← 伪普鲁塔克

哲学家教义志

§5.1-5.7

论占卜梦境以及种子受孕与性别分化

本章列举了古代哲学家们关于占卜、梦境成因、种子的本质与物体性、雌性是否排泄种子、受孕机制以及男女性别分化成因的诸家学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

Περὶ μαντικῆς. Πλάτων καὶ οἱ Στωικοὶ τὴν μαντικὴν εἰσάγουσι κατὰ τὸ ἔνθεον, ὅπερ ἐστὶν ἐνθεαστικόν, καὶ τὸ ὀνειροπολικόν. οὗτοι τὰ πλεῖστα μέρη τῆς μαντικῆς ἐγκρίνουσι. Ξενοφάνης καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν. Πυθαγόρας δὲ μόνον τὸ θυτικὸν οὐκ ἐγκρίνει. Ἀριστοτέλης καὶ Δικαίαρχος τὸ κατʼ ἐνθουσιασμὸν μόνον παρεισάγουσι καὶ τοὺς ὀνείρους, ἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχὴν θείου δέ τινος μετέχειν αὐτήν.1

关于占卜。 柏拉图和斯多亚派引入了源于附神的占卜(即狂热的占卜)以及源于梦境的占卜。他们认可占卜的大多数组成部分。 色诺芬尼与伊壁鸠鲁废除了占卜。 毕达哥拉斯唯独不认可通过宰牲献祭的占卜。 亚里士多德和狄开阿库斯仅引入由于狂热与梦境而来的占卜,他们虽不认为灵魂不朽,但认为灵魂分有某种神圣之物。

§5.2

Πῶς ὄνειροι γίνονται. Δημόκριτος τοὺς ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων παραστάσεις. Στράτων ἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρʼ αὐτὸ δὲ τοῦτο τῷ γνωστικῷ κινουμένης.2 Ἡρόφιλος τῶν ὀνείρων τοὺς μὲν θεοπνεύστους κατʼ ἀνάγκην γίνεσθαι τοὺς δὲ φυσικούς, ἀνειδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὑτῇ καὶ τὸ πρὸς τούτοις ἐσόμενον· τοὺς δὲ συγκραματικοὺς ἐκ τοῦ αὐτομάτου κατʼ εἰδώλων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν, ὡς ἐπὶ τῶν τὰς ἐρωμένας ὁρώντων ἐν ὕπνῳ γίνεται.

梦如何产生。 德谟克利特认为,梦是依据影像的显现而产生的。 斯特拉同认为,这是因为在睡眠中心智因无理性的本性而以某种方式变得更具感觉性,且正因如此而被认知能力所驱动。 赫罗菲卢认为,在梦中,有些是受神灵感召的,必然发生;有些是自然的,由灵魂为自身描摹出对自身有利的事物以及除此之外将要发生的事物;还有一些是自发的混合之梦,是通过影像的碰触而产生的,即当我们看见自己所欲求之物时,正如在睡眠中看见恋人的人所遭遇的那样。

§5.3

Τίς ἡ οὐσία τοῦ σπέρματος. Ἀριστοτέλης. σπέρμα ἐστὶ τὸ δυνάμενον κινεῖν ἐν ἑαυτῷ εἰς τὸ ἀποτελέσαι τι τοιοῦτον, οἷόν ἐστι τὸ ἐξ οὗ συνεκρίθη. Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος τὸ σπέρμα, περίττωμα τῆς τροφῆς, ὥσπερ τὸ αἷμα καὶ μυελόν. Ἀλκμαίων ἐγκεφάλου μέρος Πλάτων μυελοῦ τοῦ νωτιαίου ἀπόρροιαν. Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα. Δημόκριτος ἀφʼ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτάτων μερῶν, οἷον ὀστῶν σαρκῶν καὶ ἰνῶν.

