- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:106-107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者在总结了雅典先民的德行后,继而阐述众神赐予城邦的殊荣:雅典娜与波塞冬对卫城的争执、雅典娜对法度与兵车武艺的传授,以及众神在此受审并确立阿瑞斯山法庭之始末。
μὲν παῖδες, θεῶν δὲ καὶ τρόφιμοι, πρόγονοι δὲ τοῦ κοινοῦ βίου πᾶσιν ἀνθρώποις; οἳ μετὰ τοιαύτην τιμὴν παρὰ τῶν θεῶν αὐτοῖς ὑπάρξασαν ἄλλα καλλίω τοῖς ἐξ ἑαυτῶν εἰς φιλοτιμίαν κατέλιπον, τοιοῦτοι μὲν πρὸς τοὺς δόντας θεοὺς γενόμενοι, οὕτω δʼ αὖ καὶ τοῖς ἄλλοις ὁμιλήσαντες ἀνθρώποις. καὶ τοῦτο μὲν ἐνταυθοῖ λῆξαν τελέως ἡμῖν διήνυσται, τὰ δʼ ἐντεῦθεν ὥσπερ ὁδοῦ διττὰ φέρει καὶ πλείω τμήματα τοῖς μὲν εἰρημένοις ἕκαστον ἐφεξῆς, ἐν μέρει δʼ εἰπεῖν, εἰ σώζοντα ἐν ἀλλήλοις τὴν διαδοχὴν, οὔπω δῆλον. κράτιστον δʼ ἴσως περὶ τῶν θείων πρῶτον διεξελθεῖν, εἶθʼ οὕτως καὶ περὶ τῆς ἄλλης ἐκείνων ἀρετῆς διαλέγεσθαι· ἔτι δʼ ὧν καθʼ αὑτούς τε καὶ ἐν κοινωνίαις εἰργάσαντο οἱ καθʼ ἑκάστους ἀεὶ τοὺς χρόνους. μικρὸν δὲ ἀναλήψομαι· οὐ γὰρ μόνον οἷς εἶπον ἐτίμησαν οἱ θεοὶ τὴν γῆν ὑμῖν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις μεγάλοις, μεγίστῳ δὲ, ὃ καὶ μόνον εἰπεῖν ἴσως ἐξήρκει· περὶ γὰρ μόνης ταύτης τῶν ὑφʼ ἡλίῳ πόλεων ἤρισαν καὶ καταλαμβάνουσι τὴν ἀκρόπολιν ὥσπερ ἐπὶ μοναρχίᾳ σχεδὸν ὡς εἰπεῖν οἱ πρῶτοι τῶν θεῶν. ταύτης δὲ τῆς τιμῆς οὐχ ἥττω τὴν δευτέραν ἐπεδείξαντο, ἐπιτρέψαντες δικασταῖς καὶ κριταῖς αὐτοῖς τοῖς τότε τὴν χώραν ἔχουσι, νομίσαντες χάριεν καὶ κοῦφον ἐπʼ ἀμφότερα ἐν τοῖς παιδικοῖς κριθῆναι.1 φανέντων δὲ τῶν συμβόλων ἑκατέρωθεν, τοῦ τε ῥοθίου καὶ τοῦ θαλλοῦ, νικᾷ μὲν Ἀθηνᾶ καὶ καταδείκνυσι τὸν θαλλὸν νίκης εἶναι σύμβολον, Ποσειδῶν δὲ ὑπεχώρησε μὲν, οὐ μὴν κατέλυσε τὸν ἔρωτα. τῆς δὲ παρʼ ἀμφοτέρων σπουδῆς τε καὶ τιμῆς οὐκ ἐλάττω σημεῖα τὰ δεύτερα· ἡ μὲν γὰρ σοφίᾳ νικᾶν ἔδωκε τῇ πόλει, ὁ δὲ ταῖς ναυμαχίαις οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικᾶν, ἀλλὰ καὶ τοὺς τῶν