← 伪普鲁塔克

哲学家教义志

§5.20-5.25

动物的理性、身体构成与睡眠及死亡

本段汇集了诸哲学家关于动物门类与理性之有无、胎儿发育成熟的周期、人体主要部位的构成元素、人开始成熟的阶段,以及睡眠与死亡的成因及其归属于肉体还是灵魂的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.20

Πόσα γένη ζῴων καὶ εἰ πάντα αἰσθητὰ καὶ λογικά. ἔστι πραγματεία Ἀριστοτέλους, ἐν ᾗ τέσσαρα γένη ζῴων φησί, χερσαῖα ἔνυδρα πτηνὰ οὐράνια καὶ γὰρ τὰ ἄστρα·. ζῷα λέγεσθαι καὶ τὸν κόσμον καὶ τῶν γηΐνων ζῷον λογικὸν ἀθάνατον. Δημόκριτος Ἐπίκουρος τὰ οὐράνια1 Ἀναξαγόρας πάντα τὰ ζῷα λόγον ἔχειν τὸν ἐνεργητικόν, τὸν δʼ οἱονεὶ νοῦν μὴ ἔχειν τὸν παθητικόν τὸν, λεγόμενον τοῦ νοῦ ἑρμηνέα.2 Πυθαγόρας Πλάτων λογικὰς μὲν εἶναι καὶ τῶν ἀλόγων ζῴων καλουμένων τὰς ψυχάς, οὐ μὴν λογικῶς ἐνεργούσας παρὰ τὴν δυσκρασίαν τῶν σωμάτων καὶ τὸ μὴ ἔχειν τὸ φραστικόν, ὥσπερ ἐπὶ τῶν πιθήκων καὶ τῶν κυνῶν νοοῦσι μὲν γὰρ οὗτοι οὐ φράζουσι δέ. Διογένης μετέχειν μὲν αὐτὰ τοῦ νοητικοῦ μέρος·, διὰ δὲ τὸ τὰ μὲν πυκνότητι τὰ δὲ πλεονασμῷ τῆς ὑγρασίας μήτε διανοεῖσθαι μήτʼ αἰσθάνεσθαι, προσφερῶς αὐτὰ διακεῖσθαι τοῖς μεμηνόσι, παραπεπαικότος τοῦ ἡγεμονικοῦ.

动物有几种,以及是否皆具感觉与理性。 亚里士多德有一篇论著,其中称动物有四类:陆生、水生、飞禽与天体;因为星辰与宇宙亦被称为动物,在地生者中亦有被称为理性而不死的动物。 德谟克利特与伊壁鸠鲁则排除了天体动物。 阿那克萨哥拉认为,一切动物皆具有能动的理性,但并不具有所谓的受动心灵,即被称为心灵之解释者的部分。 毕达哥拉斯与柏拉图认为,即使是被称作无理性的动物,其灵魂亦是理性的,但由于身体的调和不良以及缺乏言语能力,它们未能理性地行动,正如猿猴与犬类一样;因为它们虽能思惟,却无法表达。 第欧根尼认为,它们亦分有了思惟的部分,但由于某些动物体质稠密,另一些动物水分过剩,它们既不思惟亦无知觉,其状态类似于统治机能发生失常的疯癫之人。

§5.21

Ἐν πόσῳ χρόνῳ μορφοῦται τὰ ζῷα ἐν γαστρὶ ὄντα. Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως ἀπὸ ἕκτης καὶ τριακοστῆς, τελειοῦσθαι δὲ τοῖς μορίοις ἀπὸ πεντηκοστῆς μιᾶς δεούσης. Ἀσκληπιάδης ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμότερα εἶναι τὴν διάρθρωσιν γίνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς· πολλάκις δὲ καὶ ἐνδοτέρω πληροῦσθαι δʼ ἐντὸς τῆς πεντηκοστῆς τοῖς μορίοις· ἐπὶ δὲ τῶν θηλυκῶν ἐν διμήνῳ διαρθροῦσθαι ἐν τετραμήνῳ δὲ τελειοῦσθαι διὰ ἐνδεῖν τοῦ θερμοῦ· τὰ· δὲ τῶν ἀλόγων ζῴων ὁλοτελῆ παρὰ τὰς συγκράσεις τῶν στοιχείων.