种子的本质是什么。 亚里士多德:种子是能够在自身内部运动以造就某种与其所由凝聚之物相似者的东西。 毕达哥拉斯认为,种子是最优质血液的泡沫,是滋养物的余渣,如同血液与骨髓一样。 阿尔克迈翁认为是脑的一部分。 柏拉图认为是脊髓的流出物。 伊壁鸠鲁认为是灵魂与肉体所割裂的片段。 德谟克利特认为它来自全身以及最主要的各个部位,如骨、肉和筋。

§5.4

Εἰ σῶμα τὸ σπέρμα. Λεύκιππος καὶ Ζήνων σῶμα· ψυχῆς γὰρ εἶναι ἀπόσπασμα. Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος ὥσπερ νοῦν τὸν κινοῦντα, σωματικὴν δὲ τὴν ὕλην τὴν προχεομένην. Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα πνευματικὴ γάρ.

种子是否为物体。 留基伯与芝诺认为是物体;因为它是灵魂的割裂片段。 毕达哥拉斯、柏拉图与亚里士多德认为,种子的潜能是非物体的,犹如推动的心智,但倾泻出的质料则是物体的。 斯特拉同与德谟克利特认为连其潜能也是物体;因为它是气性的。

§5.5

Εἰ καὶ αἱ θήλειαι προΐενται σπέρμα. Πυθαγόρας Ἐπίκουρος Δημόκριτος καὶ τὸ θῆλυ προΐεσθαι σπέρμα· ἔχει γὰρ παραστάτας ἀπεστραμμένους διὰ τοῦτο καὶ ὄρεξιν ἔχει παρὰ τὰς χρήσεις Ἀριστοτέλης καὶ Ζήνων ὕλην μὲν ὑγρὰν προΐεσθαι οἱονεὶ ἀπὸ τῆς συγγυμνασίας ἱδρῶτας, οὐ μὴν σπέρμα πεπτικόν. ἵππων προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ ἣκιστα τῶν ἀρρένων,3 μὴ μέντοι εἰς ζῳογονίαν τοῦτο συμβάλλεσθαι διὰ τὸ ἐκτὸς πίπτειν τῆς ὑστέρας· ὅθεν ἐνίας προΐεσθαι πολλάκις δίχα τῶν ἀνδρῶν σπέρμα, καὶ μάλιστα τὰς χηρευούσας. καὶ εἶναι τὰ μὲν ὀστᾶ παρὰ τοῦ ἄρρενος τὰς δὲ σάρκας παρὰ τῆς θηλείας.

雌性是否也排泄种子。 毕达哥拉斯、伊壁鸠鲁与德谟克利特认为雌性也排泄种子;因为雌性拥有反向转折的副睾,正因如此在交合时亦有欲求。 亚里士多德与芝诺认为雌性排泄潮湿的质料,宛如相互剧烈运动所出的汗液,但绝非具有熟化作用的种子。 希朋认为,雌性排泄种子丝毫不亚于雄性,然而这并不有助于孕育生命,因为它落在了子宫之外;因此某些女性在无男子的情况下也屡屡排泄种子,尤其是寡居者。骨骼来自雄性,而肌肉来自雌性。

§5.6

Πῶς αἱ συλλήψεις γίνονται. Ἀριστοτέλης τὰς μὲν συλλήψεις γίνεσθαι προανελκομένης μὲν ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ, καταμηνίων συνεπισπωμένων ἀπὸ τοῦ παντὸς ὄγκου μέρος τι τοῦ καθαροῦ αἵματος, ᾧ συμβαίνειν τὸν τοῦ ἄρρενος γόνον· μὴ γίνεσθαι δὲ τὰς κυήσεις παρʼ ἀκαθαρσίαν τῆς μήτρας ἢ ἐμπνευμάτωσιν ἢ φόβον ἢ λύπην ἢ ἀσθένειαν τῶν γυναικῶν ἢ διʼ ἀτονίαν τῶν ἀνδρῶν, Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα. Ἐμπεδοκλῆς ἄρρενα καὶ θήλεα γίνεσθαι παρὰ θερμότητα καὶ ψυχρότητα ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας πρὸς ἀνατολῇ καὶ μεσημβρίᾳ γεγενῆσθαι μᾶλλον ἐκ τῆς γῆς, τὰς δὲ θηλείας πρὸς ταῖς ἄρκτοις. Παρμενίδης ἀντιστρόφως· τὰ μὲν πρὸς ταῖς ἄρκτοις ἄρρενα βλαστῆσαι, τοῦ γὰρ πυκνοῦ μετέχειν πλείονος· τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θήλεα παρὰ τὴν ἀραιότητα. Ἱππῶναξ παρὰ τὸ συνεστὼς καὶ ἰσχυρὸν ἢ παρὰ τὸ ῥευστικόν τε καὶ ἀσθενέστερον σπέρμα. Ἀναξαγόρας Παρμενίδης τὰ μὲν ἐκ τῶν δεξιῶν καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας, τὰ δʼ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά· εἰ δʼ ἐναλλαγείη τὰ τῆς καταβολῆς, γίνεσθαι θήλεα. Λεωφάνης, οὗ μέμνηται Ἀριστοτέλης, τὰ μὲν ἐκ τοῦ δεξιοῦ διδύμου τὰ δʼ ἐκ τοῦ ἀριστεροῦ. Λεύκιππος διὰ τὴν παραλλαγὴν τῶν μορίων, καθʼ ἣν ὁ μὲν καυλὸν ἡ δὲ μήτραν ἔχει· τοσοῦτον γὰρ μόνον λέγει. Δημόκριτος τὰ μὲν κοινὰ μέρη ἐξ ὁποτέρου ἂν τύχῃ, τὰ δʼ ἰδιάζοντα καὶ κατʼ ἐπικράτειαν. Ἱππῶναξ, εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν εἰ δʼ ἡ τροφή, θῆλυ.

