← 伪普鲁塔克

哲学家教义志

§5.13-5.17

不育原因与胚胎的发育及营养摄取

本段记述了各学派与医家关于男女不孕不育的原因、骡子为何不育、胚胎是否为生命体、胚胎如何获取滋养以及胎儿在母体内何部位最先成形的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13

Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες. οἱ ἰατροὶ στεῖραι γίνεσθαι1 παρὰ τὴν μήτραν ἢ παρὰ τὸ πυκνοτέραν εἶναι ἢ παρὰ τὸ ἀραιοτέραν ἢ παρὰ τὸ σκληροτέραν ἢ παρά τινας ἐπιπωρώσεις ἢ σαρκώσεις ἢ παρὰ μικροθυμίαν ἢ παρʼ ἀτροφίαν ἢ παρὰ καχεξίαν ἢ παρὰ τὸ διαστρέφεσθαι τὸν σχηματισμὸν ἢ διὰ παρασπασμόν. Διοκλῆς ἀγόνους τοὺς ἄνδρας ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίους σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος· ἢ παρὰ τὸ ἄγονον εἶναι τὸ σπέρμα ἢ κατὰ παράλυσιν τῶν μορίων ἢ κατὰ λοξότητα τοῦ καυλοῦ, μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν, ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων πρὸς τὴν ἀπόστασιν τῆς μήτρας οἱ Στωικοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας· αἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπʼ ἀλλήλων συνελθεῖν δʼ ἑτέροις ὁμοφύλοις,2 συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖται.

女子如何变得不孕,男子如何变得不育。 医家们认为,女子不孕是由于子宫,或是因为子宫过于致密,或是过于稀疏,或是过于坚硬,或是由于某些胼胝或赘肉,或是由于情绪低落,或是由于营养不良,或是由于恶病质,或是因为构型发生扭曲,或是由于抽搐痉挛。 狄奥克勒斯认为,男子不育或是由于某些人完全不排泄种子,或是少于所需,或是因为种子不具有生殖力,或是由于器官的瘫痪,或是由于阴茎偏斜而无法径直射出精液,或是由于器官相对于子宫距离的比例失调。 斯多亚派归咎于彼此交合的双方各自不相容的能力与特质;当这些能力与特质偶然彼此分离,而与相合的其他方结合时,符合自然的混合便告达成,胎儿得以完全生成。

§5.14

Διὰ τί αἱ ἡμίονοι στεῖραι. Ἀλκμαίων τῶν ἡμιόνων τοὺς μὲν ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς θορῆς ἢ ψυχρότητα τὰς δὲ θηλείας παρὰ τὸ μὴ ἀναχάσκειν τὰς μήτρας, οὕτω γὰρ αὐτὸς εἴρηκεν. Ἐμπεδοκλῆς διὰ τὴν σμικρότητα καὶ ταπεινότητα καὶ στενότητα τῆς μήτρας, κατεστραμμένως προσπεφυκυίας τῇ γαστρί, μήτε τοῦ σπέρματος εὐθυβολοῦντος εἰς αὐτὴν μήτε, εἰ καὶ φθάσειεν, αὐτῆς ἐκδεχομένης. Διοκλῆς δὲ μαρτυρεῖ αὐτῷ λέγων· ἐν ταῖς ἀνατομαῖς πολλάκις ἑωράκαμεν τοιαύτην μήτραν τῶν ἡμιόνων· καὶ ἐνδέχεσθαι διὰ τοιαύτας αἰτίας καὶ τὰς γυναῖκας εἶναι στείρας.

为何骡子是不育的。 阿尔克迈翁认为,雄骡不育是由于精液的稀薄或寒冷,而雌骡则是因为子宫不张开;因为他本人就是这样说的。 恩培多克勒认为是由于子宫的细小、低下和狭窄,子宫倒转依附于腹部,使得种子既不能径直射入其中,而且纵使到达,子宫也无法接纳。 狄奥克勒斯赞同他的说法,言道:“在解剖中我们屡屡见到骡子有这样的子宫;女子也有可能由于这类原因而不孕。”