动物在胎内需多久成形。 恩培多克勒认为,在人类身上,肢体的分节化自第三十六天开始,至第四十九天肢体各部位发育完备。 阿斯克勒庇阿德斯认为,在男胎中,由于更热,分节化自第二十六天开始——且往往更早——至第五十天以内各部位发育充盈;而在女胎中,由于热力不足,两个月时分节,四个月时发育完备;至于无理性动物的胚胎,则依各元素之调配而完成其整体形态。

§5.22

Ἐκ ποίων συνίσταται στοιχείων ἕκαστον τῶν ἐν ἡμῖν γενικῶν μορίων. Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γεννᾶσθαι ἐκ τῶν ἴσων τῇ κράσει τεττάρων στοιχείων τὰ δὲ νεῦρα πυρὸς καὶ γῆς, ὕδατι διπλασίονι μιχθέντων τοὺς δʼ ὄνυχας τοῖς ζῴοις γεννᾶσθαι, τῶν νεύρων καθὸ τῷ ἀέρι συνέτυχε περιψυχθέντων· ὀστᾶ δὲ δυεῖν μὲν ὕδατος καὶ τῆς ἔσω γῆς, τεττάρων δὲ πυρὸς καὶ γῆς τοσούτων συγκραθέντων μερῶν ἱδρῶτα δὲ καὶ δάκρυον γίνεσθαι τοῦ σωματικοῦ οὕτως.

我们体内各类主要部位由何种元素构成。 恩培多克勒认为,肌肉由比例均等的四元素生成;筋腱由火与土加上两倍的水混合而成;动物的爪甲生成于筋腱与空气相接而受冷却之处;骨骼则由水两份与内部之土,以及火四份与等量的土相互调和而成;汗水与眼泪则由身体物质以这般方式产生。

§5.23

Πότε καὶ πῶς ἄρχεται ὁ ἄνθρωπος τῆς τελειότητος. Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα,3 περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀρρός· τὰ γὰρ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ σπέρματα, ἀτελῆ δʼ ἐστὶν ἄγονα καὶ ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄνθρωπος. περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν.

人于何时及如何开始成熟。 赫拉克利特与斯多亚派认为,人大约在第二个七年期开始成熟,在此期间精液开始运动;因为树木也是在开始产生种子时走向成熟,当不育而不结果实之时则是未成熟的;因此人在此时走向完满。大约在第二个七年期,亦会产生对善恶以及对其受教的观念。

§5.24

Πῶς ὕπνος γίνεται καὶ θάνατος. Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμόρρους φλέβας ὕπνον γίνεσθαί φησι, τὴν δʼ ἐξέγερσιν διαχύσει, τῇ δὲ παντελεῖ ἀναχωρήσει θάνατον. Ἐμπεδοκλῆς τὸν μὲν ὕπνον καταψύξει τοῦ ἐν τῷ αἵματι θερμοῦ συμμέτρῳ γίνεσθαι, τῇ δὲ παντελεῖ θάνατον. Διογένης, εἰ ἐπὶ πᾶν τὸ αἷμα διαχεόμενον πληρώσει μὲν τὰς φλέβας τὸν δʼ ἐν αὐταῖς περιεχόμενον ἀέρα ὤσει εἰς τὰ στέρνα καὶ τὴν ὑποκειμένην γαστέρα, ὕπνον γεγενῆσθαι καὶ θερμότερον ὑπάρχειν τὸν θώρακα ἐὰν δʼ ἅπαν τὸ ἀερῶδες ἐκ τῶν φλεβῶν ἐκλίπῃ, θάνατον συντυγχάνειν. Πλάτων οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος οὐ κατʼ ἀναχαλασμόν, καθάπερ ἐπὶ τῆς γῆς, φερομένου δʼ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον·4 ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γεγενῆσθαι θάνατον.

睡眠与死亡如何产生。 阿尔克迈翁说,血液退回至血流静脉中便产生睡眠,血液的发散产生觉醒,而彻底的退回则导致死亡。 恩培多克勒认为,睡眠是由血液中热力的适度冷却引起的,彻底的冷却则导致死亡。 第欧根尼认为,若血液散布至全身而充满静脉,并将其中所含的空气推向胸膛及下方的腹部,睡眠便会发生,胸腔亦更为温热;但若静脉中所有的空气成分皆告丧失,死亡便随之降临。 柏拉图与斯多亚派认为,睡眠是由感觉精气的松弛而产生的,这种松弛并非如垂卧于地那般松散,而是流向两眉之间的统治机能;当感觉精气彻底松弛时,死亡便随之发生。

