- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:104-105
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了大地孕育人类之后,与诸神共同赐予作物、牲畜与技艺以资养育,而雅典人并未独占天赐之福,反而通过神圣使节将生存资粮广被天下、教化万民的崇高功绩。
πρὸ αὐτοῦ βεβαιοῦν ἐφεξῆς ἀποδοῦναι.1 ἐπειδὴ γὰρ ἀνῆκεν ἡ χώρα τοὺς ἄνδρας, ἐκόσμει καὶ κατεσκεύαζε τὸν βίον αὐτοῖς, ἃ μητρὸς ἦν ἔργα ποιοῦσα, καὶ οὐ περιεῖδεν ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας, ἀλλʼ ἐκ τῶν αὐτῶν κόλπων ἐδωρεῖτο τὰ δεύτερα. καὶ γίγνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς πάσης τῆς οἰκουμένης ἐνταυθοῖ καὶ ὥσπερ ἐν θεωρίᾳ πάντα εἰς ἅμιλλαν κατέστη. ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονὰς, θεοὶ δὲ συμφέροντες παρεῖχον οἱ μὲν φυτὰ, οἱ δὲ σπέρματα, οἱ δὲ βοσκήματα, ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον2 καὶ παρέξειν τὴν σκέπην κοινὴν τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεὶ, τοῖς δὲ εἰς ὅσον ἐξικνεῖτο· τέχνας δὲ ἐπὶ τούτοις ἔφαινον τὰς μὲν πυρὶ συγκεραννύντες, τὰς δὲ καὶ πυρὸς χωρίς. καίτοι ταῦτα οὐ μόνον τοῦ πλήθους ἕνεκα τῶν ἐνταῦθα καὶ φύντων καὶ φανέντων φιλοτιμίαν ἔχει τῇ πόλει καὶ χάριν, ἀλλὰ καὶ τεκμήρια παμμεγέθη τοῦ πρώτου λόγου, καὶ παντός ἐστιν ἐναργέστερα, ὅτι πρῶτον ἄνθρωπος ἐπὶ τῆσδε τῆς γῆς ἔστη, καὶ ταὐτὰ συμβαίνει πλήθει τε ὑπερφέρειν καὶ σημεῖα τῆς ἀληθείας ἀλλήλοις ἑξῆς εἶναι. πρώτους μὲν γὰρ φύντας ἔδει πρώτους καὶ δεηθῆναι, δεηθέντας δέ που καὶ τυχεῖν· καὶ μὴν τοῦτό γε ἀμήχανον μὴ θεοφιλεῖς ὄντας, θεοφιλεῖς δʼ αὖ τιθέναι τοὺς πρώτους ἀξιωθέντας φῦναι πῶς οὐκ εὔλογον; πάλιν γὰρ εἰς ταυτὸν ἐπανέρχεται. καὶ μὴν τούς γε θεοὺς ἀμφοτέρων χάριν εἰκὸς τῇ γῇ τὴν φορὰν πληρῶσαι, τοῦτο μὲν τῆς χρείας, ὅτι πρώτους, ὥσπερ ἔφην, τοὺς ἐν ταύτῃ κατελάμβανε, τοῦτο δὲ τῆς τιμῆς, ἣ τοῖς ἀρίστοις ὠφείλετο. λαβόντες δὲ οὕτω τὰς παρὰ τῶν θεῶν δωρεὰς οὕτως εὖ τοὺς δόντας ἐμιμήσαντο ὥστε αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἀντὶ τῶν θεῶν