← 阿里斯·台德斯

泛雅典娜节演说

§108-109

俄瑞斯忒斯获释与雅典庇护赫拉克勒斯后嗣

演说者在赞颂阿瑞斯山法庭公正庄严的裁判及对俄瑞斯忒斯的救助后,转而论述雅典人庇护四方流亡与不幸者的仁爱传统,尤以首倡崇奉赫拉克勒斯为神及庇护其后嗣之功业为典型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§108

οὗτος ὁ χῶρος ὥσπερ ἀνιέναι δοκεῖ τὴν τοῦ δικαίου γνῶσιν ἐναργῆ καὶ τῆς παρὰ τοῖς θεοῖς ὡς δυνατὸν ἐγγυτάτω. καὶ τοσούτῳ τετίμηται παρὰ πάντων τῷ συγκεχωρηκότι,1 ὥσθʼ οἱ μὲν ἡττώμενοι στέργουσιν ὁμοίως τοῖς κεκρατηκόσιν, ἀρχαὶ δὲ πᾶσαι καὶ συνέδρια τά τε ἄλλα καὶ τὸ μέγιστον ὁ δῆμος πάντες ἰδιῶται πρὸς τὰς ἐν τούτῳ τῷ τόπῳ δίκας εἰσὶν εἴκοντες. καὶ μεταβολὴ τοῦ χωρίου τούτου μόνου ἤδη σχεδὸν οὐχ ἥψατο, οἷα δὴ τὰ ἀνθρώπινα, ἀλλʼ ὥσπερ ἀγωνιστήριον τοῖς θεοῖς ἀνεῖται καὶ οἷς ἐξ ἐκείνου καθήκει καὶ πάντες παράδειγμα δικαιοσύνης νομίζοντες οὕτω τιμῶσιν αἰδοῖ τῶν θεῶν. ἑτέρα δὲ γίγνεται κρίσις ὕστερον μικτὴ τοῖς ἀγωνισταῖς, θεία δὲ καὶ αὕτη τοῖς δικασταῖς, ἣν ἀγωνίζεται τῶν Πελοπιδῶν ἀνὴρ δυστυχῶν πρὸς τὰς νῦν προσοίκους τῷ τόπῳ θεὰς σεμνὰς, καταφυγὼν καὶ δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν, ὡς ἐνταῦθα εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν,2 καὶ τυχὼν τῆς θεοῦ τῶν μανιῶν ἀπαλλάττεται. περὶ μὲν δὴ γένους καὶ τροφῆς καὶ τῆς ἐκ θεῶν τιμῆς καὶ τῶν δωρεῶν, ἃς αὐτοί τε εὕροντο καὶ τοῖς ἄλλοις ἔνειμαν, εἴρηται, τῶν μὲν πραγμάτων ἴσως ἧττον, οὐχ ἧττον δὲ ἢ τοῖς πρὸ ἡμῶν. νῦν δὲ παντοδαπῶν ἐπιόντων ἀκόλουθον ἴσως ἐστὶ λέγειν ὧν μέρος ἐγγέγραπται τοῖς εἰρημένοις, ὅσῃ τινὶ καὶ οἵᾳ τῇ περιουσίᾳ τῆς φιλανθρωπίας εἰς ἅπαντας ἐχρήσαντο καὶ ὅπως εἰς τὸ κοινὸν ἐπολιτεύσαντο. ἄνειμι δὲ κἀνταῦθα μικρόν. ὥσπερ γὰρ τοῖς θεοῖς οὐκ ἀπέχρησε διʼ ἑνός τινος τρόπου τὴν εὔνοιαν ἐνδείξασθαι τῇ πόλει, οὕτως οὐδʼ ἐκεῖνοι τοῦ σίτου τὴν κοινωνίαν τοῖς ἀνθρώποις ἔκριναν ἐξαρκεῖν, ἀλλʼ ὁδῷ προῄεσαν αὔξοντες τὴν φιλοτιμίαν, ὥσπερ οἱ τὰ σπέρματα. μεγίστη δὲ καὶ κοινοτάτη τῶν εὐεργεσιῶν ἡ τῶν πανταχόθεν δυστυχούντων ὑποδοχὴ καὶ παραμυθία. οὐ γάρ ἐστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν, οὐδʼ ἄοικον ἐπὶ καιρῶν, ἀλλὰ καὶ πόλεις καὶ ἔθνη μετελήλυθεν εἰς αὐτὴν καὶ καταπέφευγε, καὶ κατʼ ἄνδρα σχεδὸν οἱ γνωριμώτατοι, ὧν ἁπάντων μὲν ἀμήχανον καὶ μνημονεῦσαι πρῶτον καὶ τῆς μνήμης τοὺς λόγους συμμέτρους ἀποδοῦναι, μὴ ὅτι τῶν ἰδίᾳ λέγω μεταστάντων κατὰ συμφορὰς, ἀλλʼ οὐδὲ τῶν κοινῇ·3 ἃ δʼ ἐστὶ τῶν παλαιῶν ἐντιμότατα καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι, Ἡρακλέους ἀπελθόντος ἐξ ἀνθρώπων ἡ μὲν πόλις καὶ νεὼς καὶ βωμοὺς ἱδρύεται πρώτη, καθάπερ καὶ πρόσθεν τοῖς μυστηρίοις ἐτίμησε πρῶτον ξένων. καὶ διατελεῖ δὴ θεὸς ὢν καὶ δοκῶν ἐξ ἐκείνου. οὐ γὰρ μόνον τοὺς πρεσβυτάτους ἄρα τῶν θεῶν ἦρξε τιμᾶν, καὶ ταῦτα διαφερόντως καὶ ὑπὲρ πάντας τοὺς ἀκολουθήσαντας, ἀλλὰ καὶ τοὺς ἐπήλυδας αὕτη μετὰ τῶν ἄλλων θεῶν ἐνέκρινεν, ὥσπερ συμπολιτευομένη τοῖς θεοῖς· ἅμα γὰρ ἐκεῖνοί τε ἐδέχοντο καὶ ταύτην οὐκ ἐλελήθει, ἀλλʼ ἐξηγεῖτο τοῖς ἄλλοις ἀνθρώποις καὶ ἀνεκήρυττεν, ὥστε ἀπέφηνε τούς τε Θηβαίους ὀλίγον τῇ φύσει προσήκοντας αὐτῷ, κατὰ ταὐτὰ δὲ καὶ τοὺς ἄλλους οἷς τι μέτεστιν ὡς οἰκείοις ἐκείνου μνήμης. μόνη γὰρ οἶδε τίνων ἦν ἄξιος. αὐτῷ μὲν δὴ ταύτην ἀποδεδώκει τὴν χάριν, διʼ ἣν καὶ ὅσων παρὰ τῶν ἄλλων ἔτυχεν Ἡρακλῆς ἁπάσας τῆς πόλεως χάριτας δικαίως ἄν τις λέγοι· ταύτην γὰρ ἅπαντες μιμησάμενοι τὰ δίκαια συνωμολόγησαν. Εὐρυσθέως δʼ ἐλάσαντος μὲν ἐκ Πελοποννήσου τοὺς παῖδας αὐτοῦ, προσθέντος δὲ ἑτέραν ἀγνωμοσύνην ἔτι μείζω καὶ δεινοτέραν, τὸ μηδὲ τῶν ἄλλων πόλεων μηδεμίαν δέχεσθαι προκηρῦξαι, καὶ τὰ ἔσχατα ἀπειλήσαντος, οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον, βοηθεῖν δὲ οὐκ εἶχον· ἡ πόλις δὲ ὑπεδέξατο μόνη τῶν πάντων, μισήσασα μᾶλλον τὰς ἀπειλὰς ἢ φοβηθεῖσα, καὶ τὴν προστασίαν, ἣν ἁπάντων ἀνθρώπων Ἡρακλῆς ἔσχε, ταύτην αὐτὴ τοῖς ἐκείνου παισὶν ὥσπερ τινὰ ἐράνου φορὰν4 διεσώσατο· εἰκότως. καὶ γὰρ ἐκείνῳ τῶν πλείστων διὰ Θησέως συνεπείληπτο, καὶ

