- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:5.8-5.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了各哲学派别与医家关于畸形、不育、多胞胎(双胞胎与三胞胎)、肖似父母祖先以及子女肖似他人之成因的学说。
Πῶς τέρατα γίνεται. Ἐμπεδοκλῆς τέρατα γίνεσθαι παρὰ πλεονασμὸν σπέρματος ἢ παρʼ ἔλλειψιν ἢ παρὰ τὴν τῆς κινήσεως ταραχὴν ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ τὸ ἀπονεύειν· οὕτω προειληφὼς φαίνεται σχεδόν τι πάσας τὰς αἰτιολογίας. Στράτων παρὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν. τῶν ἰατρῶν τινες παρὰ τὸ διαστρέφεσθαι τότε τὴν μήτραν ἐμπνευματουμένην.
畸形如何产生。 恩培多克勒认为,畸形的产生是由于种子的过剩、短缺、运动的紊乱、分成多个部分,或是发生偏折;这样看来他几乎预先掌握了所有的病因解释。 斯特拉同认为是由于添加、删减、移位或充气。 某些医家认为是由于当时子宫充气而发生扭曲所致。
Διὰ τί γυνὴ πολλάκις συνουσιάζουσα οὐ συλλαμβάνει. Διοκλῆς ὁ ἰατρὸς ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίας σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος ἢ διὰ τὸ τοιοῦτον, ἐν ᾧ τὸ ζῳοποιητικὸν οὐκ ἔστιν· ἢ διὰ θερμασίας ἢ ψύξεως ἢ ὑγρασίας ἢ ξηρότητος ἔνδειαν ἢ κατὰ παράλυσιν τῶν μορίων. οἱ δὲ Στωικοὶ κατὰ λοξότητα τοῦ καυλοῦ μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας. Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους ἔχῃ καὶ σαρκώσεις, ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ μικροτέρα.
为何女子屡屡交合却未能受孕。 医师狄奥克勒斯认为,或是由于某些女子完全不排泄种子,或是由于少于所需,或是由于种子本身不具有赋予生命的能力;或是由于缺乏温热、寒冷、湿润或干燥,或是依照器官的瘫痪所致。 斯多亚派认为,是由于阴茎偏斜而无法径直射出精液,或是由于器官相对于子宫距离的比例失调。 埃拉西斯特拉托斯认为是由于子宫,即当子宫生有胼胝和赘肉时,或是比自然状态更为稀疏或更小的时候。
Πῶς δίδυμα καὶ τρίδυμα γίνεται. Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος. Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφοράν, ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχους· εἶναι γὰρ σπέρματα γονιμώτατα. Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις, ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη, τότε ἐπισύλληψιν δέχεσθαι. οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ τὸ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα.
双胞胎与三胞胎如何产生。 恩培多克勒认为,双胞胎与三胞胎的产生是依据种子的过剩与分裂。 阿斯克勒庇阿德斯认为是由于种子的差异,宛如双棱大麦和三棱大麦一样;因为存在着极具生殖力的种子。 埃拉西斯特拉托斯认为是由于复受孕,宛如在无理性的动物中那样;因为当子宫被净化之后,便能接纳复受孕。 斯多亚派认为是由于子宫中的位置;因为当种子落入第一和第二处腔穴时,便发生复受孕并生成双胞胎与三胞胎。
Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις καὶ τῶν προγόνων. Ἐμπεδοκλῆς ὁμοιότητας γίνεσθαι κατʼ ἐπικράτειαν τῶν σπερματικῶν γόνων, ἀνομοιότητας δὲ τῆς ἐν τῷ σπέρματι θερμασίας ἐξατμισθείσης.1 Παρμενίδης, ὅταν μὲν ἀπὸ τοῦ δεξιοῦ μέρους τῆς μήτρας ὁ γόνος ἀποκριθῇ, τοῖς πατράσιν·2 ὅταν δʼ ἀπὸ τοῦ ἀριστεροῦ, ταῖς μητράσιν. οἱ Στωικοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὰ σπέρματα, καὶ τὰς ὁμοιότητας ἀναπλάττεσθαι ἐκ τῶν αὐτῶν γενῶν τοὺς τύπους καὶ τοὺς χαρακτῆρας, ὥσπερ ἂν εἰ ζῳγράφον ἀπὸ τῶν ὁμοίων χρωμάτων εἰκόνα τοῦ βλεπομένου.3 προΐεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα· κἂν μὲν ἐπικρατήσῃ τὸ τῆς γυναικός, ὅμοιον εἶναι τὸ γεννώμενον τῇ μητρί· ἐὰν δὲ τὸ τοῦ ἀνδρός, τῷ πατρί.
对父母与祖先的相貌相似从何而来。 恩培多克勒认为,相像的产生是由于种子生殖成分的优势,而相异则是在种子中的温热蒸发之后产生的。 巴门尼德认为,当精液从子宫右侧部位分泌出来时,孩子便肖似父亲;而当从左侧分泌出来时,便肖似母亲。 斯多亚派认为,种子来自整个肉体与灵魂,相像之处是由同类元素重塑出形式与特征,犹如画家用相似的颜料绘制出所见之物的画像一样。女子亦排泄种子;若女子的种子占优势,所生之子便肖似母亲;若男子的种子占优势,便肖似父亲。
Πῶς ἄλλοις γίνονται ὅμοιοι οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν. οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου, ὅταν διαψυχθῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι τὰ παιδία. Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν φαντασίᾳ τῆς γυναικὸς μορφοῦσθαι τὰ βρέφη· πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν γυναῖκες, καὶ ὅμοια τούτοις ἀπέτεκον. οἱ Στωικοὶ συμπαθείᾳ τῆς διανοίας κατὰ ῥευμάτων εἰσκρίσεις καὶ ἀκτίνων οὐκ εἰδώλων γίνεσθαι τὰς ἄλλων ὁμοιότητας.
初生者如何肖似他人而不肖似父母。 大多数医家认为,纯属偶然与自发,当男子与女子的种子皆变冷却时,孩子便产生相异。 恩培多克勒认为,婴儿是依据女子受孕时的表象(心象)而塑形的;因为女子屡屡恋慕雕像与画像,从而生下肖似这些形象的孩子。 斯多亚派认为,肖似他人是由于心智的同感,依据流射物与光线的涌入,而非影像的涌入。
- 906dἀνομοιότητας δὲ τῆς ἐν τῷ σπέρματι θερμασίας ἐξατμισθείσης
宾格 ἀνομοιότητας 承接前分句省略的动词 γίνεσθαι,而 τῆς ... θερμασίας ἐξατμισθείσης 为表示原因或时间的属格独立结构,意为“当种子内的温热蒸发时,便产生不相似”。
- 906dτοῖς πατράσιν
承接前文标题中的“产生肖似”(ὁμοιότητας γίνεσθαι 或 ὅμοιον εἶναι),此处省略了谓语部分。与格 τοῖς πατράσιν(以及其后的 ταῖς μητράσιν)作为表相似对象的与格,补充意为“[肖似]父亲”。
- 906dὥσπερ ἂν εἰ ζῳγράφον ἀπὸ τῶν ὁμοίων χρωμάτων εἰκόνα τοῦ βλεπομένου.
在 ὥσπερ ἂν εἰ 引导的从句中,原有的不定式动词(如 ἀναπλάσαι 或 γράψαι)被省略,仅保留了宾格不定式的主语(ζῳγράφον)与宾语(εἰκόνα)。整体结构表达比喻:“宛如画家以相似的颜料画出所见之物的画像一般”。
