- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:102-103
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将人类(雅典人)的诞生赞为阿提卡最伟大的出产,强调雅典人乃是自大地孕育的原住民,非同于其他靠迁徙与侵略占地的民族,因而独享纯粹的高贵血统与正当公民身份。
ἀλλὰ ταῦτα μέν ἐστιν ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν·1 τὸν δὲ οἰκειότατον καὶ μέγιστον τῆς χώρας καρπόν τε καὶ κόσμον καὶ ὃς ἅπασαν ἔχει τὴν ἐπιτηδειότητα συλλαβὼν αὐτῆς ἤδη δίειμι. ἀρχὴ δέ μοι τοῦ λόγου κατελήλυθεν εἰς ἀρχήν τινα ἑτέραν. ἄλλας μὲν γὰρ χώρας ἐλέφαντες καὶ λέοντες κοσμοῦσι, τὰς δὲ ἵπποι κύνες, τὰς δὲ ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει· τὴν δὲ ὑμετέραν χώραν κοσμεῖ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, οὐ κατὰ τοὺς ἐν Ἰνδοῖς μύρμηκας ὑποπτέρους ἄξιον εἰπεῖν. πρώτη γὰρ ἤνεγκεν ἄνθρωπον καὶ πρώτη πατρίς ἐστιν ἀνθρώπου, καὶ ὅπερ τοῖς πᾶσι ζώοις τοῖς ἐγγείοις ἐστὶν ἡ πᾶσα γῆ, τοῦτο ἥδε νενίκηκεν εἶναι τῷ τῶν ἀνθρώπων γένει, μήτηρ καὶ τροφὸς κοινὴ καὶ τῆς φύσεως ἀφορμὴ, χῶρός τις ἀνθρώπων ἴδιος ἐκ πάσης γῆς ἐξῃρημένος, ὥσπερ οἱ τῶν τεμενῶν ὅροι. διὸ δὴ καὶ πάντα κρατίστους καὶ τῆς γιγνομένης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντας ἤνεγκεν, ἅτε οἰκείας αὐτῇ τῆς φορᾶς οὔσης, οὐκ ἐπεισάκτου. οὐ γὰρ πλάνην καταλύσαντες οὐδὲ ὥσπερ ἐπὶ σκότους πατρίδα ζητοῦντες διὰ πάσης γῆς καὶ θαλάττης, οὐδὲ δυοῖν δυστυχίαιν ἡγησαμέναιν,2 κατέσχον τὴν χώραν, βιασάμενοι τὴν ἐπωνυμίαν, εἴξαντες μὲν τοῖς κρείττοσιν, ἐκβαλόντες δὲ τοὺς ἥττους, ἀλλʼ ὥσπερ τὸ ἐκ τῶν πηγῶν ὕδωρ ἐκ τῶν κόλπων τῆς γῆς ἀνῆλθε τὸ γένος, αὐτὸ ἐξ αὑτοῦ λαβὸν τὴν ἀρχήν· καὶ ξένοι καὶ πολῖται μόνῃ τῇ γῇ ταύτῃ πρέπουσι διῃρῆσθαι. οἱ μὲν γὰρ ἄλλοι καθάπερ θέαν καταλαβόντες οὕτω ταῦτα κρίνουσιν, οὐ τῷ μᾶλλον ἄλλων ἑαυτοῖς προσήκειν τῶν χωρίων τοὺς ἄλλους ἀφορίζοντες, ἀλλὰ τῷ φθῆναι κατασχόντες, καὶ ξένους ὀνομάζουσι τοὺς δευτέρους ἐλθόντας, ἀγνοοῦντες ὅτι πάντες ὁμοίως εἰσὶ ξένοι, μᾶλλον δὲ αὐτοὶ ξένοι πρῶτοι, καὶ τοσοῦτον τῶν δημοποιήτων, οὓς αὐτοὶ ποιοῦνται, διαφέρουσιν, ὅσον οὐ κριθέντες ἄξιοι τῆς πολιτείας, ἀλλʼ εἰσβιασάμενοι προὐβάλοντο τὴν πατρίδα, ὥσπερ ὅπλων ἀπορίᾳ τῷ φανέντι χρησάμενοι· μόνοις δʼ ὑμῖν ὑπάρχει καθαρὰν εὐγένειάν τε καὶ πολιτείαν αὐχῆσαι. καὶ δυοῖν ὄντοιν ὀνομάτοιν ἑκάτερον κύριόν ἐστι τῇ χώρᾳ διὰ τὸ ἕτερον· εἰκότως. οἵ τε γὰρ ξένοι διὰ τοὺς ἄλλους πολίτας γνησίους ὄντας ἐνέχονται τῷ προσρήματι οἵ τε πολῖται βεβαιοῦσι τὴν ἐπωνυμίαν τῷ καθαροὶ ξένων εἶναι τὸ ἐξ ἀρχῆς· οὔκουν ἐξούλης γε μόνοις ὑμῖν, εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν, οὐδʼ ἂν εἷς λάχοι τῆς γῆς,3 οὐ μᾶλλόν γε ἢ τῆς μητρός