← 伪普鲁塔克

哲学家教义志

§5.18-5.19

胎儿存活月数与动物的起源发生

第18章汇集了诸哲学家与占星家关于为何七个月与十个月胎儿能成活而八个月胎儿不易存活的观点;第19章则探讨了早期自然哲学家关于动物起源、阶段性演化及可毁灭性的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.18

Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα. Ἐμπεδοκλῆς, ὅτε ἐγεννᾶτο τὸ τῶν ἀνθρώπων γένος ἐκ τῆς γῆς, τοσαύτην γενέσθαι τῷ μήκει τοῦ χρόνου διὰ τὸ βραδυπορεῖν τὸν ἥλιον τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ δεκάμηνος· προϊόντος δὲ τοῦ χρόνου, τοσαύτην γενέσθαι τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ ἑπτάμηνος· διὰ τοῦτο καὶ τὰ δεκάμηνα γόνιμα καὶ τὰ ἑπτάμηνα τῆς φύσεως τοῦ κόσμου οὕτω μεμελετηκυίας, αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ ᾗ τίθεται νυκτὶ τὸ βρέφος.1 Τίμαιος δʼ οὐ δώδεκα μῆνάς φησιν, ἐννέα δὲ νομίζεσθαι παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων τῆς πρώτης συλλήψεως· οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι, οὐκ ὄντα ἑπτάμηνα ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν πόσαι καθάρσεις. Πόλυβος Διοκλῆς οἱ Ἐμπειρικοὶ καὶ τὸν ὄγδοον μῆνα ἴσασι γόνιμον, ἀτονώτερον δέ πως τῷ πολλάκις διὰ τὴν ἀτονίαν πολλοὺς φθείρεσθαι καθολικώτερον δὲ μηδένα βούλεσθαι τὰ ὀκτάμηνα τρέφειν, γεγενῆσθαι δὲ πολλοὺς ὀκταμηνιαίους ἄνδρας ὁ δʼ Ἀριστοτέλης καὶ Ἱπποκράτης φασίν, ἐὰν ἐκπληρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, τότε προκύπτειν καὶ γεννᾶσθαι γόνιμα· ἐὰν δὲ προκύψῃ μὲν μὴ τρέφηται δέ, ἀσθενοῦντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτῷ γεγενῆσθαι τὸ κύημα,· τότε τὸ ἔμβρυον ἄτροφον εἶναι ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, προκῦψαν τότε ὁλόκληρόν ἐστι. Πόλυβος ἑκατὸν ὀγδοήκοντα δύο καὶ ἥμισυ ἡμέρας γίνεσθαι εἰς τὰ γόνιμα· εἶναι γὰρ ἑξάμηνον, ὅτι καὶ τὸν ἥλιον ἀπὸ τροπῶν ἐν τοσούτῳ χρόνῳ παραγίνεσθαι λέγεσθαι δʼ ἑπταμηνιαίους διὰ τὸ τὰς ἐλλειπούσας ἡμέρας τούτου τοῦ μηνὸς ἐν τῷ ἑπτὰ προσλαμβάνεσθαι· τὰ δʼ ὀκταμηνιαῖα μὴ ζῆν, ὅταν προκύψῃ μὲν τῆς μήτρας τὸ βρέφος, ἐπὶ πλέον δʼ ὁ ὀμφαλὸς βασανισθῇ· ἄτροφος γὰρ γίνεται ὡς τοῦ τρέφοντος αἴτιος. οἱ δὲ μαθηματικοὶ τοὺς ὀκτὼ μῆνας ἀσυνδέτους φασὶν εἶναι πάσης γενέσεως, τοὺς δʼ ἑπτὰ συνδετικούς· τὰ δʼ ἀσύνδετα ζῴδιά ἐστιν, ἐὰν τῶν οἰκοδεσποτούντων ἀστέρων τυγχάνῃ· ἐὰν γάρ τις τούτων τὴν ζωὴν καὶ τὸν βίον κληρώσηται, δυστυχεῖς καὶ ἀχρόνους σημαίνει ἀσύνδετα δʼ ἐστὶ ζῴδια ὀκτὼ ἀριθμούμενα,2 οἷον κριὸς πρὸς σκορπίον ἀσύνδετος, ταῦρος πρὸς τοξότην ἀσύνδετος, δίδυμοι πρὸς αἰγόκερων, καρκίνος πρὸς ὑδροχόον, λέων πρὸς ἰχθύας, παρθένος πρὸς κριόν· διὰ τοῦτο καὶ τὰ ἑπτάμηνα ὄντα καὶ δεκάμηνα γόνιμα εἶναι· τὰ δʼ ὀκτάμηνα διὰ τὸ ἀσύνδετον τοῦ κόσμου φθείρεσθαι.