κατέστησαν, καὶ πεῖραν ταύτην πρώτην ἔδοσαν τοῦ κατʼ ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. οὐ γὰρ ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν,3 ὥστʼ οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέχουσιν ἐνδείξασθαι ἢ εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται. δοκεῖ δέ μοι καὶ Ἡρακλῆς ὕστερον παράδειγμα τοῦ βίου τήνδε τὴν πόλιν ποιησάμενος τὴν διάνοιαν ἐκείνην ὑπὲρ ἁπάντων ἀνθρώπων λαβεῖν, ἣ μετὰ τῶν θεῶν αὐτὸν καταστήσασα ἔχει. καὶ τὸ σημεῖον ἐναργὲς ἡ πρὸς Θησέα φιλία οὐ μόνον τῶν ἐκείνοις πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ τῶν οἱστισινοῦν πρὸς ἀλλήλους καθʼ ἑταιρίαν γενομένων παμπληθὲς ὑπερέχουσα. ἀνθʼ ὧν αὖ καὶ πρώτη πόλεων ἥδε ἐτίμησεν ἐκεῖνον ταῖς τῶν θεῶν τιμαῖς καὶ τοὺς παῖδας διετήρησε μόνη. ἀλλʼ ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ· ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός. πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἐπὶ πᾶσαν ἀφορμὰς τοῦ βίου, καθάπερ θεωρικοῦ τινος διάδοσιν ἐπιστήσαντες τῶν Δήμητρος, ὡς λέγεται, τροφίμων ἕνα, καὶ τὸ ἅρμα πτερωτὸν εἶναι φήμη κατέσχεν, ὅτι θᾶττον ἐλπίδος ᾔει πανταχοῦ, καὶ πρόσαντες οὐδʼ ἄβατον οὐδὲν ἦν αὐτῷ, ἀλλʼ ὥσπερ διὰ ψιλοῦ τοῦ ἀέρος, οὕτως ἐκομίζετο. δοκοῦσι δέ μοι κἀκεῖνον τὸν λόγον ἔργῳ πρῶτοι βεβαιῶσαι, καὶ καταδεῖξαι τὰς χάριτας ταχείας εἶναι τὴν φύσιν· εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων. μνημεῖον δὲ καὶ σύμβολον τῆς θείας ἐκείνης πομπῆς καὶ τῆς εἰς ἅπαντας εὐεργεσίας αἱ παρὰ τῶν Ἑλλήνων ἀπαρχαὶ δεῦρʼ ἀφικνούμεναι καθʼ ἕκαστον ἔτος τῶν σπερμάτων ἐπὶ τῶν προτέρων χρόνων. ἔτι δὲ αἱ τοῦ θεοῦ μαντεῖαι, διʼ ὧν μητρόπολιν τῶν καρπῶν ὀνομάζει τὴν πόλιν, ἄμφω μαρτυρῶν, καὶ πρώτην ἔχειν καὶ τοῖς ἄλλοις παρʼ αὐτῆς γενέσθαι. τίθησι δὲ καὶ ἀγῶνας πρώτη πόλεων ἁπασῶν καὶ τὸ ἆθλον ἐκ τῶν εὐεργεσιῶν, καλῶς τὰ δοθέντα πιστουμένη. καίτοι πῶς οὐκ ἀληθῶς ἐκεῖνοι θεῶν