此地宛如自发地喷涌出对正义的洞见,明晰且尽可能地接近众神之中的洞见。而且它受到所有人如此一致公认的顺服与尊崇,以至于败诉者与胜诉者同样心悦诚服,一切官职、其他评议会以及其中至大者——公民大会,在这一场所举行的审判面前全都俯首退让,化为私人身份。世事多变乃人之常情,而唯独此地几乎未受变故之侵扰,反而被奉为专属于众神及自此以后权责所归者的裁判之所;所有人都将其视为正义的典范,出于对众神的敬畏而如此尊奉它。后来又发生了一场当事者神人杂糅、而裁判官在此案中同样皆为神明的第二场审判:珀罗普斯后裔中一位不幸之人与如今定居于该地近旁的庄严女神们对簿公堂,他逃奔而来,宛如向城邦提出上诉,深信正义的仁爱纵有所在,必在这一城邦;他在获得女神的恩佑后,终于摆脱了疯癫狂乱。 关于先民的出身、抚育、来自神明的尊崇,以及他们自身发明并分施给他人的恩赐,已然述毕;其详尽程度虽或不及功业本身之宏大,却决不逊于前人的论述。如今诸般论题纷至沓来,或许理当顺势阐述已在前面论述中提及一部分的内容:他们以何等广大与卓越的丰沛仁爱对待普天下之人,以及他们如何为了公共利益推行政事。在此我亦当稍作追溯。盖因众神既不满足于仅以一种方式向城邦展现善意,同样,先民亦不认为与人类分享谷物便已足够,而是步步推进,增扩其崇高的抱负,正如农人倍增其种籽。在他们诸多善行中,至大且最为普遍者,莫过于接纳并抚慰来自四面八方的不幸之人。盖因全希腊各部族几乎没有一个未曾亲历本邦之庇佑,亦无任何部族在危难之际沦于无家可归;反之,不仅整座整座的城邦与部族迁徙并逃难至此,若按个人而论,名望最显赫之士几乎皆曾来投。要首先一一提及这所有人,并献上与其记忆相当的言辞,乃是人力所不能及的,莫说因灾难而以个人身份迁来者,甚至连集体迁徙者亦无法悉数罗列。然而,在古老事迹中至为崇高、且宛如众人乐于讲述之开端者乃是:当赫拉克勒斯离开尘世之时,本邦率先为他建立了神庙与祭坛,正如早先将他作为外邦人中的第一人以秘仪加以礼敬一样。自此以后,他便始终作为神明存在,并被公认为神明。本邦不仅首开尊奉最古老神明之先河,且其虔敬卓异非凡,超越了所有后继之人,更将新进升格之神与其他神明并列接纳,宛如与众神共掌公民权;盖因众神接纳赫拉克勒斯之时,此事并未瞒过本邦,反由本邦向其余凡人阐释并宣告,以致昭明底比斯人依血缘与他所具的干系不过微乎其微,而其他作为其亲属多少分享其纪念之人亦复如是。盖因唯有本邦深知他配得何等尊荣。本邦已向他报答了这重恩德,因着这重恩德,人们完全有理由说,赫拉克勒斯从其他人那里获得的一切荣宠,皆是本邦的恩德所致;盖因所有人皆因仿效本邦而认同了当行之义。当欧律斯透斯将他的子嗣驱逐出伯罗奔尼撒,并变本加厉地加上另一件更大更凶狠的暴虐之举——通令其他任何城邦皆不得接纳他们,并以最惨重的后果相威胁时,其余所有人虽感愤慨,却无力相助;唯独本邦在普天之下接纳了他们,因本邦憎恶暴虐的威胁甚于畏惧其威势;本邦宛如清偿互助钱款一般,亲自为赫拉克勒斯的子嗣捍卫了赫拉克勒斯生前对全人类所施行的庇护;此举实属理所当然。盖因在他大多数伟业中,本邦曾通过忒修斯鼎力相助,而且