为何七个月的胎儿能成活。 恩培多克勒认为,当人类由大地生成时,由于太阳运行迟缓,一日在时间跨度上相当于现在的十个月;随着时间的推移,一日相当于现在的七个月。因此,由于宇宙之自然已这般熟习,十个月与七个月的胎儿皆能成活,胎儿在配有夜晚的一日之内得以生长。 蒂迈欧说,人们认为孕期是九个月而非十二个月,是由于初次受孕时月经的中止;七个月的胎儿也是如此被认为的,其实并非真的七个月;因为即便在受孕之后,亦能知晓发生过多少次排经。 波吕玻斯、狄奥克勒斯以及经验派医家知道第八个月亦能成活,但多少较为衰弱,因为常有许多婴儿由于衰弱而夭折;尽管普遍没有人愿意抚育八个月的婴儿,但已有许多八个月的婴儿成长为成年人。 亚里士多德与希波克拉底则说,若子宫在七个月内充实盈满,此时胎儿前探娩出便是能成活的;但若胎儿前探而未受滋养,由于怀胎对脐带已成重负而致其衰弱,此时胚胎便缺乏滋养;但若在子宫中停留九个月,此时前探娩出便是健全完整的。 波吕玻斯认为,达到能成活需一百八十二天半;因为那是六个月,太阳自至点行至此亦需这许多时间;之所以被称为七个月,是因为这个月所亏欠的天数被计入了第七个月中;而八个月的婴儿不能存活,是当胎儿自子宫前探时,脐带遭受了更多折磨;由于作为滋养原因的脐带受损,婴儿便得不到滋养。 占星家们说,八个月在所有生辰中皆是无相位的,而七个月是有相位的;而无相位的黄道星座,是指其恰逢主星的情形;因为若其中之一主宰了生命与寿算,便预示着不幸与短夭;数到第八个的星座是无相位的,如白羊宫与天蝎宫无相位,金牛宫与人马宫无相位,双子宫与摩羯宫,巨蟹宫与宝瓶宫,狮子宫与双鱼宫,处女宫与白羊宫皆无相位;因此七个月与十个月的胎儿能成活,而八个月的胎儿则因宇宙的无相位而夭亡。

§5.19

Περὶ ζῴων γενέσεως, πῶς ἐγένοντο ζῷα, καὶ εἰ φθαρτά. καθʼ οὓς μὲν γενητὸς ὁ κόσμος, γενητὰ τὰ ζῷα καὶ φθαρτὰ εἰσιν. οἱ περὶ Ἐπίκουρον, καθʼ οὓς ἀγένητος, ἐκ μεταβολῆς τῆς ἀλλήλων γεννᾶσθαι τὰ ζῷα· μέρη γὰρ εἶναι τοῦ κόσμου ταῦτα. ὡς καὶ Ἀναξαγόρας καὶ Εὐριπίδης "θνῄσκει δʼ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δʼ ἄλλο πρὸς ἄλλο μορφὰς ἑτέρας ἀπέδειξεν." Ἀναξίμανδρος ἐν ὑγρῷ γεννηθῆναι τὰ πρῶτα ζῷα, φλοιοῖς· περιεχόμενα ἀκανθώδεσι προβαινούσης δὲ τῆς ἡλικίας ἀποβαίνειν ἐπὶ τὸ ξηρότερον καὶ περιρρηγνυμένου τοῦ φλοιοῦ ἐπʼ ὀλίγον χρόνον μεταβιῶναι. Ἐμπεδοκλῆς τὰς πρώτας γενέσεις τῶν ζῴων καὶ φυτῶν μηδαμῶς ὁλοκλήρους γενέσθαι, ἀσυμφυέσι δὲ τοῖς μορίοις διεζευγμένας, τὰς δὲ δευτέρας3 συμφυομένων τῶν μερῶν εἰδωλοφανεῖς, τὰς δὲ τρίτας τῶν ἀλληλοφυῶν τὰς δὲ τετάρτας οὐκέτι ἐκ τῶν ὁμοίων οἷον ἐκ γῆς καὶ ὕδατος, ἀλλὰ διʼ ἀλλήλων ἤδη, τοῖς μὲν πυκνωθείσης τῆς τροφῆς, τοῖς δὲ. καὶ τῆς εὐμορφίας τῶν γυναικῶν ἐπερεθισμὸν τοῦ σπερματικοῦ κινήματος ἐμποιησάσης. τῶν δὲ ζῴων πάντων τὰ γένη διακριθῆναι διὰ τὰς ποιὰς κράσεις τὰ μὲν οἰκειότερα εἰς τὸ ὕδωρ τὴν ὁρμὴν ἔχειν, τὰ δʼ εἰς ἀέρα ἀναπνεῖν, ὅσʼ ἂν πυρῶδες ἔχῃ τὸ πλέον, τὰ δὲ βαρύτερα ἐπὶ τὴν γῆν, τὰ δʼ ἰσόμοιρα τῇ κράσει πᾶσι τοῖς θώραξι πεφωνηκέναι.