§5.15

Εἰ τὸ ἔμβρυον ζῷον. Πλάτων ζῷον τὸ ἔμβρυον καὶ γὰρ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι. οἱ Στωικοὶ μέρος εἶναι αὐτὸ τῆς γαστρί3 οὐ ζῷον· ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀπορρεῖν, οὕτω καὶ τὸ ἔμβρυον. Ἐμπεδοκλῆς μὴ εἶναι μὲν ζῷον τὸ ἔμβρυον ἀλλʼ ἔμπνουν ὑπάρχειν ἐν τῇ γαστρί· πρώτην δʼ ἀναπνοὴν τοῦ ζῴου γίνεσθαι κατὰ τὴν ἀποκύησιν, τῆς μὲν ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων. Διογένης γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα ἐν θερμασίᾳ δέ· ὅθεν τὸ ἔμφυτον θερμὸν τὸ ψυχρὸν εὐθέως, προχυθέντος τοῦ βρέφους, εἰς τὸν πνεύμονα ἐφέλκεσθαι. Ἡρόφιλος κίνησιν ἀπολείπει φυσικὴν τοῖς ἐμβρύοις οὐ πνευματικήν· τῆς δὲ κινήσεως αἴτια νεῦρα τότε δὲ ζῷα γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τι τοῦ ἀέρος Πῶς τρέφεται τὰ ἔμβρυα. Δημόκριτος Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ διὰ τοῦ στόματος τρέφεσθαι· ὅθεν εὐθέως γεννηθὲν ἐπὶ τὸν μαστὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῇ μήτρᾳ θηλάς τινας καὶ στόματα, διʼ ὧν τρέφεται. οἱ Στωικοὶ διὰ τοῦ χορίου καὶ τοῦ ὀμφαλοῦ ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς. Ἀλκμαίων διʼ ὅλου τοῦ σώματος τρέφεσθαι ἀναλαμβάνειν γὰρ αὐτῷ ὥσπερ σπογγιά τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά.

胚胎是否是动物(生命体)。 柏拉图认为胚胎是动物;因为它在腹中活动、受滋养并成长。 斯多亚派认为它是腹部(母体)的一部分,而不是动物;因为正如作为植物一部分的果实成熟时会脱落一样,胚胎也是如此。 恩培多克勒认为胚胎固然不是动物,但在腹中仍是有生气的;动物的第一次呼吸发生在分娩之时,当婴儿体内的湿气退去,为了填补腾出的空隙,外在的空气成分便进入了被张开的脉管之中。 狄奥革尼斯认为婴儿出生时是没有灵魂的,但处于温热之中;因此当婴儿娩出时,先天的温热立即将冷气吸入肺中。 赫罗菲洛斯赋予胚胎自然运动,而非灵气运动;而神经是这种运动的原因。但在婴儿娩出并吸入一部分空气时,它们才成为动物。胚胎如何受到滋养。 德谟克利特和伊壁鸠鲁认为,胚胎在子宫中是通过口部受到滋养的;因此一出生它就立即用口扑向乳房;因为在子宫中亦有某些乳头和口,通过它们胚胎得以受养。 斯多亚派认为是通过绒毛膜与肚脐受养的;因此接生婆立即将其结扎,并撑开婴儿的口,以便滋养的练习转变为另一种形式。 阿尔克迈翁认为是通过整个身体受养的;因为它借此〔身体〕犹如海绵一样吸收来自食物的滋养成分。

§5.17

Τί πρῶτον τελεσιουργεῖται ἐν τῇ γαστρί. οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι. Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὡς τρόπιν νεώς. Ἀλκμαίων τὴν κεφαλήν, ἐν ἔστι τὸ ἡγεμονικόν4 οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ αἱ φλέβες καὶ αἱ ἀρτηρίαι. οἱ δὲ τὸν μέγαν δάκτυλον τοῦ ποδός ἄλλοι δὲ τὸν ὀμφαλόν.

腹中首先完全成形的是什么。 斯多亚派认为全身是同时形成的。 亚里士多德认为首先是腰部(脊梁),宛如船的龙骨。 阿尔克迈翁认为是头部,统辖部分正位于其中。 医家们认为是心脏,静脉与动脉正位于其中。 有些人认为是大脚趾。 另一些人则认为是肚脐。

语法注4 条
  1. 13οἱ ἰατροὶ στεῖραι γίνεσθαι

    主动词(如 λέγουσι“他们说”)被省略,主格主语 οἱ ἰατροὶ 直接引导不定式短语 στεῖραι γίνεσθαι。这是学说汇编类文献中常见的紧缩句式。

  2. 907aαἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπʼ ἀλλήλων συνελθεῖν δʼ ἑτέροις ὁμοφύλοις

    关系代词与格 αἷς 承接前文的“能力与特质”(δυνάμεις τε καὶ ποιότητας)或指代具有这些特质的交合双方,作非人称动词 συμβῇ 的与格补足语,表示“当这些(特质/人)彼此分离并与其他相合者结合时”。

  3. 907cμέρος εἶναι αὐτὸ τῆς γαστρί

    尽管原文作与格形式 τῆς γαστρί,但在句法和语义上作 μέρος 的定语(相当于属格 τῆς γαστρός),意为“腹部(母体)的一部分”。

  4. 907eἐν ἔστι τὸ ἡγεμονικόν

    介词 ἐν 之后疑似脱落了关系代词 ᾗ,或作简略关系副词用。语义上当理解为 ἐν [ᾗ] ἔστι τὸ ἡγεμονικόν(统辖部分位于其中)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:5.13-5.17