§5.25

Ποτέρου ἐστὶν ὕπνος καὶ θάνατος, ψυχῆς ἢ σώματος. Ἀριστοτέλης κοινὸν μὲν τὸν ὕπνον σώματος καὶ ψυχῆς· αἴτιον δʼ αὐτῷ τὸ ἀναθυμιαθὲν ὑγρὸν· ἀπὸ τοῦ θώρακος εἰς τοὺς περὶ τὴν κεφαλὴν τόπους ἐκ τῆς ὑποκειμένης τροφῆς ἢ τὸ ἐν τῇ καρδίᾳ περιψυχθὲν θερμόν· τὸν δὲ θάνατον εἶναι παντελῆ κατάψυξιν· θάνατον δʼ εἶναι μόνου τοῦ σώματος οὐ ψυχῆς ταύτης γὰρ οὐχ ὑπάρχει θάνατος. Ἀναξαγόρας κατὰ κόπον τῆς σωματικῆς ἐνεργείας γίνεσθαι τὸν ὕπνον σωματικὸν γὰρ εἶναι τὸ πάθος οὐ ψυχικόν· εἶναι δὲ καὶ ψυχῆς θάνατον τὸν διαχωρισμόν. Λεύκιππος οὐ μόνον σώματος γίνεσθαι, ἀλλὰ κράσει τοῦ λεπτομεροῦς πλείονι τῆς ἐκκράσεως τοῦ ψυχικοῦ θερμοῦ, τὸν πλεονασμὸν αἴτιον θανάτου· ταῦτα δʼ εἶναι πάθη σώματος οὐ ψυχῆς. Ἐμπεδοκλῆς τὸν θάνατον γεγενῆσθαι διαχωρισμὸν τοῦ πυρώδους καὶ γεώδους, ἐξ ὧν ἡ σύγκρισις τῷ ἀνθρώπῳ συνεστάθη· ὥστε κατὰ τοῦτο κοινὸν εἶναι τὸν θάνατον σώματος καὶ ψυχῆς· ὕπνον δὲ γίνεσθαι διαχωρισμὸν τοῦ πυρώδους

睡眠与死亡属于何者,灵魂抑或肉体。 亚里士多德认为,睡眠为肉体与灵魂所共有,其原因在于底层食物从胸部蒸发至头部周围各处的湿气,或是心脏中受冷却的热力;死亡则是彻底的冷却;但死亡仅属于肉体,不属于灵魂;因为灵魂并不存在死亡。 阿那克萨哥拉认为,睡眠是因身体机能的疲惫而产生的;因为这种体验是身体性的,而非灵魂性的;而分离对于灵魂而言亦是死亡。 留基伯认为,它并非仅发生于肉体,而是由于细微部分的调和超过了灵魂之热的散发,这一过剩成为了死亡的原因;但这些皆是身体的被动状态,而非灵魂的被动状态。 恩培多克勒认为,死亡是火性与土性元素的分离,正是这两者构成了人身上的复合物;因此在这方面,死亡为肉体与灵魂所共有;而睡眠则是因火性元素的分离而产生的。

语法注4 条
  1. 20Δημόκριτος Ἐπίκουρος τὰ οὐράνια

    承接前文关于亚里士多德将天体(τὰ ἄστρα)视为动物的说法而出现的极度省略句。句中省略了否定动词(如 οὐκ εἶναι ζῷα 等),在语境中应理解为宾语结构,意为“德谟克利特与伊壁鸠鲁否定天体是动物”。

  2. 20τὸν δʼ οἱονεὶ νοῦν μὴ ἔχειν τὸν παθητικόν τὸν, λεγόμενον τοῦ νοῦ ἑρμηνέα

    带不定式的宾格结构(λόγον ἔχειν ... τὸν δʼ οἱονεὶ νοῦν μὴ ἔχειν)。其后的 τὸν λεγόμενον τοῦ νοῦ ἑρμηνέα 与 τὸν παθητικόν(受动的心灵)构成同位语,指将外在的言语表达机能视作“心灵的解释者”。

  3. 909cπερὶ τὴν δευτέραν ἑβδομάδα

    字面意为“大约在第二个七”,指古代医学与哲学中人生以七年为一个阶段的第二期,即十四岁左右(青春期的开端)。这与后文提及的精液萌动以及对善恶辨识力的产生完全契合。

  4. 909eἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος οὐ κατʼ ἀναχαλασμόν, καθάπερ ἐπὶ τῆς γῆς, φερομένου δʼ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον

    名词 ἄνεσις(松弛)后接属格 τοῦ αἰσθητικοῦ πνεύματος(感觉精气的),分词 φερομένου 则在性、数、格上与该属格一致。该结构旨在对比单纯向下的瘫软松弛(κατʼ ἀναχαλασμόν ... ἐπὶ τῆς γῆς)与精气汇聚移向两眉间统治机能(τὸ ἡγεμονικόν)的特定状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:5.20-5.25