受孕如何发生。 亚里士多德认为,受孕的发生是因为子宫先因经期净化而被提起,月经从全身的总质量中一同引来纯净血液的一部分,雄性的种子与其结合;而不能受孕则是由于子宫的不洁、胀气、妇女的恐惧、悲伤、虚弱,或是男子的衰弱乏力。雄性与雌性如何生成。 恩培多克勒认为,雄性与雌性是依据热与冷而生成的;因此有记述称,最初的雄性大多在大地的东方与南方生成,而雌性则在北方生成。 巴门尼德则相反:雄性在北方萌发,因为分有更多密实之物;雌性在南方生成,是因为稀疏的缘故。 希波纳克斯认为取决于种子是凝结强固还是流质孱弱。 阿那克萨哥拉与巴门尼德认为,来自右侧的降入子宫右侧部分,来自左侧的降入左侧;如果降下的位置互换,则生成雌性。 亚里士多德所提及的莱奥法涅斯认为,有的来自右睾,有的来自左睾。 留基伯认为是由于器官的差异,依此一方具有阴茎而另一方具有子宫;因为他只说了这么多。 德谟克利特认为,共通的部分来自碰巧的一方,而特有的部分则依优势而定。 希波纳克斯认为,若种子占优势则为雄性,若滋养物占优势则为雌性。

语法注3 条
  1. 904eἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχὴν θείου δέ τινος μετέχειν αὐτήν

    分词 νομίζοντες 统领两个平行的带宾格的不定式从句(ἀθάνατον μὲν εἶναι... 与 θείου δέ τινος μετέχειν...)。在前一个从句中,τὴν ψυχήν 作 εἶναι 的主语(ἀθάνατον 为表语形容词);在后一个从句中,αὐτήν 作 μετέχειν 的主语。前面的否定词 οὐ 仅否定前半句(不认为灵魂是不朽的)。

  2. 904eἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρʼ αὐτὸ δὲ τοῦτο τῷ γνωστικῷ κινουμένης

    在主动词 γίνεσθαι(或 ἐστίν)被省略的结构中,通过以 τῆς διανοίας 为逻辑主语的属格独立结构(αἰσθητικωτέρας... γινομένης 与 κινουμένης)来表达梦的成因。ἀλόγῳ φύσει 是表原因或方式的与格(“由于非理性的本性”),后半部分的 τῷ γνωστικῷ 则是表施事或手段的与格(“被认知机能所驱动”)。

  3. 905cἵππων προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ ἣκιστα τῶν ἀρρένων

    抄本中的 ἵππων 虽可写作小写(似指“马的”),但在此并列语境中,应视同其他哲学家的人名“希朋”(Ἵππων,省略了 φησί 或直接统领不定式)。τὰς θηλείας 是不定式 προΐεσθαι 的宾格主语,τῶν ἀρρένων 则是从属于比较副词短语 οὐχ ἥκιστα 的比较属格(“不亚于雄性”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:5.1-5.7