τινι. καὶ τοίνυν μόνοις τοῖς τῇδε γενομένοις δημοποιήτοις οὐκ ἔπεστι γέλως· ὄντες γὰρ ἅπαντες φύσει πολῖται τῆς χώρας νόμῳ τοῖς ἄλλοις τὴν τιμὴν ἀπενείματε· τῶν δʼ ἄλλων οἱ πλεῖστοι κινδυνεύουσι νόθοι νόθους εἰσποιεῖσθαι, χρόνῳ τὴν ἀρχαίαν φύσιν διαφθείραντες, ὥσπερ ἐν συνοικίᾳ τῇ πάσῃ γῇ ζῶντες, ἐκ περιόδων καλοῦντες οἰκείαν οἱ τελευταῖοι τῶν ἄλλων οἰκησάμενοι. καί μοι δοκεῖ τις ἂν εἰπεῖν παραιτησάμενος τὸν φθόνον ὅτι οἱ μὲν ἄλλοι τὰς πόλεις οἰκοῦσιν, ὥσπερ στρατόπεδα, οἷς κατέλαβον ἐμμείναντες, μόνοις δὲ τοῖς ταύτης ἐγγόνοις τῆς χώρας ἡ πόλις ἐστὶ κυρία καὶ μόνη πόλεων, ἢ κομιδῆ γε ἐν ὀλίγαις ἑστίαν ἀκίνητον πρυτανείου δικαίως νέμει. πολλῶν δὲ ἐπιρρεόντων καὶ πάντων αὐτὸ ἕκαστον εἰπεῖν ἐπειγόντων αἱροῦμαι τὸ τῇ φύσει δεύτερον καὶ τὸ
然而,这些事不过如同用茶点果脯来夸耀筵席的丰盛一般;如今我将进而论述这片土地最固有、最伟大的果实与装饰,它将这片土地的一切合宜性集于一身。而我这篇演说的开端,又引向了另一重新的开端。盖因当大象与狮子点缀着其他土地,战马与猎犬装饰着另一些土地,乃至另一些地方以孩童听闻便觉惊骇的异兽为荣时,装饰着你们这片土地的,乃是地上万物中最美之物,绝非如同论及印度有翼之蚁那般粗俗之物所能比拟。因为正是这片土地最早孕育了人类,亦是人类最初的故土;整个大地对于地上的一切走兽意味着什么,这片土地便无可争辩地对于人类意味着什么:它是共同的母亲、养育者与本性的源泉,是从整个大地中甄别划出的人类专属之所,正如神圣界域的界石一般。因此,它亦孕育了在各方面皆最为卓越、达到可能具备之美德顶峰的人们,因为这般出产对于它是固有的,绝非外来输入。事实上,他们并非在终结流浪之后方占据此邦,亦非如同在黑暗中摸索般历经万水千山寻觅故土,亦非由双重的不幸所驱使——向更强之敌屈服而驱逐更弱之人——从而强取这片土地的名号;相反,如同甘泉喷涌一般,这个族类自大地母亲的怀抱中升腾而起,自自身获取了开端。惟有在这片土地上,异乡人与公民方得以恰当地区分开来。盖因其他各族评判此事,犹如争夺剧场坐席一般,他们排斥他人并非因这些地方天然更属于自己而非他人,而是因自己抢先占据了席位;他们称后至者为异乡人,却浑然不知所有人皆同样是异乡人,抑或他们自身才是最初的异乡人,他们与自己所接纳的归化公民之间的差异,仅在于他们并非因被评定配享国制而入,而是强力侵入,将祖国作为盾牌,恰如匮乏武器之人顺手抓取眼前之物作盾一般。然而惟有你们能够夸耀纯粹的高贵血统与公民身份。尽管有着这两个名称(公民与异乡人),但每一个名称在这片土地上皆因另一方的存在而具有正当性,这本属理所当然。盖因异乡人之所以承担此种称谓,乃因其他公民乃是真金不换的本土之裔;而公民之所以确证其称号,乃因自始便不掺杂异乡人的血统。是以,若容我作此而言,绝无任何人能对你们单单提起霸占土地的侵夺之诉,正如无人能就母亲而对某人提起此诉一般。再者,惟有在本地成为归化公民者,方不致招致任何讥诮;盖因你们全体天然皆为这片土地的公民,却以法律将此尊荣赋予他人。反观其余大多数城邦,则无异于私生之子收养私生之子,岁月流逝间败坏了古老的天性,仿佛将整个大地当作群居的杂院而居,后至他人之末者却轮流视其为己家。依我之见,若求免遭妒忌而言,他人居住于城邦之中,不过如同驻扎于营垒,栖身于其所强占之地;惟有对这片土地的子孙而言,其城邦方为名正言顺的主人,且在所有城邦中唯有它——抑或仅在极少数城邦之中——方公正地享有着市政厅永恒不移之圣火祭坛。 然而,由于论题纷至沓来,且每一项皆迫切要求得以阐述,我且选择在天性上次于此者的论题,即
- 102ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν
该不定词短语作为句首 ἀλλὰ ταῦτα μέν ἐστιν 的表语补足成分,运用了饮食隐喻:将此前段落中赞美的阿提卡自然产物(农产、矿产等)比作仅凭正餐后的点心水果(τραγήματα)而非正餐本身来夸耀整场筵席。
- 102δυοῖν δυστυχίαιν ἡγησαμέναιν
阴性双数形式的属格独立结构。它指代紧随其后的分词短语所说明的双重不幸:即“向更强者屈服”(εἴξαντες μὲν τοῖς κρείττοσιν)与“驱逐更弱者”(ἐκβαλόντες δὲ τοὺς ἥττους),概括了其他民族因遭驱逐而转而掠夺他人土地的辛酸动荡历史。
- 103οὔκουν ἐξούλης γε μόνοις ὑμῖν, εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν, οὐδʼ ἂν εἷς λάχοι τῆς γῆς
借用了雅典法中关于驱逐非法占有或拒不交出财产的诉讼(δίκη ἐξούλης)之专门法律用语。λάχοι 为带有 ἄν 的潜能祈愿气;ἐξούλης 为表示诉因的属格,τῆς γῆς 为表示争执标的之属格,意即“绝无任何人能就该土地对你们提起所有权侵夺/强制迁出之诉”。