αὐτῶν μετασχόντας, οἶμαι δὲ καὶ οἷς ὅλως ἀγῶνες καὶ νῖκαι ναυτικαὶ γεγόνασιν. ἀλλʼ ὁ μὲν περὶ τούτων ἐκδέχεται λόγος αὐτίκα. λαβοῦσα δὲ τὰς ψήφους ἡ θεὸς τὴν ἐπωνυμίαν τῇ πόλει δίδωσιν ὡς ἑαυτῆς οὔσῃ καὶ κατεσκευάσατο ὡς κτῆμα ἑαυτῆς, διαρκῆ πρὸς εἰρήνην τε καὶ πόλεμον, πρῶτον μὲν λόγους τε καὶ νόμων τάξιν καταδείξασα καὶ πολιτείαν δυναστείας ἀπηλλαγμένην. ἀφʼ ὧν μαθήματα πάντα εὑρέθη καὶ βίων παραδείγματα εἰσῆλθεν. αὖθις δὲ ὅπλων τε χρῆσιν διδάξασα καὶ κοσμήσασα πρώτους ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι, ἔτι δʼ ἵππων ἁμιλλητηρίων καὶ πολεμιστηρίων ἔφηνεν ὀχήματα· καὶ ζεύγνυσιν ἐν τῇδε τῇ γῇ πρῶτος ἀνθρώπων ὁ τῆσδε τῆς θεοῦ πάρεδρος ἅρμα τέλειον σὺν τῇ θεῷ καὶ φαίνει πᾶσι τὴν τελείαν ἱππικήν. ἐπὶ δὲ τούτοις χορεῖαι καὶ τελεταὶ καὶ πανηγύρεις ἐπεκράτησαν ἄλλαι διʼ ἄλλων θεῶν ἐπιδημίας. ταῖς γὰρ τιμαῖς τῶν θεῶν ἠκολούθει τὰ δῶρα διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν τὰ ἐπιβάλλοντα ἑκατέροις. οὐ μόνον δὲ ὑπὲρ τῆς πόλεως θεοὶ πρὸς ἀλλήλους ἤρισαν, ἀλλὰ καὶ ὧν ἤρισαν πρὸς ἀλλήλους ἐν τῇδε τῇ πόλει τὰς κρίσεις ἐποιήσαντο, πανταχόθεν πάντας ἀνθρώπους ἐπιστρέφοντες πρὸς τὴν πόλιν καὶ πάντων ἀρχὰς καὶ δείγματα βουλόμενοι καταθέσθαι παρʼ αὐτῇ, καθάπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἵνʼ ὥσπερ πανταχοῦ τῶν ἄκρων προδιδαξάντων καλῶς ἔχει τοῖς ζηλοῦσιν, οὕτω κἀκεῖνοι τέλειοι τὴν γιγνομένην ἀρετὴν ἀποβαῖεν, οἷς χρῆν ἑπόμενοι, καὶ μὴ μόνον τῶν πυρῶν καὶ κριθῶν εἴη τὰ σπέρματα αὐτοῖς, ἀλλὰ καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἁπάσης διαίτης τε καὶ πολιτείας ἐκ θεῶν αὐτοῖς εἴη τὰ σπέρματα. καὶ λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδὸς καὶ νικᾷ2 ἐν ἅπασι τοῖς θεοῖς καὶ τὴν ἐπωνυμίαν ὁ τόπος λαμβάνει τὴν αὐτὴν τοῦ τε συμβάντος σύμβολον καὶ δικαιοσύνης ὥσπερ ἄλλο τι μαρτύριον καὶ πίστιν εἰς ἀνθρώπους. οὐ γὰρ ἔστιν ὑπὲρ τὸν Ἄρειον πάγον οὐδὲν εὑρεῖν, εἴ τις ὑπερβολὴν ζητοίη. ἀλλʼ ὥσπερ τὰ ὕδατα ὅσα μαντικὰ καὶ πνεύματα αὐτόθεν ἰσχύει, οὕτως καὶ