依序阐明那证实前述论点的议题。盖因大地在孕育出人类之后,便料理并装饰他们的生活,恪尽母亲的职分,并未仿佛他们需要异邦的乳母一般弃之不顾,反倒从同一怀抱中赐予了第二重的恩泽。于是,此地实实在在地为整个天下展现了一场真正神圣的盛会,仿佛在一场神圣使节的盛典中,万事万物皆展开了竞逐。大地奋力孕育各类造物,众神同心协力,有的赐予草木,有的赐予种籽,有的赐予牲畜;这些出产注定不仅将如同装饰大地自身的躯体一般去装饰人类的肉身,并为所有人提供共同的遮蔽之所——对某些人提供每年的且恒常最初的供养,对其他人则尽其所能地惠及;在此之上,众神又传授技艺,或假以火工,或全不用火。然而,这些事物不仅因在此繁衍与显现之物的丰饶而为本邦赢得自豪与恩泽,更为第一条论述提供了极为宏大的明证,且比任何证据都更为明晰:即人类最初立足于这片土地之上;而且同一批事物既在数量上出类拔萃,又环环相扣地作为真理的凭证。盖因最初降生之人,理当最初有所匮乏,而既有所匮乏,想必亦当有所获得;然而,若非蒙神所眷,此事断不可能;反之,将那些被判定配享最初诞生之荣的人视为蒙神所眷之人,又岂非合情合理?因为论点再次归结于同一处。再者,众神之所以将这些产出赐满这片土地,理当出于双重缘由:其一因匮乏之需,正如我所言,它最初降临于此地之人身上;其二因当享之荣,即欠于最卓越者之敬意。以这种方式领受神明赐福的先民,如此精妙地效法了赐予者,以至于他们自身对于其他人类而言便成了神的化身,并且他们将如其所宜地运用所拥有的赐物,作为自己配享领受的第一道明证。盖因他们并不认为将这些恩赐埋藏于土中、独享其成是正当之举,反而绝不惧怕使他人与自己平起平坐,以至于他们认为,要彰显自己超越凡俗之处,莫过于让世人见证自己兼济天下。依我之见,赫拉克勒斯后来亦是将本城邦作为人生的典范,方才为了全人类秉持那般心志,正是那心志使他得以列于诸神之班。而其明证便是他与忒修斯的友谊,它不仅远远凌驾于他们与其他人的交谊之上,亦超越了世间凡人因同道而结成的任何情谊。为此之故,本邦亦在万邦中首屈一指地以神明的崇奉来敬拜他,并独力护佑了他的子嗣。然而,我的演说犹如激流将我裹挟而去;如今正当折返至我离题之处。于是,他们以神圣的使节行队将生存的资粮散播至全地,仿佛某种节日救济粮的派发一般,委派了得墨忒耳的一名养育之子(如传说所言)掌管;而世间流传着其车驾生有双翼的传闻,因其行进四方之速超越了人们的预料,于他而言既无崇山之阻,亦无不可逾越之处,反倒如同穿梭于清虚之气中一般飞驰。依我之见,他们亦是在行事中最早确证并彰显了“恩泽本性神速”这句格言的人;盖因在行善之时,他们抢先于亟需受惠之人的渴望。而那场神圣使命与兼济普世之善行的纪念碑与象征,便是往昔岁月里希腊人每年输送至此的种籽初熟之果;此外还有神明的神谕,〔神明〕借此将本邦称为“庄稼的母邦”,印证了二者:本邦最早拥有它们,且其他城邦皆自本邦获得之。本邦亦在万邦中首创竞技会,以这些福泽的产物设立奖赏,卓越地印证了所蒙受的厚赐。然而,他们又怎能不当真是诸神的
- 104τὸ πρὸ αὐτοῦ βεβαιοῦν ἐφεξῆς ἀποδοῦναι
承接前一语段末尾的动词 αἱροῦμαι(我选择)。该动词支配不定式 ἀποδοῦναι(依序阐述),而 ἀποδοῦναι 的宾语则是由定冠词引导的名词化短语:与前文的 τὸ τῇ φύσει δεύτερον(天性上次要者)并列的 τὸ πρὸ αὐτοῦ βεβαιοῦν(证实其前述论点者)。
- 104ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον
关于比较短语 οὐχ ἧττον ἢ τὸ οἰκεῖον 中 τὸ οἰκεῖον(自身的/固有的)的理解,存在两种可能:(1) 指大地自身的躯体或外表(与前段大地被装饰的母题相呼应);(2) 指人类自身的自然肉体。本译文取 (1),指动植物的出产不仅点缀大地自身,亦同样装饰人类的躯体。
- 105τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν
惯用句型 τοσοῦτον ἀπέσχον τοῦ [不定式] ὥστε...(他们绝不至于[害怕]……以至于……)。ἀπέσχον 支配属格冠词不定式 τοῦ φοβηθῆναι(害怕),后者引导带有 μή 的惧怕从句(唯恐使他人与自己平起平坐),随后通过 ὥστε 结果从句引出相反的慷慨施惠之举。