论动物的生成,动物如何产生,以及是否会毁灭。 在主张宇宙是被生成出来的人看来,动物也是被生成的且会毁灭。 在主张宇宙非生成的伊壁鸠鲁学派看来,动物是由彼此的转化而生成的;因为这些皆是宇宙的部分。正如阿那克萨哥拉与欧里庇得斯所说: “生成之物无一死亡, 彼此离析分散, 显现出不同的形态。” 阿那克西曼德认为,最早的动物是在湿气中生成的,包裹在多刺的硬皮中;随着年龄的增长,它们迁移至较干燥之处,当硬皮破裂脱落后,它们在短时期内换了另一种方式生活。 恩培多克勒认为,动物与植物的第一代生成绝非完整,而是分散于互不相融的肢体部位中;第二代生成随着肢体生长相连而呈现出如幻影般的形相;第三代生成则由彼此相称的部分组成;第四代生成不再来自泥土与水等同类元素,而是已经通过彼此交媾而产生,在一些物类中是由于营养浓缩,在另一些物类中则是女子的秀美激起了种子的生殖冲动。一切动物的门类是因特定的调和而分开的:与水更为亲近的具有奔向水的冲动,带有较多火性的则向空气中呼吸,较沉重的走向大地,而在调和中均等平分的,则在整个胸膛中发出声音。

语法注3 条
  1. 18τῆς φύσεως τοῦ κόσμου οὕτω μεμελετηκυίας, αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ ᾗ τίθεται νυκτὶ τὸ βρέφος

    独立属格短语 τῆς φύσεως... μεμελετηκυίας 表示原因(“因为宇宙之自然已如此习熟”)。其后的不定式 αὔξεσθαι 作说明性或结果性不定词,依附于前文的间接引语(“使得胎儿得以在……生长”)。关系从句 ᾗ τίθεται νυκτί 中名词 νυκτί 与先行词 ἡμέρᾳ 并置结合(“配有夜晚的一日”),意指包含昼夜的完整一日周期。

  2. 908cἀσύνδετα δʼ ἐστὶ ζῴδια ὀκτὼ ἀριθμούμενα

    此处使用了占星术术语 ἀσύνδετος(无相位的、不相连的)。分词短语 ὀκτὼ ἀριθμούμενα 带有序数含义,指“按顺序数到第八个的星座”(即连同起算宫共八宫、形成150度梅花相位的星座之间不形成主要相位关系)。所列举的白羊座(第1宫)与天蝎座(第8宫)等例子正符合此定义。

  3. 908dτὰς πρώτας γενέσεις... μηδαμῶς ὁλοκλήρους γενέσθαι, ἀσυμφυέσι δὲ τοῖς μορίοις διεζευγμένας, τὰς δὲ δευτέρας...

    报告恩培多克勒学说的“宾格加不定式”间接引语结构。宾格主语 τὰς πρώτας γενέσεις 统领不定式 γενέσθαι 以及表语分词/形容词 μηδαμῶς ὁλοκλήρους ... διεζευγμένας。其后的 τὰς δὲ δευτέρας、τὰς δὲ τρίτας 及 τὰς δὲ τετάρτας 结构相同,省去了不定式 γενέσθαι,系统地平行陈述了生物生成的四个发展阶段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:5.18-5.19