子嗣、神明的养儿,以及全人类共同文明生活的始祖?他们在从神明那里获得如此殊荣之后,又为自己的后代留下了其他更为崇高的建功立业之由,皆因他们对待赐予恩泽的众神如此虔敬,对待其他凡人亦是这般相处。至此,这一论题告一段落,已由我们圆满讲完;而自此往后的道路,宛如分岔的路径一般展开为两条乃至更多的支脉,每一支脉皆顺接前述之意,但在逐一讲述时,它们彼此之间能否保持前后相继的脉络,尚不明朗。 或许最好先详述涉及神明之事,然后再以此论及他们其他的德行,进而论及历代先民独力作为或与人结盟时所立下的功业。但我当稍作追溯:众神用以尊崇你们这片土地的,不仅有我方才提及的诸事,更有许多其他重大恩赐,且有其中至大者——这至大之事或许单提一件便已足够:盖因在普天之下所有的城邦中,至尊的神明唯独为了本邦展开争夺,几乎可以说是为了争夺至高君权而进驻卫城。而在这份殊荣之外,他们展现了毫不逊色的第二重敬意,即将裁决权托付给当时掌管这片土地的居民作为仲裁者与审判官,他们认为在自己所钟爱的凡人面前接受裁断,无论偏向哪一端皆是优雅而轻松之举。当双方的信物——汹涌的海浪与橄榄枝——显现之时,雅典娜获胜,并昭示橄榄枝为胜利的象征;波塞冬虽退让,却并未断绝对此地的爱意。而来自双方的热忱与尊荣,其第二重表征亦同样重大:盖因雅典娜赐予城邦以智慧制胜之能,而波塞冬则赐予其在海战中不仅战胜对手,而且超越共同参与同样之事者,依我之见,更超越了所有曾经历海战并夺取海战胜利的人。然而,关于这些事的讨论旋即展开。女神在赢得投票之后,将自己的名字赐予城邦,视其为己所有,并将它建设为属于自己的财产,足可持久应对和平与战争;她率先昭示了演说之道与法律秩序,并建立了摆脱专权暴政的政制。由是,一切学问得以发明,诸般生活典范亦由此确立。继而,她传授了武器的使用,率先以我们如今为那位女神披挂的装束披挂先民,更展现了竞逐与作战所用的马车;在这片土地上,这位女神的伴从在女神协助下,在人类中率先驾驭了齐备的战车,并向所有人昭示了完备的骑乘驾驭之术。除此以外,合唱舞蹈、秘仪以及盛大节日,因不同神明的降临而相继确立并盛行。盖因神明的赐福伴随着对神明的崇奉,〔双方〕从同一源头施予并领受各自相宜之物。不仅众神为了城邦而相互争执,而且他们彼此争端之裁决,亦放在本邦中举行,他们以此将普天下凡人的目光引向本邦,意欲将万事的发端与榜样托付于此,宛如教导孩童的师长,好让正如在任何地方,若有最卓越者预先示教,仿效者便得获善果那样,他们也能在追随当从之道的过程中,在萌生的德性上趋于完备;使他们从神明那里得到的不仅是小麦与大麦的种籽,更是正义以及其他一切生活方式与政制的种籽。波塞冬曾为了其子而对阿瑞斯提出诉讼,阿瑞斯在众神面前获胜,而该地点亦获得了相同的名称,既是所发生之事的象征,亦宛如昭示于人类的正义之另一见证与担保。盖因若要寻求登峰造极之境,断无任何事物能凌驾于阿瑞斯山之上。然而,正如凡具预言之力的泉水与灵气皆直接源自其地而发力,同样
- 106ἐν τοῖς παιδικοῖς κριθῆναι
中性复数名词 παιδικά 此处作实体名词用,意为“心爱之人”、“宠儿”。指众神愿意在自己所垂青、钟爱的新生雅典人面前接受审断。语法上虽亦可作比喻义“在童稚之戏中”解释,但结合前后文众神对雅典先民特加青睐与信赖的语境,定为“在宠儿面前”最为恰切。
- 107λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδὸς καὶ νικᾷ
阴性冠词 τὴν 之后省略了意为“诉讼”的名词 δίκην;λαγχάνειν δίκην 为阿提卡法律专门用语,意为“对……提起诉讼”。此外,连词 καί 所引出的动词 νικᾷ 的主语并非前文的起诉者波塞冬,而是承前省略并转换为主语阿瑞斯(阿瑞斯胜诉并获赦免)。此处用典切合阿瑞斯山法庭的起源神话:波塞冬因其子哈利罗提奥斯被杀而起诉阿瑞斯,但阿瑞斯最终在众神法庭前胜诉。
