← 伪普鲁塔克

哲学家教义志

§5.26-5.30

植物的生命与发热及健康与疾病的原因

本节综述了关于植物是否具有灵魂及动物性、营养与生长原理、欲望与快乐的起源、发热的发病机制,以及健康、疾病与衰老的定义的各派学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.26

Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῷα. Πλάτων Ἐμπεδοκλῆς καὶ τὰ φυτὰ ἔμψυχα ζῷα· φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντεταμένους ἔχειν τοὺς κλάδους καὶ ἐν ταῖς ἐπαναγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν βάρη. Ἀριστοτέλης ἔμψυχα μὲν οὐ μὴν ζῷα τὰ γὰρ ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ καὶ λογικά. οἱ Στωικοὶ δὲ καὶ οἱ Ἐπικούρειοι οὐκ ἔμψυχα τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς· τὰ δὲ φυτὰ αὐτομάτως πως κεκινῆσθαι οὐ διὰ ψυχῆς. Ἐμπεδοκλῆς πρῶτα τὰ δένδρα τῶν ζῴων1 ἐκ γῆς ἀναδῦναί φησι, πρὶν τὸν ἥλιον περιαπλωθῆναι καὶ πρὶν ἡμέραν καὶ νύκτα διακριθῆναι διὰ δὲ συμμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος περιέχειν λόγον· αὔξεσθαι δʼ ὑπὸ τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρουμένου, ὥστε γῆς εἶναι μέρη, καθάπερ καὶ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας μέρη· τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν τοῖς φυτοῖς ὕδατος καὶ πυρός· καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρόν, ἐξικμαζομένου αὐτοῦ τῷ θέρει, φυλλορροεῖν, τὰ δὲ πλεῖον παραμένειν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας καὶ τοῦ φοίνικος τὰς δὲ διαφορὰς τῶν χυμῶν παραλλαγὰς τῆς πολυμερείας καὶ τῶν φυτῶν γίνεσθαι, διαφόρους ἐχόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιομερείας, ὥσπερ ἐπὶ τῶν ἀμπέλων· οὐ γὰρ αἱ διαφοραὶ τούτων χρηστικὸν οἶνον ποιοῦσιν, ἀλλʼ αἱ τοῦ τρέφοντος ἐδάφους.

植物如何生长,以及是否为动物。 柏拉图与恩培多克勒认为,植物亦是有灵魂的动物;这一点从它们会摇曳、伸展枝条、在受拉引时顺应并在随后猛烈弹回以致能连带提起重物中显而易见。 亚里士多德认为,植物有灵魂,但不是动物;因为动物具有冲动与感觉,某些甚至具有理性。 斯多亚派与伊壁鸠鲁派认为,植物并无灵魂;因为某些事物分有冲动与欲望的灵魂,某些还分有理性的灵魂;而植物是以某种自然自发的方式运动,并非通过灵魂。 恩培多克勒说,在太阳铺展以及昼夜分离之前,树木便作为生物中最先者自大地中涌现;并且由于其混合的均称,它们兼具雄性与雌性的原理。它们因大地中分散的热力而生长,以至于它们是大地的组成部分,正如母腹中的胚胎是子宫的组成部分一样。果实是植物中水分与火的剩余物;水分匮乏的植物在夏天水分被晒干时便会落叶,而水分充裕的植物则保持常青,如月桂、橄榄与棕榈。汁液的差异源于多成分性以及植物自身的分歧,植物具有来自滋养物的不同同质部分,正如葡萄藤的情形;因为并非这些植物自身的差异酿就了醇美之酒,而是滋养土地的差异造就的。

§5.27

Περὶ τροφῆς καὶ αὐξήσεως. Ἐμπεδοκλῆς τρέφεσθαι μὲν τὰ ζῷα διὰ τὴν ὑπόστασιν τοῦ οἰκείου, αὔξεσθαι δὲ διὰ τὴν παρουσίαν τοῦ θερμοῦ, μειοῦσθαι δὲ καὶ φθίνειν διὰ τὴν ἔκλειψιν ἑκατέρων· τοὺς δὲ νῦν ἀνθρώπους τοῖς πρώτοις συμβαλλομένους βρεφῶν ἐπέχειν τάξιν. Ἀναξαγόρας τρέφεσθαι μὲν Πόθεν αἱ ὀρέξεις γίνονται τοῖς ζῴοις καὶ αἱ ἡδοναί. Ἐμπεδοκλῆς τὰς μὲν ὀρέξεις γίνεσθαι τοῖς ζῴοις κατὰ τὰς ἐλλείψεις τῶν ἀποτελούντων ἕκαστον στοιχείων, τὰς δʼ ἡδονὰς ἐξ ὑγροῦ καὶ τὰς τῶν κινδύνων καὶ ὁμοίων κινήσεις, τὰς δʼ ὀχλήσεις καὶ τὰς Πῶς γίνεται πυρετός, καὶ εἰ ἐπιγέννημά ἐστι. Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως· πυρετὸς ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον· καθάπερ γὰρ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δʼ ἐμπνέοντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα, ἀρέσκει δʼ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς.2 Διοκλῆς δέ φησιν· ὄψις ἀδήλων τὰ φαινόμενα ἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος, τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες.3

论营养与生长。 恩培多克勒认为,动物因同类成分的积存而获得营养,因热的存在而生长,因两者的缺失而减损和衰竭;而今日的人类与最初的人类相比,仅处于婴儿的地位。 阿那克萨哥拉认为,营养—— 动物的欲望与快乐源自何处。 恩培多克勒认为,动物的欲望是依照构成各〔动物〕的元素的匮乏而产生的,快乐源于水分以及危险与类似状态的运动,而困扰则——发热如何产生,以及是否为继发症状。 埃拉西斯特拉托斯如此定义发热:发热是不由自主地发生、渗入精气脉管中的血液的运动;因为正如在海面上,无物搅动时便平静无波,一旦猛烈之风反常刮起,海水便全盘翻卷;在体内亦是如此,每当血液被扰动,便渗入精气的脉管中,燃烧起来并加热整个身体;他亦认为发热是一种继发症状。 狄奥克勒斯说:“显现之物乃洞见隐秘之门径”;发热被观察到随之而来的显现之物,即是创伤、炎症与腹股沟肿块。