语法注4 条
  1. 108τῷ συγκεχωρηκότι

    中性单数完成时分词的名词化用法,意为“公认之事”、“顺从让步”。它与前面的与格指示代词 τοσούτῳ 相呼应,充当原因或方面与格(“以如此所有人一致公认的顺服”)。

  2. 108ὡς ἐνταῦθα εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν

    由 ὡς 引导的独立宾格结构(τὴν... φιλανθρωπίαν οὖσαν),用以表达动作主语(俄瑞斯忒斯)的主观动机或信念;其中插入了简略的条件短语 εἴπερ που(“若有所在的话”)。

  3. 109μὴ ὅτι τῶν ἰδίᾳ λέγω μεταστάντων κατὰ συμφορὰς, ἀλλʼ οὐδὲ τῶν κοινῇ

    带有插入动词 λέγω 的否定惯用表达 μὴ ὅτι(“姑且不说……”、“不仅……”)。它接续属格分词短语 τῶν... μεταστάντων(受前文 μνημονεῦσαι 或 τοὺς λόγους... ἀποδοῦναι 支配),并与后文的 ἀλλʼ οὐδέ(“甚至连……也不”)相呼应,构成层递式强调。

  4. 109ὥσπερ τινὰ ἐράνου φορὰν

    源自公民日常互助习惯的隐喻性表达:ἔρανος(互助会、互助借款)与 φορά(出资、分摊交付款项)。该宾格短语作动词 διεσώσατο 之宾语 τὴν προστασίαν 的同位语(或比喻性补足成分),意指城邦救助赫拉克勒斯的子嗣,犹如偿还其生前庇护全人类所结下的互助钱款。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:108-109