλλάξουσιν2 οἷς συμβαίνει. μιᾶς μέν γε τῶν τριῶν ἐν Πελοποννήσῳ μοιρῶν διαφθαρείσης τῆς Μεσσηνίων μόνη διετήρησε τοὺς λοιποὺς αὐτῶν, δεξαμένη τε καὶ σκεψαμένη τόπους ἐν οἷς ἔμελλον ἱδρύσεσθαι. καὶ νῦν εἰσὶ Μεσσήνιοι διὰ τὴν πόλιν. αὖθις δὲ τοῦ περὶ Βοιωτίαν πάθους συμβάντος καὶ τῆς παρασχούσης ποθʼ αὑτὴν ἐνευτυχῆσαι τοῖς Ἕλλησι πόλεως3 ἀπροσδοκήτως καὶ παρʼ ἀξίαν ἀναιρεθείσης, οὐδένες εἰς τὴν χρείαν ἀπεμνημόνευσαν οὐδʼ ἐπεκούφισαν, ἀλλὰ τὸ μὲν τῶν ἄλλων μέρος ἐξήκει τὸ Πλαταιέων γένος, ἡ δὲ πόλις μετὰ καλοῦ τοῦ σχήματος τὴν δυστυχίαν ἐπηνώρθωσεν αὐτοῖς, Ἀθηναίους ἀντὶ Πλαταιέων ἀποφήνασα καὶ φυλάξασα τῷ τόπῳ τὸ μνημεῖον, ὥσπερ εἰκὸς ἦν τὴν κοινῇ τότε πάντων προστᾶσαν· τοὺς δὲ πταίσαντας τῶν ἐκεῖ φανερῶν ἀνώρθωσε. πάλιν τοίνυν Θηβαίων κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένων ἐδέξατο τὸν δῆμον καὶ διέτριβον οἱ φεύγοντες ὡς Ἀθηναῖοι τὸν χρόνον τοῦτον, ἕως ἔμελλον διὰ τῆς πόλεως αὖθις κομιεῖσθαι τὴν ἑαυτῶν. αὖθις αὖ Πλαταιέας δεύτερον ἐξοικισθέντας καὶ Θεσπιέας ἅμα ἐκείνοις δέχεται πανοικησίᾳ. καὶ πάλιν Θηβαίους ἐπὶ τοῖς
盖因本邦早已将他视为同道中人,自打看出他与本邦秉持相同志向之时起便是如此;至于本邦与他的子嗣一道并为了他们所建立的功业,理当在演说的另一部分中阐明。无论如何,本邦对他们施加了如此卓绝的监护,以至于他们的厄运反倒成了幸事。因为本邦不仅代行父职,消除了他们的丧父之痛,更将他们视为承袭父辈余荫的人类恩人予以尊崇,将当时国内已有人居住的城邑分出四座赐予他们定居,并率先以公费抚养他们作为大恩人之子,正如同后来立例抚养阵亡将士遗孤一样。而且本邦确实为自身收到了相称的抚育报偿,因为本邦发现他们配得上此前的恩德。而他们前往此地的道路,后来成了所有被逐者共同的途径;或者更确切地说,他们投奔而来,亦是步了前人许多例证的后尘。因为本邦从一开始便将自身作为公有的依靠提供给一切困窘之人,而全希腊人似乎皆作出了正确的决断,如同系于双锚之上:各自私下将旧邦称为故土,却全体将本邦公认为共同的祖国,且在实际效能上将前者居次、将后者居首。因为根据亲身经历与明智判断,他们深知本邦对于他们而言愈加坚固、愈加有益,正因它愈发难以攻破且确凿神圣:在底比斯附近遭遇不测并被逐出全波奥提亚之人如此,转向本邦而来的色萨利人、以及在多利安人征服伯罗奔尼撒时被屈服者赶出家园的塔纳格拉难民亦是如此;而这些人后来全都成了爱奥尼亚。对于来自东西两面海岸的人,本邦亦同样相待;盖因无论前者还是后者,在危急关头本邦皆予接纳。 甚至如今已彻底湮灭无存的某些希腊族群,在逃奔本邦时亦蒙收留,如德律俄珀斯人与珀拉斯戈伊人;至今仍留存着他们获救的痕迹,因为由他们演变而来的地名,既是他们在此定居的标识,同时亦是得救的明证。如此自古以来舍己济众的本邦,将这一心志如法律般坚守到底,度过了全希腊所有的危难时期;凡因战乱、党争或任何其他厄运流亡之人,本邦皆为其开启城门,并在远方即发出宣告让他们鼓起勇气:只要雅典人的城邦存在,希腊人便无一人会沦为无邦之人,遭遇变故者不过是换了一个祖国而已。就以伯罗奔尼撒三部之一的墨塞尼亚人覆亡为例,本邦独力保全了他们的幸存者,既接纳他们,又为他们勘定安身定居之所。墨塞尼亚人今日尚能存世,全赖本邦之赐。后来波奥提亚灾难发生,那座曾献出自身令全希腊人赢得大捷的城邦遭到出人意料且不应承受的毁灭,在危难之际却无人顾念昔日恩义,亦无人施以援手;若按旁人所为,普拉提亚部族本已灭绝,但本邦以崇高的体面为他们扭转了不幸,宣称他们为雅典人而非普拉提亚人,并为该地保留了纪念丰碑,正合乎当年作为全希腊公认统帅之邦的身份;本邦又重新扶起了当地显贵中的受挫之人。其后,当底比斯人遭受拉栖代梦守军蹂躏之时,本邦再次接纳其平民,流亡者在此期间便以雅典人身份生活,直至通过本邦最终收复自己的故土。此后,当普拉提亚人第二次遭放逐时,本邦又举家收留了他们以及同行的忒斯庇埃人。再后来,底比斯人在……
- 110ἐπὶ δυοῖν ὁρμεῖν
“系于双锚之上”为古希腊航海谚语,比喻在危难中拥有双重保障或退路。此处指希腊人在各自的原籍城邦之外,皆以雅典作为公共的安全避难所。分词短语 ἀληθῆ νομίσαντες(“认为此为真理/基于正确的认识”)充当状语以补充说明理由。
- 111ἀλλʼ ἢ πατρίδα μεταλλάξουσιν
在否定句 οὐδεὶς ἔσται τῶν Ἑλλήνων ἄπολις(“希腊人中将无一人失去城邦”)之后承接习惯用法 ἀλλʼ ἤ,意为“除非/只不过是……而已”。该结构构成逻辑上的排他性限定,强调流亡者并未真正失去国家,而只是换了一个祖国。
- 111τῆς παρασχούσης ποθʼ αὑτὴν ἐνευτυχῆσαι τοῖς Ἕλλησι πόλεως
属格独立结构的主语部分。定冠词 τῆς 与 πόλεως 之间夹入限定分词短语,指代普拉提亚城。不定词 ἐνευτυχῆσαι 意为“在……中得享胜利/好运”,在此借代指波希战争中希腊联军在此赢得普拉提亚战役大捷的光辉历史,无需点出城名读者亦自明。