§5.30

Περὶ ὑγείας καὶ νόσου καὶ γήρως. Ἀλκμαίων τῆς μὲν ὑγείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ ξηροῦ ψυχροῦ θερμοῦ πικροῦ γλυκέος καὶ τῶν λοιπῶν· τὴν δʼ ἐν αὐτοῖς μοναρχίαν νόσου ποιητικήν· φθοροποιὸν γὰρ ἑκατέρου μοναρχία· καὶ νόσων αἰτία, ὡς μὲν ὑφʼ ἧς, ὑπερβολῇ θερμότητος ἢ ψυχρότητος· ὡς δʼ ἐξ ἧς, διὰ πλῆθος ἢ ἔνδειαν· ὡς δʼ ἐν οἷς, ἢ αἷμα ἐνδέον ἢ ἐγκέφαλος·4 τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κρᾶσιν. Διοκλῆς πλείστας τῶν νόσων διʼ ἀνωμαλίαν τῶν ἐν τῷ σώματι στοιχείων καὶ τοῦ καταστήματος Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ διʼ ἀπεψίας καὶ φθοράν, τὴν δʼ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείαν. οἱ Στωικοὶ συμφώνως τὸ γῆρας γεγενῆσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν οἱ γὰρ αὐτοὶ πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν. Ἀσκληπιάδης Αἰθίοπάς φησι ταχέως γηράσκειν ἐτῶν τριάκοντα διὰ τὸ ὑπερθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ ἡλίου διαφλεχθέντας· ἐν Βρεττανίᾳ ἑκατὸν εἴκοσιν ἐτῶν γηρᾶν διὰ τὸ κατεψῦχθαι μὲν τοὺς τόπους, ἐν ἑαυτοῖς δὲ στέγειν τὸ πυρῶδες· τὰ μὲν γὰρ τῶν Αἰθιόπων σώματά εἰσιν ἀραιότερα διὰ τὸ ἀναχαλᾶσθαι ὑπὸ τοῦ ἡλίου, τὰ δʼ ὑπὸ τῶν ἄρκτων πυκνά, διὰ τοῦτο οὖν καὶ πολυχρόνια.

论健康、疾病与衰老。 阿尔克迈翁认为,维持健康的是诸力量的平衡均权,即湿、干、冷、热、苦、甜及其余诸要素;而它们之中的单一独治则产生疾病;因为二者中任一方的独专皆具破坏性。疾病的诸原因中,作为致动者的是热或冷的过度;作为质料来源的是过量或匮乏;作为发生部位的则是短缺的血液或脑;而健康则是诸性质匀称的混合。 狄奥克勒斯认为,绝大多数疾病是由体内的元素紊乱以及气候状态引起的——埃拉西斯特拉托斯认为,疾病由食物过量、消化不良与腐败引起,而秩序与适度便是健康。 斯多亚派一致认为,衰老因热的缺失而产生;因为那些自身保有更多热量的人历经更久才老去。 阿斯克勒庇阿德斯说,埃塞俄比亚人因身体被太阳灼晒而过度发热,在三十岁时便迅速衰老;而在不列颠,人们到一百二十岁才衰老,因为当地虽寒冷,却将火性成分封存于体内;因为埃塞俄比亚人的身体被太阳松解而较为疏松,北极之下的身体则致密,因此寿命长久。

语法注4 条
  1. 910cπρῶτα τὰ δένδρα τῶν ζῴων

    τῶν ζῴων 作为最高级 πρῶτα 的部分属格,意为“在生物(动物)之中树木最先……”。鉴于上文已明确指出恩培多克勒将植物视为动物(ζῷα),故作部分属格解比作比较属格(“树木早于动物”)在文脉上更为吻合。

  2. 910eἀρέσκει δʼ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς

    当无人称动词 ἀρέσκει 与不定式 εἶναι 连用时,其逻辑主语通常应为宾格(τὸν πυρετόν),但此处却出现了主格 ὁ πυρετός,构成了句法破格(anacoluthon)。这可能是由于叙述重点“发热”保留了主格,或 ἀρέσκει αὐτῷ(“他亦赞同”)被视作插入语性质的表达。

  3. 910eἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος, τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες

    此句的核心骨架为 ἔστι δὲ [...] τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες(“[这些现象]即是创伤、炎症与腹股沟肿块”),中间嵌入了包含先行词的关系代词从句 οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος(“发热被观察到随之发生的现象”)。该句承接前文格言中的 τὰ φαινόμενα(显现之物),具体列举其表现。

  4. 911aὡς μὲν ὑφʼ ἧς, ὑπερβολῇ θερμότητος ἢ ψυχρότητος· ὡς δʼ ἐξ ἧς, διὰ πλῆθος ἢ ἔνδειαν· ὡς δʼ ἐν οἷς, ἢ αἷμα ἐνδέον ἢ ἐγκέφαλος

    此处为阿尔克迈翁对病因进行三分法的简洁省略结构。由 ὡς 引领的介词短语分别表示动力因(ὑφʼ ἧς,“通过何者”)、质料因(ἐξ ἧς,“源于何者”)和发病部位(ἐν οἷς,“在何处发生”)。各句中均省略了 αἰτία(原因)或相应的谓语动词(如 γίνεται)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:5.26-5.30